- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.9.1-1.9.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰向克莱尼亚斯倾诉自己对琉喀珀的炽烈爱意与失眠之苦,克莱尼亚斯则点明同住一屋乃是莫大的机缘,并传授如何凭借朝夕相处与日常亲近赢得少女芳心。
Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο· πῶς ἴδοιμι, πῶς πάθοιμι,1 τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν “οὐ φέρω” λέγων “Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν ὁ ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων· πάντοτε Λευκίππην φαντάζομαι. Οὐ γέγονεν ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα· τὸ γὰρ κακόν μοι καὶ συνοικεῖ.” Καὶ ὁ Κλεινίας “ληρεῖς” εἶπεν “οὕτως εἰς ἔρωτα εὐτυχῶν. Οὐ γὰρ ἐπ’ ἀλλοτρίας θύρας ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν· αὐτήν σοι δέδωκε τὴν ἐρωμένην ἡ τύχη καὶ φέρουσα ἔνδον ἵδρυσεν.
我向克莱尼亚斯倾诉起自己的遭遇是如何发生的:我是如何看见她,如何坠入情网,以及留宿、晚宴和那少女的芳容。在叙述的结尾,我自知失态,说道:“克莱尼亚斯,我再也忍受不了这般折磨了。爱神已倾全力向我袭来,将睡眠从我的双眼中驱逐殆尽;我的脑海中时刻浮现出琉喀珀的容颜。从没有任何人遭遇过这般的厄运;因为这灾祸竟然与我同住在一个屋檐下。” 克莱尼亚斯说道:“你在爱情上如此幸运,说的却全是一派胡言!你既不必去敲陌生人家的门户,也不必去恳求仆役;命运女神将心上人本人赐予了你,将她带入家中安置。
Ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ τὸ βλέμμα μόνον ἤρκεσε τῆς ἐρωμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενόμικεν ἐραστὴς ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν ἂν τύχωσι κἂν ῥήματος μόνον· σὺ δὲ καὶ βλέπεις ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις.
因为对于别的恋人而言,哪怕仅仅得到心仪少女的一瞥便心满意足了,恋人只要在目光上有所斩获,就已将其视为莫大的幸事,而那些更幸福的恋人,哪怕只得到一句话便觉足矣;你却时刻能见到她,时刻能听到她,与她共进晚宴,与她同桌共饮。
Καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς; ἀχάριστος εἶ πρὸς ἔρωτος δωρεάν. Οὐκ οἶδας οἷόν ἐστιν ἐρωμένη βλεπομένη· μείζονα τῶν ἔργων ἔχει τὴν ἡδονήν. Ὀφθαλμοὶ γὰρ ἀλλήλοις ἀντανακλώμενοι ἀπομάττουσιν ὡς ἐν κατόπτρῳ τῶν σωμάτων τὰ εἴδωλα, ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δι’ αὐτῶν εἰς τὴν ψυχὴν καταρρέουσα ἔχει τινὰ μίξιν ἐν ἀποστάσει· καὶ γλυκίων ἐστὶ τῆς τῶν σωμάτων μίξεως· καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. Ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι· μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. Ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον.
坐拥这等幸运,你竟然还抱怨?你对爱神的恩赐真是太不知感恩了。你根本不知道凝视心上人是怎样一种滋味;它所蕴含的愉悦甚至胜过肉体的交欢。因为彼此相照的双眸会像镜子一样映刻出彼此的身影,而那透过双眼流泻进心灵的美的流溢,能在距离之中成就某种契合;而且这比肉体的交合更加甜美,因为这乃是肉体全新方式的交缠。不过我向你预言,那最终的结合也很快便会实现;因为与心上人持续不断的交谈,乃是促成倾心相许的最大依仗。眼睛是爱意的使者,而朝夕相处的亲昵则更能有效地赢得芳心。
Εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθασεύεται, πολὺ μᾶλλον ταύτῃ μαλαχθείη καὶ γυνή. Ἔχει δέ τι πρὸς παρθένον ἐπαγωγὸν ἡλικιώτης ἐρῶν· τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι2 τίκτει πολλάκις ἀντέρωτα. Θέλει γὰρ ἑκάστη τῶν παρθένων εἶναι καλὴ καὶ φιλουμένη χαίρει καὶ ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα·3 κἂν μὴ φιλήσῃ τις αὐτήν, οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.” “Πῶς ἂν οὖν” εἶπον “γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. Τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; Οὐκ οἶδα γὰρ τὰς ὁδούς.”
既然凶猛的野兽尚能因日久习惯而被驯服,女人自然更能通过这种途径被打动。况且,同龄青年的爱慕对少女本就有一种莫大的诱惑力;而在青春妙龄催动天性的冲动,加之意识到自己被人所爱,往往会催生出同样的回应。每一个少女都渴望自己貌美,因被人爱慕而欢喜,并因那份爱意证实了自己的美貌而赞赏求爱之人;倘若无人爱她,她便不敢确信自己是美丽的。因此我只劝你一件事:让她确信自己正被你深爱着,她很快便会效仿你的爱意。” “那么,”我说道,“这则预言究竟怎样才能实现?请赐予我法门吧;因为你比我更早入教,对这位神明的秘仪也更加谙熟。我该说些什么?我该做些什么?我究竟怎样才能赢得心上人?因为我对这其中的门径一无所知。”
- 1.9.1πῶς ἴδοιμι, πῶς πάθοιμι
间接疑问句中的斜格希求语气。主句动词 καταλέγω 为历史现在时,用于生动叙述过去发生之事,因而从句中原本应使用过去时直陈式(πῶς εἶδον, πῶς ἔπαθον)的动作按照次要时态序列转变为希求语气。
- 1.9.6τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι
动词 τίκτει 的并列主语结构。带冠词的中性现在分词短语 τὸ ... ἐπεῖγον(“促使……的事物/冲动”)与带冠词的中性完成时分词短语 τὸ συνειδός(“自觉/意识到”)由 καί 并列连接,共同构成句子的主语。
- 1.9.6ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα
动词 ἐπαινέω 搭配宾格补足语(τὸν φιλοῦντα,赞赏的对象)与原因属格(τῆς μαρτυρίας,赞赏的缘由),意为“因求爱者见证了(证实了自身的魅力)而赞赏/悦纳他”。
