- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.7.1-1.7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰前去拜访钟情于少年的年长表兄克莱尼亚斯,坦承自己如今也沦为爱欲的奴隶;正交谈间,克莱尼亚斯的心上人沙里克勒斯因父亲强加的一桩荒谬婚事而惊慌绝望地奔了进来。
Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς,1 ἔρωτι τετελεσμένος· μειρακίου δὲ ὁ ἔρως ἦν. Οὕτω δ’ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριάμενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον.
我有一位表兄名叫克莱尼亚斯,是个孤儿,年纪尚轻,比我的岁数大上两岁,已深通情爱的奥秘;而他所爱慕的是一个少年。他对那少年的心意极其殷勤炽烈,以致他买了一匹马后,少年一见之下赞赏了几句,他便立刻把马牵去送给了对方。
Ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας,2 ὅτι σχολάζει φιλεῖν καὶ δοῦλός ἐστιν ἐρωτικῆς ἡδονῆς· ὁ δέ μοι μειδιῶν καὶ τὴν κεφαλὴν ἐπισείων ἔλεγεν “ἔσῃ ποτὲ καὶ σύ μοι δοῦλος ταχύ.” Πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρακαθισάμενος “ἔδωκα” ἔφην “ὦ Κλεινία, σοι δίκην τῶν σκωμμάτων· δοῦλος γέγονα κἀγώ.” Ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν, καὶ “ἐρᾷσ” εἶπεν “ἐρᾷς ἀληθῶς· οἱ ὀφθαλμοί σου λέγουσιν.” Ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς εἰστρέχει ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίᾠ τεθορυβημένος “οἴχομαί σοι”3 λέγων “Κλεινία.” Καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος, καὶ τῇ φωνῇ τρέμων “ἀποκτενεῖσ” εἶπε “σιωπῶν· τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;” Καὶ ὁ Χαρικλῆς “γάμον” εἶπεν “ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ κακῷ· πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ· ἐὰν δὲ καὶ ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν.
因此我常常嘲笑他不辨轻重,成日耽溺于爱欲,沦为情乐的奴隶;他却总是向我微笑,摇着头说:“有朝一日你也会沦为奴隶,而且很快就会如此。”于是我走向他,同他寒暄并在他身旁坐下,说道:“克莱尼亚斯,我已为昔日的讥讽向你偿还了代价:我也成了奴隶。”他拍手大笑起来,起身亲吻我的面孔——那上面满是相思不眠的痕迹——并说:“你恋爱了!你真的恋爱了;你的眼睛已全说了出来。”正当他说着这番话时,沙里克勒斯(这便是那少年的名字)神色慌张地奔了进来,口中喊道:“克莱尼亚斯,我全完了!”克莱尼亚斯也随之叹息,仿佛整颗心都系在少年的性命上,声音颤抖着说:“你若沉默不语,便会要了我的命;究竟是何事令你烦忧?我该去与谁相争?”沙里克勒斯答道:“父亲正在为我张罗婚事,且是同一个丑陋的少女成婚,好让我与双重的灾祸同居。因为女人即便是貌美,本身已是件祸害;若再加上丑陋的厄运,那祸害便是双重的了。
Ἀλλὰ πρὸς τὸν πλοῦτον ὁ πατὴρ ἀποβλέπων σπουδάζει τὸ κῆδος· ἐκδίδομαι ὁ δυστυχὴς τοῖς ἐκείνης χρήμασιν,4 ἵνα γήμω πωλούμενος.”
然而父亲贪图财富,一心要促成这门亲事;可怜的我,竟为了那女人的钱财被当作新娘般出嫁,好教我像被典卖一样去成婚。”
- 1.7.1δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς
完成时分词 ἀναβεβηκώς 表示年龄上的超出或增长,支配表示程度的宾格 δύο ἔτη(两岁)以及表示比较基准的属格 τῆς ἡλικίας τῆς ἐμῆς(我的年龄),意为“比我的岁数超出两岁”(即“比我大两岁”)。
- 1.7.2Ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας
动词 σκώπτω(嘲讽、戏弄)支配被嘲讽对象的宾格(αὐτόν)以及表示缘由或罪柄的属格(τῆς ἀμεριμνίας,“因其玩世不恭/漫不经心”)。
- 1.7.4οἴχομαί σοι
动词 οἴχομαι 虽为现在时形式,却含有完成时的含义(“我完了”、“我灭亡了”)。与格 σοι 为情态与格(伦理与格,dativus ethicus),表达与听话者之间深切的情感关联(“对你而言”、“在你的眼前”)。
- 1.7.5ἐκδίδομαι ὁ δυστυχὴς τοῖς ἐκείνης χρήμασιν
动词 ἐκδίδωμι 通常指父亲将女儿“出嫁”;此处被动语态 ἐκδίδομαι 却被青年沙里克勒斯用于自身,是一种充满自嘲与讽刺的修辞表达,将自己比作因贪图钱财而被变卖出嫁的新娘。τοῖς ἐκείνης χρήμασιν 为表示手段或代价的与格。
