← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.13.1-1.13.6

查里克勒斯遗体的运达与父亲的哀歌

克莱尼亚斯与叙述者闻讯悲恸之际,查里克勒斯的残躯被抬了进来,其父对着即将完婚却遭横祸的儿子痛陈其身魂双亡的悲哀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13.1

Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπ’ ἐκπλήξεως, μεταξὺ δὲ νήψας1 ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα ἠπείγετο· ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην.

听闻此言,克莱尼亚斯因极度震惊而沉默良久,但随即从灾祸中缓过神来,放声痛哭,急忙奔向尸体;我也跟在他身后,竭尽所能予以安慰。

§1.13.2

Καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν· ὅλος γὰρ τραῦμα ἦν,2 ὥστε μηδένα τῶν παρόντων κατασχεῖν τὰ δάκρυα. Ἐξῆρχε δὲ τοῦ θρήνου ὁ πατὴρ πολυτάρακτον βοῶν “οἷος ἀπ’ ἐμοῦ προελθὼν οἷος ἐπανέρχῃ μοι,3 τέκνον; ὢ πονηρῶν ἱππασμάτων. Οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας· οὐδ’ εὐσχήμων φαίνῃ νεκρός.

此时,查里克勒斯正被用担架抬了过来,那是一幅惨不忍睹、令人心碎的景象;因为他周身全是一片创伤,以至于在场之人无不潸然泪下。他的父亲带头哀号,悲恸万分地呼喊道:“孩子啊,你离开我时是何等模样,如今归来又是何等惨状!啊,这可咒诅的骑术!你死得甚至不是寻常的死亡,即便成了尸体,你也显不出体面的模样。

§1.13.3

Τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται· κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος· τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον.

“对于其他死者而言,至少还能保留其容貌特征的痕迹;即使一个人失去了容颜的光采,却仍能保全那份肖像,借由宛如熟睡的神态抚慰悲痛之人;因为死亡虽夺去了灵魂,却在肉身中保留了这个人本身的模样。

§1.13.4

Σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν,4 ψυχῆς καὶ σώματος. Ὄντως σου τέθνηκε καὶ τῆς εἰκόνος ἡ σκιά· ἡ μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω δέ σε οὐδὲ ἐν τῷ σώματι.

“然而对于你,命运却将这一切一并摧毁了,你对我而言遭遇了灵魂与肉体的双重死亡。委实说来,就连你容貌的虚影也已死绝;因为你的灵魂已经离散,而我在你的躯体中也寻不见你了。

§1.13.5

Πότε μοι, τέκνον, γαμεῖς; πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε· νυμφίε μὲν ἀτελής, ἱππεῦ δὲ δυστυχής. Τάφος μέν σοι, τέκνον, ὁ θάλαμος, γάμος δὲ ὁ θάνατος, θρῆνος δὲ ὁ ὑμέναιος· ὁ δὲ κωκυτὸς οὗτος τῶν γάμων ᾠδαί.

“孩子啊,你何时才能成婚让我看到?我何时才能为你献上婚礼的祭品,你这骑手兼新郎——未竟心愿的新郎,命途多舛的骑手!孩子啊,对你而言,洞房是墓穴,死亡是婚姻,婚礼祝歌是挽歌;而此刻这阵阵哀嚎,就是你婚礼的欢歌。

§1.13.6

Ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψειν· ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ· ἀνάπτει δέ σοι δᾷδας κακῶν. Ὢ πονηρᾶς ταύτης δᾳδουχίας. Ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.”

“孩子啊,我本期盼为你点燃另一团火;可是这团火已被嫉妒的命运同你一起扑灭,它为你燃起的却是灾祸的火炬。啊,这可怖的执炬之礼!你的新婚火炬之礼竟变成了你的葬礼。”

语法注4 条
  1. 1.13.1μεταξὺ δὲ νήψας

    副词 μεταξύ 与分词 νήψας(动词 νήφω“清醒、回过神来”的不定过去时主动分词)连用,表示动作的时间承接(“在此期间/随即回过神来”),此处为副词用法而非支配属格的介词用法。

  2. 1.13.2ὅλος γὰρ τραῦμα ἦν

    中性名词 τραῦμα(“创伤”)充当表语名词,与主语(查里克勒斯)及形容词 ὅλος(“浑身、整个人”)呼应,构成极具表现力的修辞表达,意为“整个人就是一处创伤”(浑身血肉模糊)。

  3. 1.13.2μοι

    在 οἷος ἐπανέρχῃ μοι、οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας、καί μοι τέθνηκας 及 πότε μοι... γαμεῖς 等短语中反复出现的第一人称单数与格代词 μοι 属于情态与格(dativus ethicus),表达说话者(父亲)深切的情感牵涉与极度悲恸,而非单纯的间接宾语或利害关系。

  4. 1.13.4τέθνηκας θάνατον διπλοῦν

    动词 τέθνηκας(θνῄσκω 的完成时主动第二人称单数)与同源名词 θάνατον 构成的同族宾格(cognate accusative)。紧随其后的属格短语 ψυχῆς καὶ σώματος(“灵魂与肉体的”)是对 θάνατον διπλοῦν(“双重的死亡”)的同位语/解释性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.13.1-1.13.6