- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.1.1-1.1.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者来到西顿的港口与城邦,详细描绘了一幅表现欧罗巴被劫的奉纳画作,涵盖了草地上的少女们、载着欧罗巴渡海的雄牛以及嬉戏的爱神。
Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων ἡ θάλασσα, μήτηρ Φοινίκων ἡ πόλις, Θηβαίων ὁ δῆμος πατήρ· δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος. Ἧι γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον.1
西顿是一座临海的城邦,那片海属于亚述人;此城是腓尼基人的母邦,而底比斯民众则是其父。湾内有一个宽阔的双重港口,平缓地阻隔着外海。因为在海湾右侧向内凹陷之处,开凿出了第二个出入口,海水再度流入,于港内形成了另一座港口,使得商船既能在此安然过冬,又能在夏季驶向港口的外湾。
Ἐνταῦθα ἥκων ἐκ πολλοῦ χειμῶνος σῶστρα ἔθυον ἐμαυτοῦ τῇ τῶν Φοινίκων θεᾷ· Ἀστάρτην αὐτὴν οἱ Σιδώνιοι καλοῦσι. Περιϊὼν οὖν καὶ τὴν ἄλλην πόλιν καὶ περισκοπῶν τὰ ἀναθήματα, ὁρῶ γραφὴν ἀνακειμένην γῆς ἅμα καὶ θαλάττης. Εὐρώπης ἡ γραφή, Φοινίκων ἡ θάλασσα, Σιδῶνος ἡ γῆ.
我历经一场大风暴来到这里,便向腓尼基人的女神献上感谢自己获救的祭品;西顿人称她为阿斯塔蒂。于是,在游览城中各处并观赏奉纳之物时,我见到一幅描绘大地与海洋的供奉画作。这幅画画的是欧罗巴:海是腓尼基人的海,陆地是西顿的土地。
Ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων· ἐν τῇ θαλάττῃ ταῦρος ἐνήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. Ἐκόμα πολλοῖς ἄνθεσιν ὁ λειμών, δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν· συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰ πέταλα· συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος ἡ τῶν φύλλων συμπλοκή.
陆地上是一片草地和少女们的歌舞队;海中有一头雄牛正在游泳,其背上坐着一位美丽的少女,正乘着雄牛航向克里特。草地上繁花盛开,花间杂处着成排的树木与灌木;树木密接,枝叶浓荫蔽日;嫩枝将叶片相互联结,树叶的交织成了花朵的穹顶。
Ἔγραψεν ὁ τεχνίτης ὑπὸ τὰ πέταλα καὶ τὴν σκιάν, καὶ ὁ ἥλιος ἠρέμα κάτω διέρρει, ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλων κόμης ἀνέῳξεν ὁ γραφεύς.2
匠人连枝叶之下的阴影也描摹了出来,太阳则缓缓向下透射,其程度恰与画师所敞开的浓密树荫相称。
Ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή, εἴσω δὲ τοῦ τῶν ὀρόφων στεφανώματος ὁ λειμὼν ἐκάθητο· αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στοιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μύρριναι· ὕδωρ δὲ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος, τὸ μὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς περιχεόμενον.
一圈篱栅环绕着整个草地,草地就坐落在这层层穹顶的环抱之中。植物的枝叶下整齐地生长着花畦,有水仙、玫瑰与香桃木;水流穿过草地中央,一部分从地底向上涌出,另一部分则浇灌流溢于花草之间。
Ὀχετηγός τις ἐγέγραπτο δίκελλαν κατέχων καὶ περὶ μίαν ἀμάραν κεκυφὼς καὶ ἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. Ἐν δὲ τῷ τοῦ λειμῶνος τέλει πρὸς ταῖς ἐπὶ θάλατταν τῆς γῆς ἐκβολαῖς τὰς παρθένους ἔταξεν ὁ τεχνίτης.
画中还绘有一名引水夫,手握双齿锄,弯腰伏在一条水沟上,为流水疏通道路。而在草地的尽头,靠近大地向海伸出的突端处,匠人安排了那些少女。
Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου·3 στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι· κόμαι κατὰ τῶν ὤμων λελυμέναι· τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου,4 τὸ γὰρ ζῶμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα· τὸ πρόσωπον ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλατταν, μικρὸν ὑποκεχηνυῖαι τὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ βοήν· τὰς χεῖρας ὡς ἐπὶ τὸν βοῦν ὤρεγον. Ἐπέβαινον ἄκρας τῆς θαλάττης, ὅσον μικρὸν ὑπεράνω τῶν ταρσῶν ὑπερέχειν τὸ κῦμα· ἐῴκεσαν δὲ βούλεσθαι μὲν ὡς ἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαι δὲ τῇ θαλάττῃ προσελθεῖν. Τῆς δὲ θαλάττης ἡ χρόα διπλῆ· τὸ μὲν γὰρ πρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεον δὲ τὸ πρὸς τὸ πέλαγος.
