← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.2.1-1.2.3

叙述者结识青年并探问其身世

叙述者赞叹画作中爱神的威力,身旁的一名青年便暗示自己曾遭受严酷的情伤;叙述者心生好奇,将青年引至附近的树林,催促他讲述自己的遭遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1

Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶ “οἷον” εἶπον “ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.” Ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστὼς “ἐγὼ ταῦτ’ ἂν ἐδείκνυν”1 ἔφη “τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.” “Καὶ τί πέπονθας” εἶπον, “ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν ὄψιν2 οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.” “Σμῆνος ἀνεγείρεις” εἶπε “λόγων· τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.” “Μὴ κατοκνήσῃς, ὦ βέλτιστε” ἔφην, “πρὸς τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν,3 εἰ καὶ μύθοις ἔοικε.” Καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. Καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενος “ὥρα μοι” ἔφην “τῆς τῶν λόγων ἀκροάσεως· πάντως δ᾽ ὁ τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρωτικῶν.”

我赞赏画作的其他部分,但因自己生性多情,便更加好奇地注视着牵着雄牛的爱神,说道:“何等稚童,竟统御着天空、大地与海洋!”我正说着这话,同样站在身旁的一位年轻男子便开口道:“因爱神而遭受了如此多的暴虐,我当能证实这一点。”“良友,你究竟遭遇了什么?”我问道,“因为从你的容貌来看,我看得出你离这位神明的秘仪并不遥远。”“你正在唤起一窝话蜂啊,”他说道,“因为我的经历宛如神话。”“切勿犹豫,好朋友,”我说道,“凭着宙斯与爱神本人的名义!即便它宛如神话,也正因如此会带来更多的愉悦。”一边说着这些话,我一边握住他的手,将他领向附近的一处树林;那里繁密地生长着许多悬铃木,身旁流淌着冰凉而澄澈的泉水,宛如刚融化的积雪流淌而出。我请他在一条矮凳上坐下,自己也在他身旁坐定,说道:“现在是我聆听故事的时候了;无论如何,这地方怡人可喜,正配得上爱情的故事。”

语法注3 条
  1. 1.2.1ἐγὼ ταῦτ’ ἂν ἐδείκνυν

    小词 ἄν 搭配未完成过去时直陈式 ἐδείκνυν,构成潜在或非真实条件的表达。条件从句在此省略,随后的分词短语 τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών(“因遭受了爱神如此多的暴虐”)表示原因。

  2. 1.2.2τὴν ὄψιν

    限定宾格(关系宾格/限定对格)。用以限定主动词 ὁρῶ 的直接宾语 σε,指明是在何种方面“离该神的秘仪不远”(即“从面容外表来看”)。

  3. 1.2.2ταύτῃ μᾶλλον ἥσειν

    ἥσειν 是动词 ἥδω(使喜悦、使愉快)的将来时主动不定式。其逻辑主语承接前文青年的发言 τὰ γὰρ ἐμὰ μύθοις ἔοικε,可补出“你的经历/故事”作为主语,即“正因其宛如神话,(你的故事)才反倒会带来更多愉悦”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.2.1-1.2.3