- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.12.1-2.12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
父亲举行婚前祭礼时,祭肉被鹰攫走,这一凶兆导致婚礼延期并需在午夜赴海边献祭,叙述者对此深感庆幸并盛赞此鹰。
Ἔθυεν οὖν τότε ὁ πατὴρ προτέλεια τῶν γάμων. Ὡς δὲ ἤκουσα, ἀπωλώλειν1 καὶ ἐζήτουν μηχανήν, δι’ ἧς ἀναβαλέσθαι δυναίμην τὸν γάμον. Σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα· ἐγεγόνει δέ τι τοιοῦτον. Ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον· σοβούντων δὲ πλέον οὐδὲν ἦν,2 ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. Ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι. Καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους· καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται.
于是,那时我父亲正在为婚礼献上预备祭礼。然而我一听闻此事,便陷入绝望,千方百计寻找能够推迟婚事的计谋。正当我苦思冥想之际,客堂一带突然骚动起来;事情的原委乃是如此。父亲刚完成祭献,祭肉正陈列在祭坛上,一只鹰从上空俯冲而下,攫走了祭牲。众人虽试图将它驱赶,却毫无用处,因为那猛禽早已带着猎物远遁而去。因此,这被视为不祥之兆。于是他们在当天推迟了婚礼;父亲召来预言家与卜兆者,向他们叙述了这起鸟兆。
Οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διὶ νυκτὸς μεσούσης ἐπὶ θάλασσαν ἥκοντας·3 ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. Ἐγὼ δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα· οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον.
他们则声称,必须在午夜前往海边,向守护客旅的宙斯奉献吉祥的祭礼;因为那只鹰恰是飞往了那边。至于我,眼见事态如此发展,对那只鹰赞不绝口,声称它无愧为百鸟之王。然而,这桩怪异之兆所预示的变故,不久便应验了。
- 2.12.1ἀπωλώλειν
动词 ὄλλυμι 的第一人称单数过去完成时主动态。由于其完成时 ὄλωλα 具有现在时的含义(“我完了”、“我绝望了”),因此过去完成时在此表示过去的一种持续状态(“我陷入了绝望/走投无路”)。
- 2.12.2σοβούντων δὲ πλέον οὐδὲν ἦν
属格分词 σοβούντων 为省略了泛指逻辑主语(在场的人们)的属格独立结构,意为“驱赶”。短语 πλέον οὐδὲν ἦν 是习惯表达,意为“毫无益处”或“徒劳无功”。
- 2.12.3ἐπὶ θάλασσαν ἥκοντας
间接引语中非人称动词 δεῖν 所统辖的不定式 καλλιερῆσαι 的逻辑主语,以宾格分词形式出现。此处依照非人称句中不定式主语取宾格的规则,而非与前文可能的与格对象一致。
