← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.8.1-1.8.11

克莱尼亚斯痛斥女人与婚姻的危害

克莱尼亚斯得知沙里克勒斯的婚讯后,引述诸多神话祸患痛斥女人的危害与婚姻的苦难,恳求他拒绝婚事,沙里克勒斯却为了排遣忧愁而骑上受赠的骏马出发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.1

Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Κλεινίας, ὠχρίασεν. Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. “Γάμον” εἶπεν “ἤδη σοι δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκηκας, ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος “τοῖς δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες;” Αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει· κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ’ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν· “Ἀτυχὴς ὁ μέλλων γαμεῖν· ἐπὶ πόλεμον, δοκῶ μοι, πέμπεται.” Ἀλλ’ εἰ μὲν ἰδιώτης ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν δράματα· νῦν δὲ κἂν ἄλλοις λέγοις ὅσων ἐνέπλησαν μύθων γυναῖκες τὴν σκηνήν. Ὅρμος Ἐριφύλης, Φιλομήλας ἡ τράπεζα, Σθενεβοίας ἡ διαβολή, Ἀερόπης ἡ κλοπή, Πρόκνης ἡ σφαγή.

克莱尼亚斯一听此话,脸色登时发白。于是他极力怂恿少年拒绝这门婚事,并痛骂起整个女性群体:“你父亲如今竟要给你娶妻吗?你究竟犯了什么过错,竟要遭受这般锁链的羁绊?你难道没听过宙斯所说的话吗:‘我要给他们一样灾害来代替火,使他们人人都满心欢喜,爱抚着属于自己的灾难’?这便是女人们所给予的欢娱,它恰如塞壬的天性,因为塞壬也是用歌声的欢娱来杀人性命。单从婚礼本身的排场,你也能看出这灾祸之巨。笛声喧闹,双扇门砰砰作响,火炬列队照耀。任何人看到这般嘈杂骚乱都会说:‘这将要结婚的人真是不幸;依我看,他简直是被送上战场。’倘若你是个不通文墨的外行,或许还不知道女人们所招致的种种悲剧;但如今你甚至能向别人历数,女人们用多少传说填满了戏剧舞台:埃里菲勒的项链、菲洛墨拉的宴席、斯忒诺波亚的诬陷、埃洛珀的盗窃、普罗克涅的屠戮。

§1.8.5

Ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ· ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς,1 πένθος αὑτῷ προξενεῖ· ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην ἡ γυνή.

阿伽门农若贪恋克律塞伊斯的美貌,便给希腊人招来瘟疫;阿喀琉斯若贪恋布里塞伊斯的美貌,便给自己带来悲痛;坎道勒斯若娶了个美貌的妻子,这妻子便杀死了坎道勒斯。

§1.8.6

Τὸ μὲν Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ, ὁ δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; Ἀπέκτεινεν Ἱππόλυτον φιλοῦσα Φαίδρα, Κλυταιμνήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. Ὦ πάντα τολμῶσαι γυναῖκες· κἂν φιλῶσι, φονεύουσι· κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ·2 καὶ ταύτην ἀπέκοψεν, ὦ Ζεῦ, τὴν κεφαλὴν γυνή.

海伦婚礼的火焰引燃了焚毁特洛伊的另一把大火,而贞洁的珀涅罗珀的婚事又断送了多少求婚者?淮德拉因爱而杀死了希波吕托斯,克吕泰涅斯特拉却因不爱而杀死了阿伽门农。啊,胆大妄为的妇人们!她们若是爱,便要杀人;若是不爱,也要杀人。阿伽门农那般英俊,拥有天神般的容貌,眼目与头颅犹如喜好雷霆的宙斯,竟落得被杀的下场;而砍下这颗头颅的,宙斯啊,竟然是个女人!

§1.8.8

Καὶ ταῦτα μὲν περὶ τῶν εὐμόρφων ἂν εἴποι τις γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα· τὸ γὰρ κάλλος ἔχει παρηγορίαν τῶν κακῶν, καὶ τοῦτ’ ἔστιν ἐν ἀτυχήμασιν εὐτύχημα· εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, ἡ συμφορὰ διπλῆ. Καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν;3

这番话尚且是针对美貌女子而言的,在她们身上,不幸至少还算有所克制;因为美貌能抚慰灾难,这也算是不幸中的万幸。但若如你所说,她连美貌都没有,那灾祸便是双重的了。又有谁能够忍受,更何况还是一个如此俊美的少年?

§1.8.9

Μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι τοῦ γάμου τὸ ἀτύχημα· μαραίνει τὴν ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς· μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ γεωργῷ.” Καὶ ὁ Χαρικλῆς “ταῦτα μὲν” ἔφη “θεοῖς κἀμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ’ ἂν γένοιτο κἀν νυκτὶ μιᾷ.

看在诸神的份上,沙里克勒斯,看在我的份上,千万莫要现在就沦为奴隶,也莫要未到成熟之时就折损了青春的花朵。因为除了其他危害之外,婚姻还有这样一种不幸:它会摧残一个人的华年。我求求你,沙里克勒斯,看在我的份上,切莫现在就枯萎;莫要把一朵美丽的玫瑰交由一个丑陋的花匠去采摘。”沙里克勒斯答道:“这些事自有诸神与我自己去操心;毕竟离婚期尚有数日之久,单单一个夜晚便能发生许多变故。

§1.8.11

Τὸ δὲ νῦν ἔχον ἐφ’ ἱππασίαν ἄπειμι. Ἐξὅτου γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.” Ὁ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι.4

眼下我且去骑马消遣。自你把那匹良马赠予我之后,我还不曾享用过你的馈赠。这场奔跑操练或许能减轻我心中的忧伤。”于是他踏上了最后的旅程,去迎接这既是初次也是诀别的骑乘。

语法注4 条
  1. 1.8.5ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς

    此处省略了谓语动词 ποθῇ,承前一分句 ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ 而来,系对称句式中的动词承前省略。

  2. 1.8.7ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ

    宾格 ὄμματα καὶ κεφαλὴν 作形容词 ἴκελος(相像的)的关系宾格(表示在哪些方面相似),直接化用了荷马《伊利亚特》2.478的史诗句式。

  3. 1.8.8καὶ ταῦτα μειράκιον οὕτω καλόν

    短语 καὶ ταῦτα 是表示“何况是/而且还是……”的惯用表达,此处在省略分词(如 ὤν)的情况下直接后接中性主格名词短语 μειράκιον οὕτω καλόν(作主语 τις 的同位语),起让步或强调作用。

  4. 1.8.11ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι

    中性复数宾格 ὕστατα καὶ πρῶτα 作副词性修饰语修饰不定式 ἱππάζεσθαι,意为“最后一次也是第一次”;将来分词 μελλήσων 与主句动词 ἀπῄει 搭配,表示即将发生的动作或目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.8.1-1.8.11