- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.14.1-1.14.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在父亲的哀号之后,克莱尼亚斯陷入痛苦的自责,悔恨自己赠马之举,并怒斥骏马的忘恩负义与残暴。
Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ· ἑτέρωθεν δὲ καθ’ αὑτὸν ὁ Κλεινίας· καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. “Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν’ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν;1
父亲便如此这般地哀号着;而在另一边,克莱尼亚斯也独自悲泣;这成了一场爱人与父亲之间哀挽的较量。“我害死了我的主人!我为何要赠予他这般的礼物?难道就没有金杯,好让他在饮酒时奠酒、欣然享用我的赠礼吗?
Ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. Οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους.
“然而我这个倒霉透顶的人,竟把一头野兽赠给了一位美少年,甚至还用胸甲、额饰、银具饰和金缰绳装点那头可恶的野兽。痛哉,查里克勒斯!我竟用黄金装扮了你的凶手!马啊,一切野兽中最凶暴的恶畜,卑劣、忘恩负义且对美毫无所觉的畜生!
Ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ ἥδου προσαπτομένου σου τοιούτου σώματος,2 οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ’ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής· ἐγώ σοι τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.”
“他为你拭去汗水,许诺给你更多草料,夸赞你的飞驰;而你却在备受赞誉之时杀死了他。难道当那样的躯体触碰你时,你竟不感到欢愉?难道有这般的骑手对你而言不是无上的光荣?然而你这无情之物,却将那绝美之躯摔翻在地!痛哉,不幸的我啊!我竟为你买下了你的凶手,买下了这夺命之物!”
- 1.14.1ἵν’ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν
连词 ἵνα 接未完成过去时直陈语气动词(ἐσπένδετο, ἐχρῆτο),用于表示过去未实现的意图或与事实相反的结果(非真实条件/虚拟用法)。意为假使送了金杯,“他本可以在饮酒时行奠酒之礼,并欣然享用我的赠礼”。
- 1.14.3προσαπτομένου σου τοιούτου σώματος
τοιούτου σώματος προσαπτομένου 为属格绝对结构(“当那样的身体触碰……时”),作主句动词 οὐχ ἥδου(“你难道不感到欢愉吗”)的时间/伴随状语。代词 σου 则作为表示接触的动词(προσαπτομένου)所要求的对象属格(“触碰你”)。
