- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.78-1.88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃塞尼派犹大的预言因同名地点而奇妙应验,阿里斯托布鲁斯在极度内疚与病痛中死去。继承王位的亚历山大·延纳乌斯展开对外征伐,并借助外国雇佣兵平定了国内叛乱。
Θαυμάσαι δʼ ἄν τις ἐν τούτῳ καὶ Ἰούδαν, Ἐσσαῖος ἦν γένος οὐκ ἔστιν ὅτε πταίσας ἢ ψευσθεὶς1 ἐν τοῖς προαπαγγέλμασιν, ὃς ἐπειδὴ καὶ τότε τὸν Ἀντίγονον ἐθεάσατο παριόντα διὰ τοῦ ἱεροῦ, πρὸς τοὺς γνωρίμους ἀνέκραγεν, ἦσαν δʼ οὐκ ὀλίγοι παρεδρεύοντες αὐτῷ τῶν μανθανόντων, παπαί, νῦν ἐμοὶ καλόν, ἔφη, τὸ θανεῖν, ὅτε μου προτέθνηκεν ἡ ἀλήθεια καί τι τῶν ὑπʼ ἐμοῦ προρρηθέντων διέψευσται· ζῇ γὰρ Ἀντίγονος οὑτοσὶ σήμερον ὀφείλων ἀνῃρῆσθαι. χωρίον δὲ αὐτῷ πρὸς σφαγὴν Στράτωνος πύργος εἵμαρτο· καὶ τοῦτο μὲν ἀπὸ ἑξακοσίων ἐντεῦθεν σταδίων ἐστίν, ὧραι δὲ τῆς ἡμέρας ἤδη τέσσαρες· ὁ δὴ χρόνος ἐκκρούει τὸ μάντευμα. ταῦτα εἰπὼν σκυθρωπὸς ἐπὶ συννοίας ὁ γέρων διεκαρτέρει, καὶ μετʼ ὀλίγον ἀνῃρημένος Ἀντίγονος ἠγγέλλετο κατὰ τὸ ὑπόγαιον χωρίον, ὃ δὴ καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος ὁμωνυμοῦν τῇ παραλίῳ Καισαρείᾳ. τοῦτο γοῦν τὸν μάντιν διετάραξεν.
在此之际,人们也会惊叹于犹大,他是埃塞尼派人,在其预告中未曾有过一次失误或虚妄。当时他看见安提柯正穿过圣殿,便对同伴们——身旁陪从着不少他的门徒——高声喊道: “哎呀!如今对我而言莫如死去,因为我的真理已先于我死去,而我所预言的事有一桩落了空;因为理应在今日受诛的这个安提柯竟然还活着。而注定作为他被戮之地的,乃是斯特拉托塔;可这地方离此地有六百斯塔德,白昼的时刻如今已过了第四时;时间确实已经击破了神谕。” 老人说完这些话,面带阴郁之色陷入沉思并苦苦支撑着;不久便有消息传来,安提柯已在地下通道中被杀,而那处地方恰好也叫斯特拉托塔,与沿海的恺撒里亚同名。正是此事扰乱了这位先知。
Ἀριστοβούλῳ γε μὴν εὐθὺς ἡ περὶ τοῦ μύσους μεταμέλεια νόσον ἐνσκήπτει καὶ πρὸς ἔννοιαν τοῦ φόνου τὴν ψυχὴν ἔχων ἀεὶ τεταραγμένην συνετήκετο, μέχρι τῶν σπλάγχνων ὑπʼ ἀκράτου τῆς λύπης σπαραττομένων ἄθρουν αἷμα ἀναβάλλει.
然而,对这一罪孽的悔恨立刻使阿里斯托布鲁斯罹患重病;因着对谋杀的念头,他的灵魂始终饱受扰乱而日渐消瘦,直到肠腑因难熬的悲痛而被撕扯,吐出了大量的血。
τοῦτό τις τῶν ἐν τῇ θεραπείᾳ παίδων ἐκφέρων δαιμονίῳ προνοίᾳ σφάλλεται καθʼ ὃν τόπον Ἀντίγονος ἔσφακτο καὶ φαινομένοις ἔτι τοῖς ἀπὸ τοῦ φόνου σπίλοις τὸ αἷμα τοῦ κτείναντος ἐπέχεεν. ἤρθη δʼ εὐθὺς οἰμωγὴ τῶν θεασαμένων ὥσπερ ἐπίτηδες τοῦ παιδὸς ἐκεῖ ἐπικατασπείσαντος τὸ αἷμα.
