← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.19.1-1.19.3

对琉喀珀美貌的赞赏与计策初获成效

克利托丰察觉到琉喀珀对他所讲爱情故事的顺从与好感,并用原野上的繁花来极力赞美她的容貌。琉喀珀离去后,克利托丰与萨提洛斯为计谋的成功而互相自诩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19.1

Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει1 πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη· ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν,2 ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ.

我一边说着这些话,一边注视着这位少女,看她对这番关于爱情的倾听作何反应;而她暗暗表示出听得并非不悦。在我看来,孔雀那闪耀的美丽也逊色于琉喀珀的容颜。因为她身躯的秀美正与草地上的百花竞艳:面容闪烁着水仙般的色泽,脸颊浮现出玫瑰的光彩,双目的光芒宛如紫罗兰般璀璨,鬈曲的秀发比常春藤还要盘旋缠绕。

§1.19.2

Τοιοῦτος ἦν Λευκίππης ἐπὶ τῶν προσώπων ὁ λειμών. Ἡ μὲν οὖν μετὰ μικρὸν ἀπιοῦσα ᾤχετο· τῆς γὰρ κιθάρας αὐτὴν ὁ καιρὸς ἐκάλει· ἐμοὶ δὲ ἐδόκει παρεῖναι, ἀπελθοῦσα γὰρ τὴν μορφὴν ἐπαφῆκέ μου τοῖς ὀφθαλμοῖς.

琉喀珀面容之上的花原便是如此。不久之后她便抽身离去了;因为练习齐特拉琴的时刻在召唤着她;但在我看来,她仿佛依旧在场,因为她虽离去,却将自己的形貌留在了我的眼中。

§1.19.3

Ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ ὁ Σάτυρος· ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας,3 ὁ δὲ ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν.

于是我和萨提洛斯称许起自己来:我因自己的娓娓道来而称许自己,他则因替我提供了这些契机而自鸣得意。

语法注3 条
  1. 1.19.1ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει

    先取结构(prolepsis)。间接疑问从句(πῶς ἔχει...)在逻辑上的主语“少女”,被提前置于主句动词 ἐνέβλεπον 之后作与格补足语(τῇ κόρῃ),即“我注视着少女,看她处于何种状态”。

  2. 1.19.1ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν

    χρόαν 为关系宾格(表示方面的宾格)或内动宾格,说明发光的性质(“在肤色/色泽方面”),属格 ναρκίσσου 修饰 χρόαν,整句意为“面容闪烁着水仙般的色泽”。

  3. 1.19.3ἐμαυτὸν τῆς μυθολογίας

    在称赞动词 ἐπῃνοῦμεν 的支配下,被赞扬的对象为宾格(ἐμαυτόν),赞扬的原因则由属格(τῆς μυθολογίας)表示。这与后半句中表示原因的 ὅτι 从句(ὁ δὲ ὅτι...)在语义上构成并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.19.1-1.19.3