- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.6.1-1.6.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宴后克利托丰因相思而彻夜难眠,抒发了灵魂之痛在夜间加剧的感慨;破晓微憩时他梦见勒基珀,次日又借读书之名在门前徘徊偷窥。
Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς, οἱ μὲν ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων, τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι1 καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι.
到了傍晚,女人们先去歇息,不久我们也各自就寝。其他人是以肚腹来衡量快乐,我却是把筵席盛在眼中;少女的容颜教我饱足,这未掺杂的胜景令我甘餍,以致我沉醉在情爱之中退离席间。
Ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ἔνθα μοι καθεύδειν ἔθος ἦν, οὐδὲ ὕπνου τυχεῖν ἠδυνάμην. Ἔστι μὲν γὰρ φύσει καὶ τἆλλα νοσήματα καὶ τὰ τοῦ σώματος τραύματα νυκτὶ χαλεπώτερα, καὶ ἐπανίσταται μᾶλλον ἡμῖν ἡσυχάζουσι καὶ ἐρεθίζει τὰς ἀλγηδόνας· ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν· τὰ δὲ τῆς ψυχῆς τραύματα μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ.2 Ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπερισπῶντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς· ἐὰν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ’ ἑαυτὴν ἡ ψυχὴ γενομένη τῷ κακῷ κυμαίνεται.
然而当我走进向来习惯歇息的卧室,竟连觉也睡不成。按常理,寻常疾患与肉体创伤在夜里本就更为剧烈,在我们静卧歇息时越发向我们袭来,撩拨起诸般痛楚;因为当肉体安歇之际,那创口便有了作痛发作的闲暇;而肉体不动之时,心灵的创痛更会带来深得多的苦楚。盖因白昼之中,耳目充塞着各色新奇见闻,尚可缓解病势的高峰,把灵魂从沉溺于痛苦的空闲中引开;可一旦肉体被静寂缚住,灵魂便落入独处,因自身的祸患而波澜翻覆。
Πάντα γὰρ ἐξεγείρεται τότε τὰ τέως κοιμώμενα· τοῖς πενθοῦσιν αἱ λῦπαι, τοῖς μεριμνῶσιν αἱ φροντίδες, τοῖς κινδυνεύουσιν οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. Περὶ δὲ τὴν ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον.
那时,一切平日沉睡之物俱皆苏醒:哀恸者得其悲痛,忧患者得其烦虑,涉险者得其惊惧,而相思者得其烈火。直到黎明时分,方有一阵睡眠怜悯了我,让我稍得喘息。
Ἀλλ’ οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν ἡ κόρη· πάντα γὰρ ἦν μοι Λευκίππη τὰ ἐνύπνια· διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας. Καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν· ὥστ’ ἐπειδή με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ὡς ἀπολέσας ὄνειρον οὕτω γλυκύν.
但即便在那时,少女也未尝肯离开我的灵魂,因我梦中所见尽是勒基珀。我与她交谈、同她戏耍、与她共膳、与她相触,享受着胜过白日的诸般美事。我甚至亲吻了她,且那亲吻真实无妄;以致僮仆唤醒我时,我深怨他来得不合时宜,因为我失去了如此甜美的梦境。
Ἀναστὰς οὖν ἐβάδιζον ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ πρόσωπον τῆς κόρης βιβλίον ἅμα κρατῶν, καὶ ἐγκεκυφὼς ἀνεγίνωσκον· τοῖς δὲ ὀφθαλμοῖς, εἰ κατὰ τὰς θύρας γενοίμην,3 ἐπίλλιζον κάτωθεν, καί τινας περιπατήσας διαύλους καὶ ἐποχετευσάμενος ἐκ τῆς θέας ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν ψυχὴν κακῶς. Καὶ ταῦτά μοι τριῶν ἡμερῶν ἐπυρσεύετο.4
于是我起身,特意拿着一卷书,从少女面前走向宅邸内院,俯首诵读;但每当行至门前,我便从下方暗送秋波。如此来回踱了几个回合,从凝视中汲取了爱意,我显然满怀痛苦地离去了。这般煎熬在我心中整整延烧了三日。
- 1.6.1τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι
被动分词 γεμισθείς(被充满)通过 καί 同时连接了表示内容/质料的属格(τῶν τῆς κόρης προσώπων)与表示手段/方式的与格(ἀκράτῳ θεάματι),体现了同一动词支配不同格的修辞性交错句法。
- 1.6.3τὰ δὲ τῆς ψυχῆς τραύματα μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ
中性复数主语短语 τὰ τῆς ψυχῆς τραύματα 依雅典惯用法与第三人称单数动词 ὀδυνᾷ 搭配。此处的 ὀδυνᾷ 作不及物用法,意为“剧烈作痛/带来苦痛”。
- 1.6.6εἰ κατὰ τὰς θύρας γενοίμην
εἰ 搭配希求法(γενοίμην)表示过去重复发生的普遍假定或时间条件(“每当来到门前时”),与主句的未完成过去时动词 ἐπίλλιζον(斜视、暗送秋波)相呼应。
- 1.6.6τριῶν ἡμερῶν ἐπυρσεύετο
τριῶν ἡμερῶν 为表示时间的属格(“在三日之内/整整三日”)。动词 ἐπυρσεύετο 采用被动态,比喻性地表示“如火炬般延烧”,指内心的相思之火持续燃烧了三日。