一名服侍的僮仆在将血端出去时,在神意的安排下,偏偏滑倒在安提柯被刺杀的同一地点,并将行凶者的血倾倒在尚可见的凶杀血迹之上。目睹此景的人群立刻爆发出一阵哀号,仿佛这僮仆是有意将血浇奠在那里一样。
τῆς δὲ βοῆς ἀκούσας ὁ βασιλεὺς τὴν αἰτίαν ἐπυνθάνετο καὶ μηδενὸς τολμῶντος εἰπεῖν μᾶλλον ἐνέκειτο μαθεῖν ἐθέλων· τέλος δὲ ἀπειλοῦντι καὶ βιαζομένῳ τἀληθὲς εἶπον. ὁ δὲ τοὺς ὀφθαλμοὺς ἐμπίπλησι δακρύων καὶ στενάξας ὅσον ἦν αὐτῷ δύναμις εἶπεν· οὐκ ἄρα θεοῦ μέγαν ὀφθαλμὸν ἐπʼ ἔργοις ἀθεμίτοις λήσειν ἔμελλον, ἀλλά με ταχεῖα μέτεισι δίκη φόνου συγγενοῦς. μέχρι τοῦ2 μοι, σῶμα ἀναιδέστατον, τὴν ἀδελφῷ καὶ μητρὶ κατάκριτον ψυχὴν καθέξεις; μέχρι τοῦ δʼ αὐτοῖς ἐπισπείσω κατὰ μέρος τοὐμὸν αἷμα; λαβέτωσαν ἀθρόον τοῦτο, καὶ μηκέτι ταῖς ἐκ τῶν ἐμῶν σπλάγχνων χοαῖς ἐπειρωνευέσθω τὸ δαιμόνιον. ταῦτα εἰπὼν εὐθέως τελευτᾷ βασιλεύσας οὐ πλεῖον ἐνιαυτοῦ.
王听见呼喊声,便询问原因,在无人敢说的情况下,他因急欲得知而更加严厉逼问;最终在他威逼胁迫之下,众人说出了实情。他双眼盈满泪水,倾尽全力呻吟道: “看来在不法之事上,我终究无法逃脱神明伟大的法眼,而对于近亲谋杀的迅速报应正追讨着我。最不知廉耻的肉体啊,你要将我这已被定罪给兄弟与母亲的灵魂扣留到几时?我又当将我的血分批向他们浇奠到几时?让他们一次性将它收去罢,神明也不必再用我肠腑流出的奠酒来戏弄我了。” 说完这些,他便立即咽气,作王未逾一年。
Λύσασα δʼ ἡ γυνὴ τοὺς ἀδελφοὺς αὐτοῦ βασιλέα καθίστησιν Ἀλέξανδρον τὸν καὶ καθʼ ἡλικίαν καὶ μετριότητι προύχειν δοκοῦντα. ὁ δὲ παρελθὼν εἰς τὴν ἐξουσίαν τὸν ἕτερον μὲν τῶν ἀδελφῶν βασιλειῶντα κτείνει, τὸν δὲ καταλιμπανόμενον ἀγαπῶντα τὸ ζῆν δίχα πραγμάτων εἶχεν.
其妻释放了他的兄弟们,立亚历山大为王,因他无论在年岁还是稳重节制上都看似胜出一筹。然而他掌权之后,杀死了图谋称王的另一个兄弟,而留下的另一个兄弟安于远离政务的生活,便由得他如此生活。
Γίνεται δʼ αὐτῷ καὶ πρὸς τὸν Λάθουρον ἐπικληθέντα Πτολεμαῖον συμβολὴ πόλιν Ἀσωχὶν ᾑρηκότα, καὶ πολλοὺς μὲν ἀνεῖλεν τῶν πολεμίων, ἡ δὲ νίκη πρὸς Πτολεμαῖον ἔρρεψεν. ἐπεὶ δʼ ὑπὸ τῆς μητρὸς Κλεοπάτρας διωχθεὶς εἰς Αἴγυπτον ἀνεχώρησεν, Ἀλέξανδρος Γαδάρων τε πολιορκίᾳ κρατεῖ καὶ Ἀμαθοῦντος, ὃ δὴ μέγιστον μὲν ἦν ἔρυμα τῶν ὑπὲρ Ἰορδάνην, τὰ τιμιώτατα δὲ τῶν Θεοδώρου τοῦ Ζήνωνος κτημάτων ἦν ἐν αὐτῷ.
