← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.15.1-1.15.8

宅邸花园的景致与寻找琉奇珀

安葬之后,叙述者前往宅邸的花园寻找少女,并细致生动地描摹了园中交错的草木、各类繁花、泉水以及栖息鸣啭的群鸟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15.1

Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην· ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. Ὁ δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν·1 καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τειχίου “τέσσαρες δὲ ἦσαν πλευραὶ” κατάστεγος ὑπὸ χορῷ κιόνων· ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανήγυρις.

安葬之后,我便立刻赶往少女那里;她正置身于宅第的花园之中。那花园是一座树林,是一处极能悦人眼目的宏丽之景。树林四周筑有高度适宜的矮墙,墙的每一面——共有四面——上方都覆有柱廊为顶;而在立柱下方的内侧,则是繁木汇聚的胜会。

§1.15.2

Ἔθαλλον οἱ κλάδοι, συνέπιπτον ἀλλήλοις ἄλλος ἐπ’ ἄλλον, ἐγίνοντο τῶν πετάλων περιπλοκαί, τῶν φύλλων περιβολαί, τῶν καρπῶν συμπλοκαί· τοιαύτη τις ἦν ὁμιλία τῶν φυτῶν.

枝柯葱郁,相互交错搭叠;花瓣交织,枝叶相拥,果实互挽:草木之间的交际正是这般光景。

§1.15.3

Ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ περιεπεφύκει, ἡ μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ· ὁ δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ ὁ κιττὸς τοῦ φυτοῦ.

在一些较为粗壮的树木上,常春藤与菝葜缠绕而生;后者悬挂在悬铃木上,以其柔细的绿荫将其严密覆裹;常春藤则盘绕在松树上,借由层层环绕将那棵树据为己有,于是那植物成了常春藤的载体,而常春藤则成了植物的花冠。

§1.15.4

Ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου καλάμοις ἐποχούμεναι τοῖς φύλλοις ἔθαλλον, καὶ ὁ καρπὸς ὡραίαν εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο καὶ ἦν βόστρυχος τοῦ φυτοῦ· τῶν δὲ φύλλων ἄνωθεν αἰωρουμένων ὑφ’ ἡλίῳ πρὸς ἄνεμον συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν ἡ γῆ τὴν σκιάν.2

树木两旁,依托着芦苇的葡萄藤绿叶繁茂,其果实带着绚丽的花霜,从芦苇的间隙垂挂下来,宛如植物的发卷;当上方的枝叶在日影与和风交融之下摇曳时,地面上映现出一片闪烁微茫的幽影。

§1.15.5

Τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χρόαν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα καὶ νάρκισσος καὶ ῥόδον. Μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ· ἡ χρόα δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, τὸ κάτω τοῦ φύλλου,3 καὶ ὁ νάρκισσος ἦν τὸ πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου.

花朵呈现出斑斓的色泽,竞相展露其绝美,宛若大地的紫袍,又有水仙与玫瑰。就外轮廓而言,玫瑰与水仙的花萼别无二致,有如植物的浅杯;但在花萼四周分开的花瓣色泽上,玫瑰的花瓣兼具血与乳的色调——乃是在花瓣的下部——而水仙则通体与玫瑰的底部相似。

§1.15.6

Τῷ ἴῳ κάλυξ μὲν οὐδαμοῦ, χρόα δὲ οἵαν ἡ τῆς θαλάσσης ἀστράπτει γαλήνη. Ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος τῷ ῥεύματι. Τὸ δὲ ὕδωρ τῶν ἀνθέων ἦν κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς.

紫罗兰全无花萼,其色泽宛若澄澈风平的海面所闪烁的光芒。在群花正中,涌出一泓清泉,人工凿成的四方水槽规整地环护着泉流。那泉水是花群的明镜,以致这片树林仿佛成了双重,一处属实景,一处属倒影。

§1.15.7

Ὄρνιθες δὲ οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο καὶ οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί· οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον· οἱ μὲν ᾅδοντες τὰ ὀρνίθων ᾅσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ.

鸟类之中,驯良者在树林周边觅食,接受着人类投喂的驯诱;那些生有自由羽翼的,则在树梢间嬉戏,有的唱着鸟类的歌谣,有的夸示着羽翼的华美盛装。

§1.15.8

Οἱ ᾠδοὶ δὲ τέττιγες καὶ χελιδόνες· οἱ μὲν τὴν Ἠοῦς ᾅδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέως τράπεζαν· οἱ δὲ χειροήθεις ταῶς καὶ κύκνος καὶ ψιττακός· ὁ κύκνος περὶ τὰς τῶν ὑδάτων πίδακας νεμόμενος, ὁ ψιττακὸς ἐν οἰκίσκῳ περὶ δένδρον κρεμάμενος, ὁ ταῶς τοῖς ἄνθεσιν ἐπισύρων τὸ πτερόν. Ἀντέλαμπε δὲ ἡ τῶν ἀνθέων θέα τῇ τῶν ὀρνίθων χρόᾳ καὶ ἦν ἄνθη πτερῶν.

歌者是蝉与燕,前者歌咏晨曦女神的床榻,后者哀唱忒柔斯的盛宴;驯鸟则是孔雀、天鹅与鹦鹉——天鹅在喷涌的水泉旁觅食,鹦鹉在笼舍中挂于树上,孔雀则将羽翎曳扫于百花之上。花卉的景观与鸟羽的色彩交相辉映,仿佛盛开着羽毛之花。

语法注3 条
  1. 1.15.1μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν

    短语 μέγα τι χρῆμα 是一处惯用表达,表示“非同寻常的事物”或“惊人的奇观”。介词短语 πρὸς ὀφθαλμῶν ἡδονήν 则限定了其范畴,意为“在悦人眼目方面”。

  2. 1.15.4ὠχρὰν ἐμάρμαιρεν ἡ γῆ τὴν σκιάν

    短句 ὠχρὰν ... τὴν σκιάν 在不及物动词 ἐμάρμαιρεν(闪烁、闪耀)之后充当同族宾格(或表示结果、情态的内面宾格),整句意为“地面闪烁上映现出苍白的阴影”。

  3. 1.15.5τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, τὸ κάτω τοῦ φύλλου

    αἵματος ὁμοῦ καὶ γάλακτος 作承前省略的主语 ἡ χρόα 的性质或材料属格表语(“是血与乳相合的色调”)。句末的 τὸ κάτω τοῦ φύλλου 为关系限制宾格,限定说明此种颜色仅在“花瓣的下部”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.15.1-1.15.8