少女们的仪态兼具欢喜与恐惧:额头四周戴着花冠,长发披散在双肩上,整条腿全部裸露,上部未着短袍,下部未穿凉鞋,因为腰带将短袍提拉至膝部;面容惨白,双颊抽紧,双眼大睁望向大海,嘴唇微张,仿佛因恐惧而正要发出叫喊;她们伸出双手,仿佛伸向那头雄牛。她们踏在海的边缘,波浪刚好稍微漫过她们的脚踝;她们看起来似乎既想奔向雄牛,又害怕走近大海。海的颜色是双重的:靠近陆地的部分呈微红,面向远海的部分呈深蓝。
Ἀφρὸς ἐπεποίητο καὶ πέτραι καὶ κύματα· αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι, ὁ ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. ταῦρος ἐν μέσῃ τῇ θαλάττῃ ἐγέγραπτο τοῖς κύμασιν ἐποχούμενος, ὡς ὄρους ἀναβαίνοντος τοῦ κύματος ἔνθα καμπτόμενον τοῦ βοὸς κυρτοῦται τὸ σκέλος.
画中作有白沫、岩石与波浪:岩石耸立于陆地之上,白沫将岩石四周染白,波浪涌起峰顶,在岩石周围碎裂化为白沫。雄牛被绘在海中央,乘托于波浪之上;在雄牛的腿屈曲弯拱之处,波浪如山一般耸起。
Ἡ παρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος· λευκὸς ὁ χιτών, ἡ χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο.
少女端坐在牛背中央,不是跨坐,而是侧坐,双脚并拢偏向右侧,左手抓着牛角,犹如驭手握着缰绳;因为雄牛也因受到手拉的驾驭,而更转向这一侧。少女胸前穿着直到私处的短袍,自此以下,一件披风遮覆着身体下部;短袍洁白,披风紫红,而身躯透过衣裳隐隐显露。
Βαθὺς ὀμφαλός, γαστὴρ τεταμένη, λαπάρα στενή· τὸ στενὸν εἰς ἰξὺν καταβαῖνον ηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμα προκύπτοντες· ἡ συνάγουσα ζώνη τὸν χιτῶνα καὶ τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον ὁ χιτών.
深陷的肚脐,紧绷的腹部,纤细的侧腰;那纤细向下延伸至髋骨处便逐渐放宽。乳房自胸部微微隆起;束拢短袍的腰带同时也约束着乳房,短袍宛如身体的一面明镜。
Αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν ἐπὶ κέρας, ἡ δὲ ἐπ’ οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη. Ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. Ἡ δὲ ἐπεκάθητο τῷ ταύρῳ δίκην πλεούσης νεώς, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη.
她的双手完全伸展,一手伸向牛角,一手伸向牛尾;从两手各处有一顶面纱高悬于头顶上方,并在后背四周铺展成圆。长袍的胸兜从四面被吹得鼓胀圆拱,而这就是画家的风。她坐于雄牛之上,宛如一艘航行的船,将长袍用作了船帆。
Περὶ δὲ τὸν βοῦν ὠρχοῦντο δελφῖνες, ἔπαιζον Ἔρωτες· εἶπες ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα.5 Ἔρως εἷλκε τὸν βοῦν· Ἔρως, μικρὸν παιδίον, ἡπλώκει τὸ πτερόν, ἤρτητο φαρέτραν, ἐκράτει τὸ πῦρ· ἐπέστραπτο δὲ ὡς ἐπὶ τὸν Δία καὶ ὑπεμειδία, ὥσπερ αὐτοῦ καταγελῶν ὅτι δι’ αὐτὸν γέγονε βοῦς.
雄牛周围有海豚起舞,爱神们在嬉戏;你甚至会说连他们的动作都被画了出来。一个爱神正牵引着雄牛——那爱神是个幼童,展开了双翼,背着箭袋,手持火把;他回过头望向宙斯,微微含笑,仿佛在嘲笑宙斯竟然为了自己而化作一头雄牛。
- 1.1.1ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον
连词 ὡς 与不定式 χειμάζειν 和 θερίζειν 及宾格逻辑主语(τὰς ὁλκάδας)连用,表示结果,说明港口双重构造所带来的功用。属格 τοῦ λιμένος 依附于 ἐς τὸ προκόλπιον,意为“港口的外湾”。
- 1.1.4ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλων κόμης ἀνέῳξεν ὁ γραφεύς
ὅσον 用作表示程度的副词性宾格,将前文光线透下的程度(ἠρέμα ... διέρρει)限制在“画师所敞开的浓密树叶遮蔽之程度”。τὸ συνηρεφές 为中性形容词实质化(意为“浓密重叠处”)。
- 1.1.7Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου
系动词 ἦν 被省略。ταῖς παρθένοις 是领有与格,καὶ χαρᾶς καὶ φόβου 是表示性质或内容的属格(描述性属格),修饰主语 τὸ σχῆμα(“少女们的姿态兼有喜悦与恐惧”)。
- 1.1.7τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου
τὸ σκέλος πᾶν 是被动完成时分词 γεγυμνωμέναι 的关系宾格(或全体与部分宾格)。随后的 τὸ μὲν ἄνω 与 τὸ δὲ κάτω 作部分同位语(或关系宾格),指腿的“上部”与“下部”,而 τοῦ χιτῶνος 与 τοῦ πεδίλου 则是从属于 γεγυμνωμέναι 的分离属格(“上部无短袍遮蔽,下部无凉鞋遮覆”)。
- 1.1.13εἶπες ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα
εἶπες ἄν 是直陈式过去时加 ἄν 构成的潜在/虚拟语气惯用表达,意为“人们/你若在场定会说”。γεγράφθαι 为完成时被动不定式,与宾格逻辑主语 τὰ κινήματα 构成宾格不定式从句。