他还与被称为拉图鲁斯的托勒密交手,后者当时已攻占了阿索奇斯城;虽然他杀死了许多敌军,但胜利的天平却倒向了托勒密。后来托勒密被其母克娄巴特拉逼退而撤往埃及,亚历山大便通过围城攻克了迦达拉,又攻陷了阿马图斯,这确实是约旦河外最宏大的堡垒,其内藏有芝诺之子狄奥多罗斯最珍贵的资产。
ἐπελθὼν δʼ ἐξαίφνης ὁ Θεόδωρος τά τε σφέτερα καὶ τὴν τοῦ βασιλέως ἀποσκευὴν αἱρεῖ, τῶν δʼ Ἰουδαίων εἰς μυρίους κτείνει. γίνεται δʼ ἐπάνω τῆς πληγῆς Ἀλέξανδρος καὶ τραπόμενος εἰς τὴν παράλιον αἱρεῖ Γάζαν τε καὶ Ῥάφειαν καὶ Ἀνθηδόνα τὴν αὖθις ὑπὸ Ἡρώδου τοῦ βασιλέως Ἀγριππιάδα ἐπικληθεῖσαν.
然而狄奥多罗斯突袭杀来,不仅夺回了自己的财产和国王的辎重,更击杀了近万犹太人。亚历山大从这次打击中振作起来,转战沿海地区,攻取了加沙、拉菲亚以及后来被赫罗德王更名为阿格里皮亚斯的安特顿。
Ἐξανδραποδισαμένῳ δὲ ταύτας ἐπανίσταται τὸ Ἰουδαϊκὸν ἐν ἑορτῇ· μάλιστα γὰρ ἐν ταῖς εὐωχίαις αὐτῶν στάσις ἅπτεται. καὶ δοκεῖ μὴ ἂν κρείττων γενέσθαι τῆς ἐπιβουλῆς, εἰ μὴ τὸ ξενικὸν αὐτῷ παρεβοήθει·3 Πισίδαι καὶ Κίλικες ἦσαν· Σύρους γὰρ οὐκ ἐδέχετο μισθοφόρους διὰ τὴν ἔμφυτον αὐτῶν πρὸς τὸ ἔθνος ἀπέχθειαν.
当他将这些地方的人口充为奴隶时,犹太民众在一场节期中掀起了叛乱;因为在他们的筵宴之中,内讧最易被点燃。看来若非其外籍军团前来相助,他本不可能战胜这场图谋;这些雇佣兵是皮西迪亚人和基利家人,因为叙利亚人对犹太民族怀有天生的仇恨,他并不接纳他们充当佣兵。
- 1.78οὐκ ἔστιν ὅτε πταίσας ἢ ψευσθεὶς
短语 οὐκ ἔστιν ὅτε 为惯用表达,意为“从不”(字面意为“没有……的时候”)。随后的过去分词 πταίσας(失误)与 ψευσθεὶς(落空/被证为假)均为阳性主格单数,修饰插入句 Ἐσσαῖος ἦν γένος 的主语,表示该人物在其预言中“从未有过一次失误或虚妄”。
- 1.84μέχρι τοῦ
μέχρι τοῦ 是 μέχρι τίνος 的紧缩惯用表达,介词 μέχρι 支配疑问代词的中性属格,意为“到何时”(how long)。此处用于对呼格 σῶμα ἀναιδέστατον(最不知廉耻的肉体)发出的感叹性修辞疑问句句首。
- 1.88καὶ δοκεῖ μὴ ἂν κρείττων γενέσθαι τῆς ἐπιβουλῆς, εἰ μὴ τὸ ξενικὸν αὐτῷ παρεβοήθει
依赖于动词 δοκεῖ 的间接引语中的非真实条件句(反事实假设)。归结从句由 ἂν 加上不定式 μὴ ἂν γενέσθαι 构成(否定词用 μή),在直接引语中对应带 ἄν 的直陈式过去时;条件从句为 εἰ μή 搭配未完成过去时直陈式(παρεβοήθει),表示对过去事实的相反假设,整句意为“看来若非外籍佣兵前来相助,他本不能战胜这一图谋”。
