- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.9.1-2.9.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
晚宴上萨提洛斯调换了二人的酒杯,克莱托丰对着琉基珀唇印之处饮酒,少女亦仿效此举,两人以此频频相互传吻酬酒。
Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν· ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ ἐρωτικόν. Διαλλάσσει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προστίθησι, τὸ δὲ ἐκείνης ἐμοὶ καὶ ἐγχέων ἀμφοτέροις καὶ ἐγκερασάμενος ὤρεγεν.
到了晚餐时刻,我们又像先前一样一同饮酒;萨提洛斯为我们斟酒,并耍了一个风流的小花招。他调换了两只酒杯,把我的放在那少女面前,把她的放在我面前,给两人都斟上酒,调和好后递了过来。
Ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκεν, ἐναρμοσάμενος ἔπινον, ἐπιστολιμαῖον τοῦτο φίλημα ποιῶν, καὶ ἅμα κατεφίλουν τὸ ἔκπωμα.
我暗暗看准了那少女饮酒时嘴唇所贴的杯壁部位,便将自己的嘴唇对准那里喝了起来,把这当作一封传情的飞吻之信,同时也热烈亲吻着酒杯。
Ὡς δὲ εἶδεν ἡ παρθένος, συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν.1 Ἀλλ’ ὅγε Σάτυρος συμφρονήσας πάλιν τὰ ἐκπώματα διήλλαξεν ἡμῖν. Τότε δὴ καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ ταὐτὰ πίνουσαν καὶ ἔχαιρον πλέον. Καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προὐπίνομεν τὰ φιλήματα.2
少女看见了,便领会到我连她嘴唇的影子都在亲吻。而萨提洛斯心领神会,又一次替我们调换了酒杯。这时我果然看见那少女模仿我的样子,也以同样的方式饮酒,我越发欢喜了。这般情景重复了第三次、第四次,那天剩下的时间里,我们便就这样以接吻相互敬酒酬答。
- 2.9.3τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν
此处使用了倒装/跨置(hyperbaton)。属格短语 τοῦ χείλους αὐτῆς 跨越了动词 καταφιλῶ,修饰其后的宾格宾语 τὴν σκιάν。动词 καταφιλέω 通常支配宾格,因此核心结构为“我连影子都在亲吻(καὶ τὴν σκιάν)”,而前置的属格短语将“她的嘴唇的”这一修饰成分提前以示强调。
- 2.9.3ἀλλήλοις προὐπίνομεν τὰ φιλήματα
动词 προπίνω 通常带与格(人)和宾格(酒杯或馈赠),表示“为某人祝酒、敬赠杯酒”。此处以 τὰ φιλήματα(接吻)充当直接宾语,构成隐喻表达,意为“我们以此互相将吻当作敬酒之礼酬答”。
