← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§1.12.1-1.12.6

仆人通报查里克勒斯坠马惨死的噩耗

一名仆人仓皇赶来向克莱尼亚斯与克雷托丰通报查里克勒斯的死讯,详述了他因马匹受惊失控、被撞向树木并拖曳践踏致死的惨剧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.1

Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ· ἐξαίφνης δέ τις εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ κακοῦ, ὡς τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενον1 “κακόν τι γέγονε Χαρικλεῖ.” Ἅμα δὲ αὐτοῦ λέγοντος συνεξεφώνησεν ὁ οἰκέτης “τέθνηκε Χαρικλῆς.” Τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν ἀγγελίαν ἀφῆκεν ἡ φωνὴ καὶ ἔμεινεν ἀκίνητος, ὥσπερ τυφῶνι βεβλημένος τῷ λόγῳ· ὁ δὲ οἰκέτης διηγεῖται “ἐπὶ τὸν ἵππον τὸν σὸν ἐκάθισεν, ὦ Κλεινία, ὃς τὰ μὲν πρῶτα ἤλαυνεν ἠρέμα· δύο δὲ ἢ τρεῖς δρόμους περιελθὼν τὴν ἱππασίαν ἐπέσχε καὶ τὸν ἵππον ἱδροῦντα κατέψα καθήμενος, τοῦ ῥυτῆρος ἀμελήσας.

正当我们关于这位神明高谈阔论之际,忽然,查里克勒斯的一名仆人跑了进来,脸上带着大难临头的神色,以至于克莱尼亚斯一见到他便立刻惊呼道:“查里克勒斯出事了!”就在他说话的同时,仆人也齐声喊道:“查里克勒斯死了!” 听到这一消息,克莱尼亚斯顿时哑口无言,呆立不动,仿佛被这番话如飓风般击倒;随后仆人讲述道:“克莱尼亚斯主人,他骑上了您的马。起初他策马缓行,可绕了两三圈后,他停下了骑行,仍坐在鞍上,放松了缰绳,抚摩着出汗的马身。

§1.12.3

Ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ὁ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. Τὸν γὰρ χαλινὸν ἐνδακὼν καὶ τὸν αὐχένα γυρώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. Τῶν δὲ ποδῶν οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς ἔμπροσθεν ἐπειγόμενοι φθάσαι τὸν δρόμον ἐπέσπευδον, Ὁ δὲ ἵππος τῇ τῶν ποδῶν κυρτούμενος ἁμίλλῃ, ἄνω τε καὶ κάτω πηδῶν πρὸς τὴν ἑκατέρων σπουδὴν δίκην νεὼς χειμαζομένης τοῖς νώτοις ἐκυμαίνετο. Ὁ δὲ κακοδαίμων Χαρικλῆς ὑπὸ τοῦ τῆς ἱππείας ταλαντευόμενος κύματος ἐκ τῆς ἕδρας ἐσφαιρίζετο, ποτὲ μὲν ἐπ’ οὐρὰν κατολισθάνων, ποτὲ δὲ ἐπὶ τράχηλον κυβιστῶν· ὁ δὲ τοῦ κλύδωνος ἐπίεζεν αὐτὸν χειμών.

“正当他拂拭鞍座周围的汗水时,身后传来一阵响动,马匹受了惊吓,人立而起,旋即狂乱地狂奔起来。它咬紧嚼子,弓起脖颈,鬃毛倒竖,被恐惧驱使着如凌空飞奔一般。它的前蹄腾跃,后蹄急于追赶前蹄,愈发加快了奔驰的步伐。“这匹马因前后蹄的竞相奔逐而躬起背脊,随着两端的急促蹬踏忽上忽下地跳跃,背脊如暴风雨中颠簸的船只般剧烈起伏。可怜的查里克勒斯被这奔跑的巨浪颠簸得如同皮球般从鞍上弹起,时而滑向马尾,时而翻滚向马颈;那惊涛骇浪般的风暴将他重重压迫。

§1.12.5

Τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν.2 Ὁ δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. Ὁ δὲ ὡς ἀπὸ μηχανῆς προσαραχθεὶς ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται τραύμασιν, ὅσαι τῶν κλάδων ἦσαν αἱ αἰχμαί.

“他再也无法勒住缰绳,只得将自己委身于疾驰的风暴中,任凭命运摆布。那马带着冲力狂奔,拐离了大道,冲入一片树林,顷刻间将可怜的查里克勒斯猛撞在一棵树上。他宛如被机械抛掷般撞在树上,被生生击落鞍下;树枝毁损了他的容貌,树枝上有多少尖刺,他周身便被划出多少道伤口。

§1.12.6

Οἱ δὲ ῥυτῆρες αὐτῷ περιδεθέντες οὐκ ἤθελον ἀφεῖναι τὸ σῶμα, ἀλλ’ ἀνθεῖλκον αὐτὸ περισύροντες θανάτου τρίβον.3 Ὁ δὲ ἵππος ἔτι μᾶλλον ἐκταραχθεὶς τῷ πτώματι καὶ ἐμποδιζόμενος εἰς τὸν δρόμον τῷ σώματι κατεπάτει τὸν ἄθλιον, ἐκλακτίζων τὸν δεσμὸν τῆς φυγῆς· ὥστε οὐκ ἂν αὐτόν τις ἰδὼν γνωρίσειε.”

“缠绕在他身上的缰绳不肯放开这具躯体,反而一路拖拽,拖拉出一条死荫的小径。马匹因他的坠落愈发受惊,又因那具躯体阻碍了奔跑,便践踏着这个不幸的人,拼命踢蹬这阻碍其逃遁的羁绊;以至于任何看见他的人,都绝不可能再认出他来。”

语法注3 条
  1. 1.12.1ὡς τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενον

    连词 ὡς 在此相当于 ὥστε,引导带不定式 ἀνακραγεῖν 的结果从句。宾格 τὸν Κλεινίαν 作该不定式的逻辑主语,分词 θεασάμενον 为与其一致的阳性单数宾格。

  2. 1.12.5τῆς τύχης ἦν

    属格 τῆς τύχης 与未完成式动词 ἦν 连用,构成表所属的谓语性属格,字面意为“属于命运”,表示完全听任命运摆布。

  3. 1.12.6ἀνθεῖλκον αὐτὸ περισύροντες θανάτου τρίβον

    θανάτου τρίβον 作分词 περισύροντες 的同族宾格或表比喻性路径的宾格,意为“在死亡的轨迹上拖拽着”。这是一种修辞手法,戏剧性地描摹出缰绳拖着尸身摩擦出死亡路径的惨状。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.12.1-1.12.6