← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.89-1.100

犹太人大叛乱与亚历山大的残酷镇压

亚历山大在阿拉伯受挫后引发犹太人大规模叛乱并招致德米特里干预,但他随后扭转局势并残酷处决叛乱者以恢复秩序,此后安提柯·狄奥尼索斯进军逼近并强行突破其防线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.89

κτείνας δὲ τῶν ἐπαναστάντων ὑπὲρ ἑξακισχιλίους Ἀραβίας ἥπτετο καὶ ταύτης ἑλὼν Γαλααδίτας καὶ Μωαβίτας φόρον τε αὐτοῖς ἐπιτάξας ἀνέστρεψεν ἐπὶ Ἀμαθοῦν. Θεοδώρου δὲ πρὸς τὰς εὐπραγίας αὐτὸν καταπλαγέντος1 ἔρημον λαβὼν τὸ φρούριον κατέσκαψεν.

在杀死了叛乱者中六千余人之后,他进军阿拉伯,攻取了该地的基列人和摩押人并向他们征收贡赋,随后折返进攻阿马图斯。由于狄奥多罗斯对其赫赫战功深感惊恐,亚历山大便占领了这座已被遗弃的要塞并将其彻底铲平。

§1.90

Ἔπειτα συμβαλὼν Ὀβαίδᾳ τῷ Ἀράβων βασιλεῖ προλοχίσαντι κατὰ τὴν Γαυλάνην ἐνέδρας αὐτῷ γενομένης πᾶσαν ἀποβάλλει τὴν στρατιὰν συνωσθεῖσαν κατὰ βαθείας φάραγγος καὶ πλήθει καμήλων συντριβεῖσαν. διαφυγὼν δʼ αὐτὸς εἰς Ἱεροσόλυμα τῷ μεγέθει τῆς συμφορᾶς πάλαι μισοῦν τὸ ἔθνος ἠρέθισεν εἰς ἐπανάστασιν.

随后,他与预先在高兰尼设下埋伏的阿拉伯王奥博达斯交战,因陷入敌军的伏击圈,他的全军被挤压进深谷并被无数骆驼践踏摧毁,全军覆没。他本人逃回耶路撒冷,而这场灾祸的巨大规模,激起了早已对他怀恨在心的犹太民族起兵叛乱。

§1.91

γίνεται δὲ καὶ τότε κρείττων καὶ μάχαις ἐπαλλήλοις οὐκ ἔλαττον πεντακισμυρίων Ἰουδαίων ἀνεῖλεν ἐν ἓξ ἔτεσιν· οὐ μὴν εὐφραίνετό γε ταῖς νίκαις τὴν ἑαυτοῦ βασιλείαν ἀναλίσκων· ὅθεν παυσάμενος τῶν ὅπλων λόγοις ἐπεχείρει διαλύεσθαι πρὸς τοὺς ὑποτεταγμένους.

然而即便在那时,他依然占了上风,在接连不断的战斗中,他在六年内杀死了不少于五万犹太人。但他并不因这些胜利而欣喜,因为他正在耗尽自己的王国;因此他放下武器,试图以言辞与臣民达成和解。

§1.92

οἱ δὲ μᾶλλον ἐμίσουν τὴν μετάνοιαν αὐτοῦ καὶ τοῦ τρόπου τὸ ἀνώμαλον, πυνθανομένῳ τε τὸ αἴτιον, τί ἂν ποιήσας καταστείλειεν αὐτούς, ἀποθανών, ἔλεγον· νεκρῷ γὰρ ἂν διαλλαγῆναι μόλις τῷ τοσαῦτα δράσαντι.2 ἅμα δὲ καὶ τὸν Ἄκαιρον ἐπικληθέντα Δημήτριον ἐπεκαλοῦντο. ῥᾳδίως δὲ ὑπακούσαντος κατʼ ἐλπίδα μειζόνων καὶ μετὰ στρατιᾶς ἥκοντος συνέμισγον οἱ Ἰουδαῖοι τοῖς συμμάχοις περὶ Σίκιμα.

