- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.11.1-2.11.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰的父亲因凶梦困扰而急于在次日筹办婚事,为新娘备办了华丽的宝石项链与紫袍;文中随之叙述了推罗人关于牧人之犬咬碎海螺从而发现紫色染料的传说。
Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, ὁ πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. Ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. Ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ1 ᾗ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς.
过了几天,我父亲便比原定计划更急促地筹办起我们的婚事,因为许多梦境使他心绪不宁。他梦见正在为我们举行婚礼,但就在他点燃火把之后,火焰却熄灭了;正因如此,他愈发急切地想让我们成婚。
Τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. Ἐώνητο δὲ τῇ κόρῃ πρὸς τὸν γάμον· περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν ἡ χώρα τῆς πορφύρας, ἐκεῖ χρυσὸς ἦν. Ἤριζον δὲ πρὸς ἀλλήλους οἱ λίθοι.
这一切正安排在次日举行。他为那少女购置了成婚之物:一条嵌有各色宝石的项链,以及一件通体紫红的长袍,其他衣物上本该饰以紫色的地方,这件长袍上却全饰以黄金。那些宝石相互争奇斗艳:
Ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ· ἀμέθυστος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον· ἐν μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χρόαν ἐπάλληλοι·2 συγκείμενοι δὲ ἦσαν οἱ τρεῖς· μέλαινα μὲν ἡ κρηπὶς τοῦ λίθου, τὸ δὲ μέσον σῶμα λευκὸν τῷ μέλανι συνεφαίνετο, ἑξῆς δὲ τῷ λευκῷ τὸ λοιπὸν ἐπυρρία κορυφούμενον· ὁ λίθος δὲ τῷ χρυσῷ στεφανούμενος, ὀφθαλμὸν ἐμιμεῖτο χρυσοῦν. Τῆς δὲ ἐσθῆτος οὐ πάρεργον εἶχεν ἡ πορφύρα τὴν βαφήν, ἀλλ’ οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα,3 ᾗ καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. Ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ.
风信子石宛如石中玫瑰;紫晶在黄金近旁泛着紫晕;中央嵌着三颗颜色层层叠覆的宝石,三者组合为一体:石基为黑色,中间的主体紧随黑色显出白色,而在白色之后,余下渐升至顶端的部分则呈淡红;这宝石由黄金圈围,宛如一只金色的眼睛。至于长袍的紫色,绝非寻常染就,而是正如推罗人所传述的牧人之犬所发现的那种色泽,他们至今仍用此色染制阿佛洛狄忒的长袍。因为曾几何时,紫色的华美对人类而言还是个秘密,由一只微小的贝壳深藏于其盘旋的内腔之中。
Ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην· καὶ ὁ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς θαλάσσης σκύβαλον. Εὑρίσκει δὲ κύων τὸ ἕρμαιον καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ στόματι τοῦ κυνὸς περιρρεῖ τοῦ ἄνθους τὸ αἷμα καὶ βάπτει τὸ αἷμα τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν.
一个渔夫捕获了这件猎物;他本期望捕到鱼,但见贝壳表面粗糙,便咒骂着这捕获物,将其当作海中的弃物扔在一旁。然而一只狗发现了这份横财,用牙齿将其咬碎;贝肉精华的鲜血流淌在犬口周围,染红了犬颌,并在它的嘴唇上织就了紫色。
Ὁ ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ τραῦμα νομίσας τὴν βαφὴν πρόσεισι καὶ ἀπέπλυνε τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο· ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχε καὶ ἡ χείρ.
牧人看见狗的嘴唇鲜血淋漓,以为这染料是伤口,便走上前去用海水清洗,然而那血迹反而泛出更明丽的紫光;当他用手去碰触时,他的手上也沾上了这紫色。
Συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ὁ ποιμήν, ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον· καὶ λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια· τὸ δὲ κατὰ τὴν γένυν τοῦ κυνὸς ᾑμάσσετο· καὶ τότε τὸν οἶκον τῆς πορφύρας ἐδιδάσκετο.
牧人于是领悟了这贝壳的本性,明白它蕴藏着造化所赋的美色神药;他取了一束羊毛,探入贝壳的孔隙中,探寻这贝类的奥秘;那羊毛便如狗的下颌一样被染红了;至此他方知晓紫色的居所。
Λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας, καὶ θησαυρὸν εὑρίσκει βαφῆς.
他于是抓起几块石头,击碎了这神药的外壁,开启了紫色的内殿,寻得了染料的宝藏。
- 2.11.1Ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ
两个不定式短语 ἄγειν ἡμῶν τοὺς γάμους 与 ἀποσβεσθῆναι τὸ πῦρ 并列作以父亲为主语的人称动词 Ἔδοξεν(“梦见”)的补足成分。后半句中的 ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας 为表示时间背景的属格独立结构。
- 2.11.3τὴν χρόαν ἐπάλληλοι
τὴν χρόαν 为关系对格(限制对格),意为“就颜色而言”,修饰形容词 ἐπάλληλοι(“层叠的、彼此相接的”)。
- 2.11.4οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα
此句包含倒装(hyperbaton)与带不定式的对格结构。在 μυθολογοῦσι Τύριοι 的支配下,承接关系代词 οἵαν,其中 τὸν κύνα 作不定式 εὑρεῖν 的对格主语,而所有格属格 τοῦ ποιμένος 与其被修饰词发生了语序上的分离。
