← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.5.1-1.5.7

宴席上的凝望与阿波罗之歌

经由父亲巧妙的座次安排,青年得以在宴席上与心仪的少女正对而坐,凝望出神。宴毕,僮仆弹唱阿波罗追逐达芙涅的爱情故事,促使青年借神明的先例为自己的情欲开脱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

Αἱ μὲν δὴ κατήγοντο πρὸς ἡμᾶς, καὶ αὐταῖς ὁ πατὴρ μέρος τι τῆς οἰκίας ἀποτεμόμενος εὐτρεπίζει δεῖπνον. Καὶ ἐπεὶ καιρὸς ἦν, συνεπίνομεν κατὰ δύο τὰς κλίνας διαλαχόντες, οὕτω γὰρ ἔταξεν ὁ πατήρ· αὐτὸς κἀγὼ τὴν μέσην, αἱ μητέρες αἱ δύο τὴν ἐν ἀριστερᾷ, τὴν δεξιὰν εἶχον αἱ παρθένοι. Ἐγὼ δὲ ὡς ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν κατεφίλησα1 τὸν πατέρα, ὅτι μοι κατ’ ὀφθαλμοὺς ἀνέκλινε τὴν παρθένον.

她们遂住入我们家中,父亲为她们拨出宅邸的一部分,备下晚宴。到了时候,我们便两人共用一张卧榻同饮,因父亲正是如此安排的:他与我居于中央的卧榻,两位母亲居于左侧,右侧则留给少女们。当我听闻这绝妙的座次安排时,几乎忍不住走上前去亲吻父亲,因为他竟让那少女正对着我的眼帘斜卧。

§1.5.3

Τί μὲν οὖν ἔφαγον, μὰ τοὺς θεούς, ἔγωγε οὐκ ᾔδειν, ἐῴκειν γὰρ τοῖς ἐν ὀνείροις ἐσθίουσιν· ἐρείσας δὲ κατὰ τῆς στρωμνῆς τὸν ἀγκῶνα καὶ ἐγκλίνας ἐμαυτόν, ὅλοις ἔβλεπον τὴν κόρην τοῖς προσώποις, κλέπτων ἅμα τὴν θέαν· τοῦτο γάρ μοι ἦν τὸ δεῖπνον.

凭诸神起誓,我究竟吃了些什么,自己全无知觉;因为我仿若在梦中进食之人。我把手肘支在榻褥上,倾斜着身子,满面全神贯注地凝视着少女,同时又暗暗偷瞄;因为这便是我的晚宴。

§1.5.4

Ὡς δὲ ἦμεν ἀπὸ τοῦ δείπνου, παῖς εἰσέρχεται κιθάραν ἁρμοσάμενος, τοῦ πατρὸς οἰκέτης, καὶ ψιλαῖς τὸ πρῶτον διατινάξας ταῖς χερσὶ τὰς χορδὰς ἔκρουε καί τι κρουμάτιον λιγήνας ὑποψιθυρίζουσι τοῖς δακτύλοις, μετὰ τοῦτο ἤδη τῷ πλήκτρῳ τὰς χορδὰς ἔκρουε, καὶ ὀλίγον ὅσον κιθαρίσας συνῇδε τοῖς κρούμασι.

宴席散后,一个僮仆走入席间,那是父亲的家奴,手中已调好基萨拉琴的弦音;起初他只用空手弹弄拨动琴弦,指尖低回微语,奏出一段清越的小调,随后便改用拨子击弦,稍加弹奏后,便伴着琴声歌唱起来。

§1.5.5

Τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος2 τὴν Δάφνην φεύγουσαν καὶ διώκων ἅμα καὶ μέλλων καταλαμβάνειν καὶ γινομένη φυτὸν ἡ κόρη καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. Τοῦτό μοι μᾶλλον τὴν ψυχὴν ἐξέκαυσεν· ὑπέκκαυμα γὰρ ἐπιθυμίας λόγος ἐρωτικός· κἂν εἰς σωφροσύνην τις ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν ἐρεθίζεται, μάλισθ’ ὅταν ἐκ τοῦ κρείττονος ᾖ τὸ παράδειγμα· ἡ γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς3 τῷ τοῦ βελτίονος ἀξιώματι παρρησία γίνεται.

那歌声唱的是阿波罗责怨奔逃的达芙涅,一边追逐且即将把她擒获,少女化为树木,阿波罗又以那树木为冠戴在头上。这越发点燃了我的灵魂;因为言及情爱的辞句正是欲望的引火之柴。即便有人告诫自己要自制,也会因榜样而受到撩拨去加以效仿,尤其是当这榜样来自更高贵者之时;因为人对自己过犯所怀的羞愧,在更优越者的威严之下便会化为无所顾忌。

§1.5.7

Καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ἰδοὺ καὶ Ἀπόλλων ἐρᾷ, κἀκεῖνος παρθένου, καὶ ἐρῶν οὐκ αἰσχύνεται, ἀλλὰ διώκει τὴν παρθένον· σὺ δὲ ὀκνεῖς καὶ αἰδῇ καὶ ἀκαίρως σωφρονεῖς; μὴ κρείττων εἶ τοῦ θεοῦ;”4

于是我对自己说道:“瞧啊,连阿波罗也在恋爱,且同样恋着一位少女;而他身陷爱恋却不以为耻,反而去追逐那少女。难道你还要退缩、羞怯、不合时宜地讲求克制吗?难道你竟比神明还要高贵不成?”

语法注4 条
  1. 1.5.2μικροῦ προσελθὼν κατεφίλησα

    属格 μικροῦ(系省略 δεῖν 的惯用语 μικροῦ δεῖν)与不定过去时直陈语气(κατεφίλησα)连用,构成表示“差一点做某事”的习惯表达。此处未加 ἄν,仅以直陈语气不定过去时传达未遂的反事实语气。

  2. 1.5.5Τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος

    作为系动词 ἦν 的表语,作者并未采用常见的从属从句(如 ὅτι 从句或带不定式的宾格),而是并列使用了一系列“主格名词+分词”结构(Ἀπόλλων μεμφόμενος ... καὶ γινομένη φυτὸν ἡ κόρη ...)。这种生动的描绘性句式将歌唱内容直接作为充满画面感的主格场景展现出来。

  3. 1.5.6ἡ γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς

    关系代词 ὧν 兼含先行词(相当于 τούτων ἅ)。在从句中它原本应作动词 ἁμαρτάνει 的宾格宾语(ἅ),但受主句名词 αἰδώς 所要求的宾格性属格影响而发生了格同化(attractio relativi),意为“人对其所犯过错之羞耻”。

  4. 1.5.7μὴ κρείττων εἶ τοῦ θεοῦ;

    由否定小品词 μή 引导直陈语气的直接疑问句。这种疑问句预设否定的回答(“绝非如此”),属于修辞性反问,意在自责反讽:“难道你竟比神明还要优越不成?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.5.1-1.5.7