- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.3.1-1.3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰向叙述者交代了自己的身世与家族背景,讲述了在与同父异母妹妹的婚事筹备之际所做的凶兆之梦,以及拜占庭的叔父托付妻女的来信。
Ὁ δ’ ἄρχεται τοῦ λέγειν ὧδε“ἐμοὶ Φοινίκη γένος, Τύρος πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ’ ὅσον ἀμφοῖν εἷς πατήρ· αἱ γὰρ μητέρες τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. Ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ· πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ· ὁ δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει.
他便如是开讲道:“我的族系是腓尼基人,故乡是提洛,名叫克利托丰,父亲是希庇亚斯,父亲的兄弟是索斯特拉托斯——但他并非同母同父的兄弟,仅在两人同有一位父亲的意义上是兄弟而已;因为二人的母亲中,一位是拜占庭人,而我父亲的母亲是提洛人。因此我的叔父始终生活在拜占庭,因为他从母亲那里获得的家产极其丰厚;而我的父亲则居住在提洛。
Τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν· ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν.1 Ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. Καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι ἡμᾶς γάμῳ· αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. Φιλεῖ δὲ τὸ δαιμόνιον πολλάκις ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν οὐχ ἵνα φυλάξωνται μὴ παθεῖν ʽοὐ γὰρ εἱμαρμένης δύνανται κρατεῖν̓, ἀλλ’ ἵνα κουφότερον πάσχοντες φέρωσι.
但我并不认得我的母亲,因为在我还是个幼童时她便已去世了。于是父亲需要续娶一位妻子,从她生下了我的妹妹卡利戈涅。父亲本打算以婚姻将我们二人结合起来,然而比凡人更为强大的命运女神却为我保留了另一位妻子。神意往往喜欢在夜间向凡人透露未来之事,并不是为了让他们防备而不受其害——因为凡人无法战胜既定的宿命——而是为了让他们在承受苦难时能够承受得更为轻松一些。
Τὸ μὲν γὰρ ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε,2 τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. Ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ τοῖς δέκα, καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ τύχη.
因为骤然突发且猝不及防之事,猛然降临,会震慑灵魂并使其沉沦,但在受难之前便已有所预料之事,通过逐步的思虑,便会预先消解苦难最为尖锐的锋芒。当我年满十九岁,父亲正筹备在翌年为我们举行婚礼时,命运拉开了这出戏的帷幕。
Ὄναρ ἐδόκουν συμφῦναι τῇ παρθένῳ τὰ κάτω μέρη μέχρις ὀμφαλοῦ, δύο δὲ ἐντεῦθεν τὰ ἄνω σώματα· ἐφίσταται δέ μοι γυνὴ φοβερὰ καὶ μεγάλη, τὸ πρόσωπον ἀγρία, ὀφθαλμὸς ἐν αἵματι, βλοσυραὶ παρειαί, ὄφεις αἱ κόμαι· ἅρπην ἐκράτει τῇ δεξιᾷ, δᾷδα τῇ λαιᾷ. Ἐπιπεσοῦσα οὖν μοι θυμῷ καὶ ἀνατείνασα τὴν ἅρπην καταφέρει τῆς ἰξύος,3 ἔνθα τῶν δύο σωμάτων ἦσαν αἱ συμβολαί, καὶ ἀποκόπτει μου τὴν παρθένον.
在梦中,我似乎与那位少女自肚脐以下的身体部位生长结合在一起,而由此往上则是两具独立的躯体;忽然有一位可怖而巨大的女子矗立在我面前,面容狰狞,双眼充血,双颊阴森,头发是盘绕的毒蛇;她右手握着一把弯刀,左手执着一支火把。她狂怒地扑向我,扬起弯刀朝我的腰部劈下——正是两具躯体相连合之处——将我的少女从我身上斩断。
Περιδεὴς οὖν ἀναθορὼν φράζω μὲν πρὸς οὐδένα, κατ’ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην. Ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. Ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. Παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὰς ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε· "Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος. "
我惊恐万分地一跃而起,未对任何人透露,只独自在心中思忖着不祥之兆。 正在此时,发生了这般变故。如我所言,家父有一位兄弟名叫索斯特拉托斯。有人自他那里携带着来自拜占庭的书信赶来,信中所写的内容如下: ‘索斯特拉托斯向其兄长希庇亚斯致问候。
"ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια γυνή· πόλεμος γὰρ περιλαμβάνει Βυζαντίους Θρᾳκικός. Σῶζε δή μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης."”
吾女莱基珀与吾妻潘泰亚已投奔你处;因一场色雷斯战争正笼罩着拜占庭人。请为我好生照看我家族中最珍爱之人,直至此战之局势明朗。’”
- 1.3.2ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν
介词短语 ἐπὶ νηπίῳ 由 ἐπί 加与格构成,表示时间或伴随状况(“在幼年时”),而 μοι 作为关系与格或受害与格修饰动词 τέθνηκεν。将 μοι 与 νηπίῳ 视作同格关联(“当我尚为稚童时”),构成了最为自然的解读。
- 1.3.3κατεβάπτισε
此处的过去直陈式与现在时 ἐκπλήσσει 并列,用作格言过去时(gnomic aorist),用以表达普遍的真理或心理定则(“使之沉沦”)。随后的动词 προκατηνάλωσε 同样作为格言过去时发挥作用。
- 1.3.4καταφέρει τῆς ἰξύος
动词 καταφέρω(劈下、挥下)支配表示触及目标的部分属格/目标属格 τῆς ἰξύος(腰部)。表示击打、接触的动词常带属格以指明受到打击的特定部位。
