← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.18.1-1.18.5

从河流与毒蛇之恋看自然界爱神的力量

叙述者以跨海追寻阿瑞图萨泉的阿尔菲奥斯河之恋,以及陆地蝰蛇与海鳗之间的求偶仪式为例,说明爱神在自然界中的普遍力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.1

“γίνεται δὲ καὶ γάμος ἄλλος ὑδάτων διαπόντιος, καὶ ἔστιν ὁ μὲν ἐραστὴς ποταμὸς Ἠλεῖος, ἡ δὲ ἐρωμένη κρήνη Σικελική. Διὰ γὰρ τῆς θαλάττης ὁ ποταμὸς ὡς διὰ πεδίου τρέχει.

“此外,水流之间亦有另一场跨海的婚姻:恋人是厄利斯的河流,心上人则是西西里的泉水。因为这河流穿过大海奔流,竟如穿过平原一般。

§1.18.2

Ἡ δὲ οὐκ ἀφανίζει γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ ῥέοντι,1 καὶ τὸ σχίσμα τῆς θαλάττης χαράδρα τῷ ποταμῷ γίνεται· καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν νυμφοστολεῖ. Ὅταν οὖν ᾖ τῶν Ὀλυμπίων ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθιᾶσιν ἄλλος ἄλλα δῶρα·2 ὁ δὲ εὐθὺς πρὸς τὴν ἐρωμένην κομίζει καὶ ταῦτά ἐστιν ἕδνα ποταμοῦ.

而大海并未以咸涩的波涛湮没甜美的恋人,反倒在他流淌时为他辟出道路,海水的裂口成了河流的峡谷;便这般如迎亲般将阿尔菲奥斯送往阿瑞图萨身旁。因此,每逢奥林匹亚节庆之时,众人便将各色礼物投入河水的漩涡之中,各人所投不一;而河流立即将它们带到心上人那里,这些便是河流的聘礼。

§1.18.3

Γίνεται δὲ καὶ ἐν τοῖς ἑρπετοῖς ἄλλο ἔρωτος μυστήριον, οὐ τοῖς ὁμογενέσι μόνον πρὸς ἄλληλα, ἀλλὰ καὶ τοῖς ἀλλοφύλοις. Ὁ ἔχις ὁ τῆς γῆς ὄφις εἰς τὴν σμύραιναν οἰστρεῖ· ἡ δὲ σμύραινά ἐστιν ἄλλος ὄφις θαλάσσιος, εἰς μὲν τὴν μορφὴν ὄφις, εἰς δὲ τὴν χρῆσιν ἰχθύς.

在爬虫之间亦有另一出爱的奥义上演,不仅发生于同类之间,亦见于异族之中。陆地之蛇蝰蛇为海鳗而情欲颠狂;海鳗则是另一种蛇,乃是海蛇,形体虽如蛇,用途却如鱼。

§1.18.4

Ὅταν οὖν εἰς γάμον ἐθέλωσιν ἀλλήλοις συνελθεῖν, ὁ μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, ἡ δὲ γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. Ἀλλ’ οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεται (οἶδε γὰρ ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρει), ἀλλ’ ἄνεισιν εἰς πέτραν καὶ περιμένει τὸν νυμφίον καθῆραι τὸ στόμα.

因此,当它们渴望彼此交合以成婚配时,雄蛇便来到海滩上,朝着大海发出嘶鸣作为给海鳗的暗号,雌鳗认出这暗号便从波涛中浮现出来。然而她并不立即走向新郎(因为她知道他的齿间蕴含着死亡),而是登上礁石,等候新郎将口中清理干净。

§1.18.5

Ἑστᾶσιν οὖν ἀμφότεροι πρὸς ἀλλήλους βλέποντες, ὁ μὲν ἐραστὴς ἠπειρώτης, ἡ δ’ ἐρωμένη νησιῶτις. Ὅταν οὖν ὁ ἐραστὴς ἐξεμέσῃ τῆς νύμφης τὸν φόβον,3 ἡ δὲ ἐρριμμένον ἴδῃ τὸν θάνατον χαμαί, τότε καταβαίνει τῆς πέτρας καὶ εἰς τὴν ἤπειρον ἐξέρχεται καὶ τὸν ἐραστὴν περιπτύσσεται καὶ οὐκέτι φοβεῖται τὰ φιλήματα.”

于是两者伫立相望,恋人是大陆的居民,心上人则是岛屿的住客。因而,一旦恋人将令新娘恐惧之物呕出,而新娘看到死亡被弃置于地,她便走下礁石,来到大陆之上,拥抱她的恋人,再也不畏惧那些亲吻了。”

语法注3 条
  1. 1.18.2σχίζεται δὲ αὐτῷ ῥέοντι

    与格短语 αὐτῷ ῥέοντι 充当动词 σχίζεται 的利益与格,或表示伴随情况的关系与格,意为“随着他流淌而为他开裂”。

  2. 1.18.2ἄλλος ἄλλα δῶρα

    此为部分同格(schema καθʼ ὅλον καὶ μέρος)结构。单数主格 ἄλλος 与复数主语 πολλοί 构成同格,通过多重并置表示“各人投掷各不相同的礼物”。

  3. 1.18.5τῆς νύμφης τὸν φόβον

    属格 τῆς νύμφης 是抽象名词 φόβον 的主格性属格(“新娘的恐惧”),但在此处整个短语借代指称令其恐惧的根源——即毒液。紧随其后的“把死亡弃置于地(ἐρριμμένον... τὸν θάνατον)”证实了这一借代用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.18.1-1.18.5