然而他们愈发憎恨他的悔意和反复无常的性格;当他询问缘由,问自己怎样做才能平息他们的愤怒时,他们回答说:“唯有去死!”因为哪怕是对一具犯下如此罪行的尸体,人们也难以释怀和解。与此同时,他们还向被称为“不逢时者”的德米特里求援。德米特里因期望获得更大的利益而欣然应允并率军赶来,犹太人便在示剑一带与同盟军会合。

§1.93

Δέχεται δʼ ἑκατέρους Ἀλέξανδρος ἱππεῦσι μὲν χιλίοις, μισθοφόροις δὲ πεζοῖς ὀκτακισχιλίοις· παρῆν δὲ αὐτῷ καὶ τὸ εὐνοοῦν Ἰουδαϊκὸν εἰς μυρίους. τῶν δʼ ἐναντίων ἱππεῖς μὲν ἦσαν τρισχίλιοι, πεζῶν δὲ μύριοι τετρακισχίλιοι. καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν διακηρύσσοντες οἱ βασιλεῖς ἐπειρῶντο τῶν παρʼ ἀλλήλοις ἀποστάσεων, Δημήτριος μὲν τοὺς Ἀλεξάνδρου μισθοφόρους, Ἀλέξανδρος δὲ τοὺς ἅμα Δημητρίῳ Ἰουδαίους μεταπείσειν ἐλπίσας.

亚历山大率一千骑兵和八千雇佣步兵迎击双方;随他同行的还有约一万名效忠于他的犹太人。而敌方则有骑兵三千,步兵一万四千。在短兵相接之前,两位国王通过使者传谕,试图诱使对方阵营反叛:德米特里希望说服亚历山大的雇佣军变节,而亚历山大则希望说服跟随德米特里的犹太人回心转意。

§1.94

ὡς δʼ οὔτε Ἰουδαῖοι θυμῶν οὔτε οἱ Ἕλληνες ἐπαύσαντο πίστεως, διεκρίνοντο ἤδη τοῖς ὅπλοις συμπεσόντες.

然而,由于犹太人并未平息怒火,希腊人也未放弃忠诚,他们遂拔刃相向,短兵相接以决胜负。

§1.95

κρατεῖ δὲ τῇ μάχῃ Δημήτριος καίτοι πολλὰ τῶν Ἀλεξάνδρου μισθοφόρων καὶ ψυχῆς ἔργα καὶ χειρὸς ἐπιδειξαμένων. χωρεῖ δὲ τὸ τέλος τῆς παρατάξεως παρὰ δόξαν ἀμφοτέροις· οὔτε γὰρ Δημητρίῳ παρέμειναν νικῶντι οἱ καλέσαντες, καὶ κατὰ οἶκτον τῆς μεταβολῆς Ἀλεξάνδρῳ προσεχώρησαν εἰς τὰ ὄρη καταφυγόντι Ἰουδαίων ἑξακισχίλιοι. ταύτην τὴν ῥοπὴν οὐκ ἤνεγκεν Δημήτριος, ἀλλʼ ὑπολαβὼν ἤδη μὲν ἀξιόμαχον εἶναι πάλιν Ἀλέξανδρον, μεταρρεῖν δὲ καὶ πᾶν τὸ ἔθνος εἰς αὐτόν, ἀνεχώρησεν.

德米特里在战斗中取胜,尽管亚历山大的雇佣军无论在勇气还是勇力上都展现了非凡的武绩。但这场对阵的结局却出乎双方的意料:因为那些请来德米特里的人并没有在他获胜后留在他身边,反倒是由于怜悯命运的突变,有六千犹太人投奔了逃往山区的亚历山大。德米特里无法承受这一局势的逆转,自认亚历山大已重新成为不可小觑的对手,且整个民族正重新倒向他,于是撤军离去。

§1.96

Οὐ μὴν τό γε λοιπὸν πλῆθος ὑποχωρησάντων τῶν συμμάχων κατέθεντο τὰς διαφοράς, συνεχὴς δὲ πρὸς Ἀλέξανδρον ἦν αὐτοῖς ὁ πόλεμος, μέχρι πλείστους ἀποκτείνας τοὺς λοιποὺς ἀπήλασεν εἰς Βεμέσελιν πόλιν καὶ ταύτην καταστρεψάμενος αἰχμαλώτους ἀνήγαγεν εἰς Ἱεροσόλυμα.

然而其余民众并没有因为盟友的撤退而放下宿怨,他们对亚历山大的战争持续不断,直到亚历山大杀死了其中绝大多数人,并将剩余的人驱赶至贝梅塞利斯城;在攻陷该城后,他将他们作为俘虏押解至耶路撒冷。

§1.97

προύκοψεν δὲ αὐτῷ διʼ ὑπερβολὴν ὀργῆς εἰς ἀσέβειαν τὸ τῆς ὠμότητος· τῶν γὰρ ληφθέντων ὀκτακοσίους ἀνασταυρώσας ἐν μέσῃ τῇ πόλει γυναῖκάς τε καὶ τέκνα αὐτῶν ἀπέσφαξεν ταῖς ὄψεσι· καὶ ταῦτα πίνων καὶ συγκατακείμενος ταῖς παλλακίσιν ἀφεώρα.

