- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.15.1-2.15.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拜占庭派遣使团前往提尔向赫拉克勒斯奉献牺牲,卡利斯泰涅斯混入使团伺机窥探女眷。文中描写了奢华的祭祀队列、馥郁的香气,以及角如弯月般壮美的埃及祭牛。
Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν.1 Ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἷς γενέσθαι· καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν· αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν·
说完这些,在城邦也表赞同的情况下,他派遣祭司团前往提尔奉献牺牲。于是卡利斯泰涅斯设法成为了神圣使团的一员;他迅即乘船前往提尔,查探出父亲的宅邸,并在暗中伺机窥探那些妇人;而女人们正为了观瞻祭典而走出门来。
καὶ γὰρ ἦν πολυτελής. Πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, πολλὴ δὲ ἡ τῶν ἀνθέων συμπλοκή. Τὰ θυμιάματα κασία καὶ λιβανωτὸς καὶ κρόκος· τὰ ἄνθη νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι· ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν· τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυ, καὶ ἦν ἄνεμος ἡδονῆς.
因为那祭典确实极尽奢华。香料的队伍浩浩荡荡,鲜花的编织丰富繁盛。香料有肉桂、乳香和藏红花;鲜花有水仙、玫瑰和香桃木;花朵的芬芳与香料的馨香竞相争艳,升入空中的微风将这些香气融汇交织,吹拂成一阵愉悦的清风。
Τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. Βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χρόαν εὐτυχεῖ· τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸ νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ’ ὡς ὁ Κύπριος δυσειδής, ἀλλ’ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει2 τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί· καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών· ἡ χρόα δὲ οἵαν Ὅμηρος τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ.3
牺牲的祭兽繁多且品类各异,其中尤以尼罗河的牛群最为出众。因为埃及的牛不仅体形硕大,而且毛色极佳:就体形而言极为庞大,颈部粗壮,背脊宽阔,腹部丰满;其牛角既不像西西里的牛那样单薄狭小,也不似塞浦路斯的牛那样丑陋难看,而是从两鬓笔直耸立而起,两侧徐徐弯曲,将尖端收拢至间距正好与角基的开度相等;这景象宛如弯弯新月的肖像。其毛色则犹如荷马所赞美的色雷斯人之烈马。
Βαδίζει δὲ ταῦρος ὑψαυχενῶν καὶ ὥσπερ ἐπιδεικνύμενος ὅτι τῶν ἄλλων βοῶν ἐστι βασιλεύς. Εἰ δὲ ὁ μῦθος Εὐρώπης ἀληθής, Αἰγύπτιον βοῦν ὁ Ζεὺς ἐμιμήσατο.
公牛高昂着头颈阔步行走,仿佛在彰显自己是群牛之王。如果欧罗巴的神话属实,宙斯当年所模仿的,必定就是一头埃及牛。
- 2.15.1καὶ τῇ πόλει συνδοκοῦν
非人称动词 συνδοκεῖ(获准、蒙赞同)的中性单数现在分词构成的绝对宾格(accusativus absolutus)结构,表伴随状况或原因,即“城邦亦表赞同/经城邦许可”。
- 2.15.3τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ’ ὡς ὁ Κύπριος δυσειδής, ἀλλ’ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει
在接连出现限定宾格(关系宾格,如 τὸ μέγεθος, τὸν αὐχένα, τὸ νῶτον, τὴν γαστέρα)之后,此处句子结构发生转换(破格语法/anacoluthon):τὸ κέρας 转为主格主语,后接中性分词 ἀναβαῖνον 与 κυρτούμενον 修饰之,限定动词为 συνάγει。在省略比较结构 οὐχ ὡς ὁ Σικελικὸς... 中,形容词 εὐτελής 与 δυσειδής 受暗示的阳性名词 βοῦς 吸引而呈阳性。
- 2.15.3οἵαν Ὅμηρος τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ
关系代词 οἵαν 的先行词是前文的 ἡ χρόα;动词 ἐπαινεῖ 所带的与格短语 τοῖς τοῦ Θρᾳκὸς ἵπποις 作关系与格(“在……身上/关于……”),指《伊利亚特》第10卷437行中荷马赞美色雷斯王瑞索斯的骏马“白于白雪”的典故。
