← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.10.1-2.10.5

支开侍女后的独处拥抱与暗中声响

萨提洛斯设法引开侍女克莱奥,使克利托丰得以接近独处的少女并相拥亲吻,但两人的亲昵被一阵声响打断,事后方知是望风的萨提洛斯所为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.1

Μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν ἔφη “νῦν μὲν ἀνδρίζεσθαι καιρός. Ἡ γὰρ μήτηρ τῆς κόρης, ὡς οἶδας, μαλακίζεται καὶ καθ’ αὑτὴν ἀναπαύεται· μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι.

晚餐后,萨提洛斯走到我身边说道:“现在正是显出男子气概的时候。正如你所知,那少女的母亲身体欠安,独自歇息去了;而少女在就寝之前,按惯常的规矩,只由克莱奥跟着去散步。

§2.10.2

Ἐγὼ δέ σοι ταύτην ἀπάξω διαλεγόμενος.” Ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν.1 Καὶ οὕτως ἐγένετο. Ἀπεσπάσθη καὶ ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ καταλέλειπτο.

我会为你借着与〔克莱奥〕说话把她引开。”说完这些,我们分头行事,他去候着克莱奥,我去候着少女。事情果然如此发展。克莱奥也被引开了,少女独自被留在了回廊漫步处。

§2.10.3

Ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης ἤδη νενικηκὼς καὶ τοῦ πολέμου καταπεφρονηκώς· πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν, οἶνος, ἔρως, ἐλπίς, ἐρημία· καὶ οὐδὲν εἰπών, ἀλλ̓ ὡς ἀπὸ συγκειμένου λόγου,2 ὡς εἶχον, περιχυθεὶς τὴν κόρην κατεφίλουν.

于是,我瞅准夕阳余晖大部分退去之时走上前去,因初次进攻而变得更加大胆,就像一个业已得胜而藐视战阵的士兵;因为那时有许多东西给我披上铠甲、赋予我勇气:美酒、爱情、希望与幽独。我一言不发,宛如事先商量好一般,径直扑上前去搂住少女热吻起来。

§2.10.4

Ὡς δὲ καὶ ἐπεχείρουν τι προὔργου ποιεῖν,3 ψόφος τις ἡμῶν κατόπιν γίνεται· καὶ ταραχθέντες ἀνεπηδήσαμεν. Καὶ ἡ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας, καὶ τὸν ψόφον λοιδορῶν. Ἐν τούτῳ δὲ ὁ Σάτυρος ὑπαντιάζει μοι φαιδρῷ τῷ προσώπῳ· καθορᾶν γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων λοχῶν μή τις ἡμῖν ἐπέλθῃ·4 καὶ αὐτὸς ἦν ὁ ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός τινα.

正当我企图更进一步、做些实质行动时,身后却传来了响动;我们大惊失色,猛地跳了开来。她转向那一侧,逃向她自己的卧房,我则奔向另一侧,因失却了如此大好的良机而懊恼万分,一路咒骂着那响动。正在这时,萨提洛斯满面春风地迎向我;在我看来,他似乎将我们所做的一切都看在了眼里,原来他正潜伏在一棵树下,防备着有人撞见我们;而正是他见有人走近,才自己制造出了那声响动。

语法注4 条
  1. 2.10.2τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν

    主句动词 ἐφηδρεύομεν(第一人称复数)和分词 διαλαχόντες(主格复数)的主语,通过小词 μὲν...δέ 被分配为 αὐτός(他自己)与 ἐγώ(我)。与格 τῇ Κλειοῖ 与 τῇ παιδί 充当动词 ἐφεδρεύω(伏击、伺机对付)所支配的宾语。

  2. 2.10.3ὡς ἀπὸ συγκειμένου λόγου

    συγκείμενος 是动词 συντίθημι 的完成时被动分词;介词短语 ἀπὸ συγκειμένου λόγου 意为“根据先前的约定/商定”。此处加上 ὡς(仿佛),构成“宛如事先商量好一般”的修辞表达。

  3. 2.10.4τι προὔργου ποιεῖν

    προὔργου 是 πρὸ ἔργου 的混声(crasis),字面意为“对事务有益的”、“切中目的的”。与不定代名词 τι 连用,本句中指“做出更有实质效果的举动”(即在接吻之后试图发生进一步的亲密接触)。

  4. 2.10.5λοχῶν μή τις ἡμῖν ἐπέλθῃ

    分词 λοχῶν(潜伏、埋伏)含有警戒、防范的意味,因而后接引导防范/担忧从句的 μή 及虚拟式 ἐπέλθῃ(不定过去时第三人称单数),意为“防备着/唯恐有人接近我们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.10.1-2.10.5