← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.1.1-2.1.3

造访闺房与赞颂玫瑰之歌

叙述者以听琴为借口前往少女闺房,少女先唱荷马史诗,随后唱起赞美玫瑰的歌,令叙述者在她的唇上仿佛看见了玫瑰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων· οὐ γὰρ ἠδυνάμην ἐμαυτοῦ κἂν ἐπ’ ὀλίγον κρατεῖν τὸ μὴ ὁρᾶν1 τὴν κόρην. Ἡ δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην· ἔπειτα δέ τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε· ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα.

我们一边相互称赞,一边向那少女的闺房走去,表面上是为了聆听琴音;因为我哪怕片刻也无法自制而不去看那少女。她先是唱了荷马史诗中野猪与雄狮的争斗;接着又用清脆的声音唱了些属于温柔诗神的歌调,因为那首歌是在赞美玫瑰。

§2.1.2

Εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον,2 οὕτως ἂν εἶχεν ὁ λόγος· “εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. Γῆς ἐστι κόσμος, φυτῶν ἀγλάισμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα.

若有人剥去歌调的曲折宛转,只说出脱去音乐律动的词句,那话语便会是如此:“倘若宙斯欲为百花立一位君王,玫瑰便当统领百花。它是大地的饰品,植物的荣光,百花的明眸,原野的红晕。

§2.1.3

Ἔρωτος πνεῖ,3 Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις τρυφᾷ, τὰ πέταλα τῷ Ζεφύρῳ γελᾷ.” Ἡ μὲν ταῦτα ᾖδεν· ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ἰδεῖν,4 ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν.

它散发着爱神的气息,迎奉阿芙洛狄忒,以芬芳的叶片为骄傲,在轻盈的花瓣中怡然自得,其花瓣向着西风含笑。”她便如此唱着;而在我看来,仿佛能看见那朵玫瑰停驻在她的双唇之上,宛若有人将花苞的圆润轮廓封存进了她嘴的形貌之中。

语法注4 条
  1. 2.1.1τὸ μὴ ὁρᾶν

    带有否定词 μή 的冠词不定式,依附于表示自制、克制的动词 ἐμαυτοῦ κρατεῖν,充当表结果或抑制对象的状态补充(“克制自己不去看”)。

  2. 2.1.2ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον

    形容词 ψιλόν 对宾语 τὸν λόγον 作谓语性修饰,ἁρμονίας 则是表示剥夺或缺乏的属格,意为“把言辞说成剥离了旋律的、赤裸的话语”。

  3. 2.1.3Ἔρωτος πνεῖ

    动词 πνέω 在此取“散发出……的气味/气息”之意,支配表示来源或质料的属格 Ἔρωτος(“散发出爱神的气息”)。

  4. 2.1.3ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ἰδεῖν

    动词 δοκέω 采用人称结构(ἐγὼ ἐδόκουν ἰδεῖν),而非无人称结构(ἐδόκει μοι),主语为“我”,表示叙述者主观的错觉与印象(“我仿佛亲眼看见……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.1.1-2.1.3