← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.17.1-1.17.5

论及磁石与海枣树之爱的演说

萨提洛斯顺势接话,克莱托丰借机大谈爱神的普遍威力不仅及于鸟类,还延伸至磁石以及植物(特别是海枣树雌雄株之间的相思与结合)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17.1

Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λόγου μου τὴν ὑπόθεσιν, ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν,1 ʽἦ γὰρ ὁ ἔρωσ̓ ἔφη “τοσαύτην ἔχει τὴν ἰσχύν, ὡς καὶ μέχρις ὀρνίθων πέμπειν τὸ πῦρ;” “οὐ μέχρις ὀρνίθων” ἔφην, “τοῦτο γὰρ οὐ θαυμαστόν, ἐπεὶ καὶ αὐτὸς ἔχει πτερόν, ἀλλὰ καὶ ἑρπετῶν καὶ φυτῶν, ἐγὼ δὲ δοκῶ, καὶ λίθων.

萨提洛斯领会了我言语中的深意,为了能让我更尽情地就此畅谈,便说道:“难道爱神当真拥有如此巨大的威力,竟能将他的烈火一路散播至鸟类身上吗?”我答道:“何止是鸟类,因为这本不足为奇,毕竟他自己也生有双翼;爱神的威力甚至及于爬虫、植物,依我之见,更及于顽石。

§1.17.2

Ἐρᾷ γοῦν ἡ Μαγνησία λίθος τοῦ σιδήρου· κἂν μόνον ἴδῃ, πρὸς αὑτὴν εἵλκυσεν,2 ὥσπερ ἐρωτικόν τι ἔνδον ἔχουσα. Καὶ μή τι τοῦτό ἐστιν ἐρώσης λίθου καὶ ἐρωμένου σιδήρου φίλημα;

譬如,麦格尼西亚石就深爱着铁;只要甫一相见,它便将其引向自身,仿佛它体内蕴藏着某种爱恋之情。这难道不正是深情的顽石与被恋慕的铁之间的亲吻吗?

§1.17.3

περὶ δὲ τῶν φυτῶν λέγουσι παῖδες σοφῶν· καὶ μῦθον ἔλεγον τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν.3 Ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν ἐρᾷν,4 τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν· λέγουσι δὲ τὸν μὲν ἄρρενα τῶν φοινίκων, τὸν δὲ θῆλυν.

至于植物,智者之后裔亦有所谈论;若非农人之子亦这般言说,我本会把这话当作无稽之谈。而那说法乃是:一株植物恋着另一株,而爱意尤以对海枣树的折磨为甚;他们说,海枣树中亦分雄雌。

§1.17.4

Ὁ ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ· κἂν ὁ θῆλυς ἀπῳκισμένος ᾖ τῇ τῆς φυτείας στάσει, ὁ ἐραστὴς αὐαίνεται. Συνίησιν οὖν ὁ γεωργὸς τὴν λύπην τοῦ φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν ἐφορᾷ ποῖ νένευκε· κλίνεται γὰρ εἰς τὸ ἐρώμενον·

于是,雄树便深爱着雌树;而若因着栽种地点的相距,雌树远在异处,情郎便会憔悴枯槁。农夫遂体察到植物的悲哀,登上该处的制高点眺望它俯倾向何方;因为它是朝着心上人的方向倾斜的。

§1.17.5

καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον· πτόρθον γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰς τὴν τοῦ ἄρρενος καρδίαν ἐντίθησι. Καὶ ἀνέψυξε μὲν τὴν ψυχὴν τοῦ φυτοῦ, τὸ δὲ σῶμα ἀποθνῆσκον πάλιν ἀνεζωπύρησε καὶ ἐξανέστη, χαῖρον ἐπὶ τῇ τῆς ἐρωμένης συμπλοκῇ. Καὶ τοῦτό ἐστὶ γάμος φυτῶν.”

得知〔此事〕后,农夫便医治植物的病痛:他取下雌海枣树的一条嫩枝,植入雄树的心核之中。于是,他抚慰了植物的魂灵,那濒死的躯体便重新焕发生机、挺拔昂立,欢喜于与心上人的交融。而这,便是植物的婚礼。”

语法注4 条
  1. 1.17.1ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν

    由过去时主动词 ἔφη 引出的目的从句,动词采用祈愿语气 εἴη。此处为 εἶναι 搭配与格和不定式的无人称句式(相当于 ἔξεστι,“使某人有可能做某事”),意为“为了使我(更)有可能谈论此事”。

  2. 1.17.2κἂν μόνον ἴδῃ, πρὸς αὑτὴν εἵλκυσεν

    由 κἂν(= καὶ ἐάν)搭配虚拟式 ἴδῃ 构成的普遍条件从句,在归结从句中使用了直陈式不定过去时 εἵλκυσεν。这是用来表达自然常理或动作即时性的格言性不定过去时(gnomic aorist),意义上等同于现在时,表示“只要一看见,便(立刻)将其引向自身”。

  3. 1.17.3καὶ μῦθον ἔλεγον τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν

    两个分句均使用未完成过去时 ἔλεγον,构成与过去事实相反的非真实条件句(反事实假设)。主句省略了小品词 ἄν,这承袭了古典希腊语中表示言说、思维或可能性的动词常可省去 ἄν 的用法(等同于 ἂν ἔλεγον),意为“若非农人之子亦这般言说,我本会把这话称为神话(无稽之谈)”。

  4. 1.17.3Ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν ἐρᾷν

    在名词性断语 Ὁ δὲ λόγος [ἐστί](“而这说法乃是……”)之后,使用不定式 ἐρᾷν 来展开阐述说话的具体内容,属于起解释说明或间接引语作用的不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.17.1-1.17.5