因着极度的暴怒,他的残酷手段竟至悖逆天伦:他在城市中央将抓获的八百人钉在十字架上,并在他们眼前屠杀了他们的妻儿;而他却一边饮酒,一边与侍妾并卧观赏此景。

§1.98

τοσαύτη δὲ κατάπληξις ἔσχεν τὸν δῆμον, ὥστε τῶν ἀντιστασιαστῶν κατὰ τὴν ἐπιοῦσαν νύκτα φυγεῖν ὀκτακισχιλίους ἔξω Ἰουδαίας ὅλης, οἷς ὅρος τῆς φυγῆς ὁ Ἀλεξάνδρου θάνατος κατέστη. τοιούτοις ἔργοις ὀψὲ καὶ μόλις ἡσυχίαν τῇ βασιλείᾳ πορίσας ἀνεπαύσατο τῶν ὅπλων.

民众陷入极度的惊骇之中,以致在次日夜里有八千名反叛者逃至全犹太地境外,亚历山大之死才成为他们流亡的终期。通过此类行径,他迟晚而艰难地为王国赢得了安宁,从而罢兵休战。

§1.99

Γίνεται δὲ πάλιν ἀρχὴ θορύβων Ἀντίοχος ὁ καὶ Διόνυσος ἐπικληθείς, Δημητρίου μὲν ἀδελφὸς ὤν, τελευταῖος δὲ τῶν ἀπὸ Σελεύκου· τοῦτον γὰρ δείσας στρατεύεσθαι ἐπὶ τοὺς Ἄραβας ὡρμημένον τὸ μὲν μεταξὺ τῆς ὑπὲρ Ἀντιπατρίδος παρωρείου καὶ τῶν Ἰόππης αἰγιαλῶν διαταφρεύει φάραγγι βαθείᾳ, πρὸ δὲ τῆς τάφρου τεῖχος ἤγειρεν ὑψηλὸν καὶ ξυλίνους πύργους ἐτεκτήνατο τὰς εὐμαρεῖς ἐμβολὰς ἀποφράττων.

然而,又被称为狄奥尼索斯的安条克成为了新的骚乱源头;他是德米特里的兄弟,也是塞琉古后裔中的最后一人。亚历山大因惧怕决意出兵攻打阿拉伯人的他,便在安提帕特里斯上方的山麓与约帕海滩之间挖筑深沟,并在深沟前方筑起高墙、立起木塔,以阻断便利的进军通道。

§1.100

οὐ μὴν εἶρξαί γε τὸν Ἀντίοχον ἴσχυσεν· ἐμπρήσας γὰρ τοὺς πύργους καὶ τὴν τάφρον χώσας διήλαυνε μετὰ τῆς δυνάμεως. θέμενος δὲ ἐν δευτέρῳ τὴν πρὸς τὸν κωλύσαντα ἄμυναν3 εὐθὺς ἐπὶ τοὺς Ἄραβας ᾔει.

然而,他并未能阻挡安条克;因为安条克烧毁了木塔,填平了壕沟,率部呼啸而过。他将对阻拦者的报复退居次席,径直向阿拉伯人进发。

语法注3 条
  1. 1.89Θεοδώρου δὲ πρὸς τὰς εὐπραγίας αὐτὸν καταπλαγέντος

    在属格绝对结构中,中动态/被动态分词 καταπλαγέντος 支配宾格代词 αὐτόν 作为表示畏惧对象的直接宾语,而 πρὸς τὰς εὐπραγίας 则表示原因(“因其战功/成功”)。此处不能将 αὐτόν 视为主格代词或省略不定式的主语。

  2. 1.92ἀποθανών, ἔλεγον· νεκρῷ γὰρ ἂν διαλλαγῆναι μόλις τῷ τοσαῦτα δράσαντι

    主格单数分词 ἀποθανών 是对前文疑问句 τί ἂν ποιήσας καταστείλειεν αὐτούς(“他做何事才能平息他们”)的省略性直接回答(“去死!”),在语法上与主语亚历山大一致。随后的 ἄν 与不定式 διαλλαγῆναι 构成潜势不定式结构,承接省略的引述动词,意为“(他们说)即便对犯下如此大罪的尸体,人们也难与之和解”。

  3. 1.100θέμενος δὲ ἐν δευτέρῳ τὴν πρὸς τὸν κωλύσαντα ἄμυναν

    此处使用中动态短语 τίθεμαι ἔν τινι(将某事置于……位置/视作……),ἐν δευτέρῳ 意为“退居次席/予以延后”,其宾语为宾格短语 τὴν πρὸς τὸν κωλύσαντα ἄμυναν(“对阻碍者的报复/对抗”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.89-1.100