← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.2.1-2.2.6

狄俄倪索斯与葡萄酒起源的神话

克利托丰在晚宴上转述了推罗人关于葡萄采摘节的起源神话,讲述狄俄倪索斯如何将葡萄酒赐予殷勤款待他的牧牛人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων καὶ πάλιν τοῦ δείπνου καιρὸς ἦν. Ἦν γὰρ ἑορτὴ προτρυγαίου Διονύσου τότε. Τὸν γὰρ Διόνυσον Τύριοι νομίζουσιν ἑαυτῶν, ἐπεὶ καὶ τὸν Κάδμου μῦθον ᾅδουσι· καὶ τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον,1 οἶνον οὐκ εἶναί ποτε παρ’ ἀνθρώποις, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν, οὐ τὸν τῆς Βιβλίνης ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν Θρᾴκιον, οὐ Χῖον τὸν ἐκ Λακαίνης, οὐ τὸν Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας ἀποίκους εἶναι Τυρίων ἀμπέλων, τὴν δὲ πρώτην παρ’ αὐτοῖς φῦναι τῶν οἴνων μητέρα.

她方才停止了琴音,便又到了晚宴的时辰;因为当时正是提早采撷之神狄俄倪索斯的节日。推罗人本就将狄俄倪索斯视为属于自己的一员,因为他们也世代吟唱着卡德摩斯的传说;他们还讲述了这个节日起源的神话:古时人间未曾有葡萄酒,既无带有芬芳花香的黑酒,也无比布罗斯葡萄藤所产之酒,无马隆的色雷斯美酒,无用拉凯纳杯啜饮的希俄斯名酿,亦无伊卡洛斯的海岛特产;凡此种种皆是推罗葡萄藤的后裔,而最原始的葡萄酒之母乃是生于他们自己的土地。

§2.2.3

Εἶναι γὰρ ἐκεῖ φιλόξενόν τινα βουκόλον, οἷον τὸν Ἰκάριον Ἀθηναῖοι λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι πατέρα. Ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον, ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ φέρει καὶ ἅμαξα·βοῶν· ποτὸν δὲ ἦν παρ’ αὐτοῖς οἷον καὶ ὁ βοῦς ἔπινεν· οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. Ὁ Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης2 τὸν βουκόλον καὶ αὐτῷ προπίνει κύλικα φιλοτησίαν· τὸ δὲ ποτὸν οἶνος ἦν. Ὁ δὲ πιὼν ὑφ’ ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεὸν “πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν;

盖因彼处曾有一位殷勤好客的牧牛人,正如雅典人传说中的伊卡利俄斯一般,他便成了此处神话的始祖。狄俄倪索斯来到了这位牧牛人的住处,牧牛人便将土地所产与牛车所载的一切尽皆奉于神前;然而他们所有的饮品,与牛所饮之水无异,因为彼时葡萄酿造之物尚不存在。狄俄倪索斯因牧牛人的殷勤厚意而称赞他,并向他举杯敬以情谊之盏——那饮品便是葡萄酒。牧牛人饮后在欢愉之中如痴如狂,对神说道:“异乡人啊,你从何处得来这紫红色的水?

§2.2.5

οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. Τὸ μὲν γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν· τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι3 μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς.” Καὶ ὁ Διόνυσος ἔφη “τοῦτό ἐστιν ὀπώρας ὕδωρ.” Ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον, καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς τὴν ἄμπελον “τοῦτο μέν ἐστιν” ἔφη “τὸ ὕδωρ, τοῦτο δὲ ἡ πηγή.” Ὁ μὲν οὖν οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος, ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.

它绝非流淌在泥土中的那种水。那种水流入胸膛,所带欢愉微乎其微;而这种水在入口之前便已悦人鼻息,触碰时虽觉清凉,一跃入腹中却自下而上点燃了欢愉的烈焰。”狄俄倪索斯便说:“这是果实之水。”神便领着牧牛人来到葡萄藤前,手摘数串葡萄,一边挤压出汁,一边指着藤蔓说道:“这便是水,而这便是源泉。”推罗人的传说记载,葡萄酒便是如此传至人间的,他们亦在那一日为这位神明举行盛大的节庆。

语法注3 条
  1. 2.2.2τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον

    τῆς ἑορτῆς 为修饰 πατέρα 的属格,“节日的父亲”意即“节日的起源/创作者”。πατέρα 与 μῦθον 构成同位语或谓语名词结构,意为“讲述了作为该节日源头的神话”。

  2. 2.2.4τῆς φιλοφροσύνης

    与赞美动词 ἐπαινεῖ 连用的原因属格,表示狄俄倪索斯称赞牧牛人的缘由(“因其殷勤好客”)。

  3. 2.2.5θιγόντι

    动词 θιγγάνω 的不定过去时主动分词阳性单数与格,作判断者与格或关系与格(dative of reference),表示体验者的视角(“对触摸者而言”或“触之”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.2.1-2.2.6