← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.4.1-1.4.5

莱基珀的到来与克利托丰的一见钟情

读罢来信,希庇亚斯奔往海边并迎回前来的女眷;克利托丰初见莱基珀的绝美姿容便一见钟情,陷入激烈的心绪挣扎之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.1

Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλατταν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. Εἵποντο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος ἔτυχε ταῖς γυναιξίν·1 ἐν μέσοις δὲ ἦν γυνὴ μεγάλη καὶ πλουσία τῇ στολῇ.

父亲读完这些,便跳了起来,奔向海边,不多时便又折返回来。在他身后跟随着大队家奴和侍女,这是索斯特拉托斯恰好随同妇人们一同遣送而来的;而在他们中间,有一位身形高大、衣着华贵的妇人。

§1.4.2

Ὡς δὲ ἐνέτεινα τοὺς ὀφθαλμοὺς ἐπ’ αὐτήν, ἐν ἀριστερᾷ παρθένος ἐκφαίνεταί μοι, καὶ καταστράπτει μου τοὺς ὀφθαλμοὺς τῷ προσώπῳ.

当我将目光投向她时,左边向我显现出一位少女,她的容貌如闪电般眩花了我的双眼。

§1.4.3

Τοιαύτην εἶδον ἐγώ ποτε ἐπὶ ταύρῳ γεγραμμένην Σελήνην· ὄμμα γοργὸν ἐν ἡδονῇ· κόμη ξανθή, τὸ ξανθὸν οὖλον· ὀφρὺς μέλαινα, τὸ μέλαν ἄκρατον· λευκὴ παρειά, τὸ λευκὸν ἐς μέσον ἐφοινίσσετο καὶ ἐμιμεῖτο πορφύραν, οἵαν εἰς τὸν ἐλέφαντα Λυδία βάπτει γυνή· τὸ στόμα ῥόδων ἄνθος ἦν, ὅταν ἄρχηται τὸ ῥόδον ἀνοίγειν τῶν φύλλων τὰ χείλη.

我曾见过一幅画在公牛之上的塞勒涅,正是这般模样:那目光在愉悦中透着灵动;金黄的长发,那金黄卷曲而蓬松;漆黑的眉毛,那黑色纯正无瑕;白皙的脸颊,那白皙泛至中央化作一抹绯红,仿若一抹紫红,恰似吕底亚女子染在象牙上的色彩;那双唇宛如玫瑰花蕾,正如玫瑰初绽花瓣之唇时的模样。

§1.4.4

Ὡς δὲ εἶδον, εὐθὺς ἀπωλώλειν· κάλλος γὰρ ὀξύτερον τιτρώσκει βέλους καὶ διὰ τῶν ὀφθαλμῶν ἐς τὴν ψυχὴν καταρρεῖ· ὀφθαλμὸς γὰρ ὁδὸς ἐρωτικῷ τραύματι.

我一见到她,便顿时失魂落魄;因为美比箭矢伤人更为锐利,且经由双眼倾泻入灵魂之中;眼目正是情伤的通途。

§1.4.5

Πάντα δέ με εἶχεν ὁμοῦ, ἔπαινος, ἔκπληξις, τρόμος, αἰδώς, ἀναίδεια· ἐπῄνουν τὸ μέγεθος, ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν καρδίαν,2 ἔβλεπον ἀναιδῶς, ᾐδούμην ἁλῶναι· τοὺς δὲ ὀφθαλμοὺς ἀφέλκειν μὲν ἀπὸ τῆς κόρης ἐβιαζόμην, οἱ δὲ οὐκ ἤθελον, ἀλλ’ ἀνθεῖλκον ἑαυτοὺς ἐκεῖ τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι,3 καὶ τέλος ἐνίκησαν.

所有的情绪一同攫住了我:赞叹、惊愕、战慄、羞怯、放肆。我赞美她的身材,惊骇于她的美貌,心房颤抖,放肆地注视,又为自己被俘获而感到羞愧。我极力强迫自己的目光从少女身上移开,但它们却不肯听从,反而被美的绳索牵引着,硬是将自己拉回原处,最终占据了上风。

语法注3 条
  1. 1.4.1ἃς συνεκπέμψας ὁ Σώστρατος ἔτυχε ταῖς γυναιξίν

    动词 ἔτυχε(源自 τυγχάνω)与补充性分词 συνεκπέμψας 连用,表示“恰好一同遣送”。关系代词 ἃς 在语法上与前面的阴性名词 θεραπαινίδων 一致,但在语意上涵盖了前文提及的男女仆役全体(οἰκετῶν καὶ θεραπαινίδων)。

  2. 1.4.5ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν καρδίαν

    名词 τὸ κάλλος 与 τὴν καρδίαν 均为表示方面的关系宾格(限定宾格)。它们分别直接修饰被动态过去完成时 ἐκπεπλήγμην(“受震慑”)和不及物未完成过去时 ἔτρεμον(“战慄”),界定了动作涉及的范围,即“在美貌方面受震撼,在心房方面战慄”。

  3. 1.4.5τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι

    名词 πεῖσμα 原指系泊船只的“缆绳”,此处作为航海隐喻,用来形容美色无法抗拒的牵引力。与格 τῷ πείσματι 作被动分词 ἑλκόμενοι 的手段与格(或工具与格),意即“被美的缆绳所牵引”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.4.1-1.4.5