- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.10.1-1.10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱尼亚斯指出爱欲的技艺乃神明自悟所赐,劝诫克利托丰切勿对少女直言肉欲,应在沉默中推进,并指导他分辨女子的抗拒究竟是坚拒还是为了掩饰羞耻的表演,从而机智应对。
“Μηδὲν” εἶπεν ὁ Κλεινίας “πρὸς ταῦτα ζήτει παρ’ ἄλλου μαθεῖν· αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς σοφιστής.1 Ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς διδάσκει τὴν τροφήν ʽαὐτόματα γὰρ ἐκμανθάνει καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν̓, οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται διδασκαλίας πρὸς τὸν τοκετόν.
“关于这些事,”克莱尼亚斯说道,“不要寻求从别人那里去学;因为爱神本就是一位无师自通的导师。正如没有人会教初生的婴儿如何进食——因为他们无师自通,知道自己的餐桌就在乳房上——初次孕育爱意的青年同样不需要临盆的教导。
Ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν ὑπ’ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ.2 Ὅσα δ’ ἐστὶ κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. Μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον ἀφροδίσιον, τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. Παῖς γὰρ καὶ παρθένος ὅμοιοι μὲν εἰς αἰδῶ· πρὸς δὲ τὴν τῆς Ἀφροδίτης χάριν κἂν γνώμην ἔχωσιν, ἃ πάσχουσιν ἀκούειν οὐ θέλουσι· τὴν γὰρ αἰσχύνην κεῖσθαι νομίζουσιν ἐν τοῖς ῥήμασι.
因为一旦阵痛来临,必然的产期已至,即便你是初次受孕,也绝不会迷茫,自会在神明亲手接生之下找到分娩之道。至于那些普适的、不需要依赖适时机运的道理,你且听好并记在心里。切不可对少女说任何涉及肉欲的话,却当寻求如何在沉默中促成那最终的结合。因为少年和少女在羞耻心上是相似的;纵使他们对阿佛洛狄忒的恩惠心怀默许,也不愿亲耳听闻自己将要承受之事;因为他们认为羞耻全在于言语之间。
Γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται· τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει.3
成年的妇人甚至因露骨的言语而欢悦;少女则能将恋人们远远的暗送秋波当作试探来承受,并在不知不觉中以眼神相许;可你若是径直走上前去索求肉体之事,你的声音便会惊骇她的双耳,她会面红耳赤,厌弃这言语,感觉如同遭受侮辱,即便她本想允诺施恩,也会深感羞愧;因为当她从言语的愉悦中听到这番索求时,便觉得自己已然遭受了那桩事。
Ἐὰν δὲ τὴν πεῖραν προσαγαγὼν τὴν ἄλλην καὶ εὐάγωγον αὐτὴν παρασκευάσας ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίῳ, φίλησον δὲ προσελθὼν ἠρέμα· τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι, πρὸς ἀπειθοῦσαν δὲ ἱκετηρία.
因此,当你施展其他试探令她变得顺从、并已能欣然接近时,且要像在秘仪中一般多加沉默,走上前去轻轻吻她;因为恋人对爱人的亲吻,若面对的是愿顺从者便是一种索求,若面对不顺从者则是一种恳求。
Κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. Μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην ἴδῃς, ἀλλ’ ἐπιτήρει πῶς ἀνθίσταται· σοφίας γὰρ κἀνταῦθα δεῖ.
即便有了成事的默契,女人们往往即使自愿走向结合,也渴望装作被迫的样子,好以无可奈何的名义摆脱自愿所带来的羞耻。因此,若见她抗拒,切莫退缩,而是要仔细观察她是如何抗拒的;因为在此处同样需要智慧。
Κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν· οὔπω γὰρ πείθεται· ἐὰν δὲ μαλθακώτερον ἤδη θέλῃς, χορήγησον τὴν ὑπόκρισιν,4 μὴ ἀπολέσῃς σου τὸ δρᾶμα.”
倘若她执意坚拒,你且收敛强力,因为她尚未被真正说服;但若她的抗拒已然变得柔和,你便配合她的这番扮演,切莫毁了你的这场戏。”
- 1.10.1αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς σοφιστής
名词 σοφιστής 作表语,受形容词 αὐτοδίδακτος 修饰,意为“这位神明乃是无师自通的导师”。此处将爱神艾罗斯比作教授性爱与说服之术的智者教师。
- 1.10.2εὑρήσεις τεκεῖν ὑπ’ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ
动词 εὑρήσεις 搭配不定式 τεκεῖν,意为“将找到分娩之法/得以顺利产出”。分词 μαιωθείς(被助产/接生)与主语一致,借用了苏格拉底式的助产术隐喻,将爱神视作接生者。
- 1.10.4τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει
由 τότε... ὅτε(在……之时,就在那时)构成的相关结构。介词短语 ἐκ τῆς τῶν λόγων ἡδονῆς(源于言语的愉悦)修饰 τὴν πεῖραν 或表示动作源头。句意指少女的心理:仅仅听到露骨言语所传递的企图,便自以为已经遭受了实际的交合行为(τὸ ἔργον)。
- 1.10.7ἐὰν δὲ μαλθακώτερον ἤδη θέλῃς, χορήγησον τὴν ὑπόκρισιν
写本多作第二人称 θέλῃς(如果你意愿),亦有学者校作第三人称 θέλῃ(若她意愿)。此句与上句的 προσκαρτερῇ(若她坚决抵抗)相对,副词 μαλθακώτερον(更为柔和地/软弱地)指抵抗减弱时的态势。克莱尼亚斯以戏剧隐喻(χορήγησον τὴν ὑπόκρισιν,即“出资赞助表演/配合演戏”)劝告克利托丰配合女子的佯作抵抗,以免坏了整出好戏。
