← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.101-1.114

亚历山大之死与亚历山德拉的统治

安提柯·狄奥尼索斯在对阿拉伯人的作战中阵亡;控制了柯里叙利亚的阿拉伯王阿雷塔斯进犯犹太地,但与亚历山大达成和约,亚历山大在平定多地后因病去世。其妻亚历山德拉继位,法利赛人在其统治下擅权专断,并开始清洗旧臣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.101

τῶν δὲ ὁ βασιλεὺς ἀναχωρῶν εἰς τὰ χρησιμώτερα τῆς χώρας πρὸς τὴν μάχην, ἔπειτα τὴν ἵππον ἐξαίφνης ἐπιστρέψας, μυρία δʼ ἦν τὸν ἀριθμόν, ἀτάκτοις ἐπιπίπτει τοῖς περὶ τὸν Ἀντίοχον. καρτερᾶς δὲ μάχης γενομένης ἕως μὲν περιῆν Ἀντίοχος ἀντεῖχεν ἡ δύναμις αὐτοῦ καίπερ ἀνέδην ὑπὸ τῶν Ἀράβων φονευόμενοι·1 πεσόντος δέ, καὶ γὰρ προεκινδύνευεν ἀεὶ τοῖς ἡττωμένοις παραβοηθῶν, ἐγκλίνουσιν πάντες, καὶ τὸ μὲν πλεῖστον αὐτῶν ἐπί τε τῆς παρατάξεως κἀν τῇ φυγῇ διαφθείρεται, τοὺς δὲ λοιποὺς καταφυγόντας εἰς Κανὰ κώμην σπάνει τῶν ἐπιτηδείων ἀναλωθῆναι συνέβη πλὴν ὀλίγων ἅπαντας.

然而,阿拉伯王撤向该国更有利于作战的地域,随后突然掉转其骑兵——其数量达一万人——扑向安条克阵脚紊乱的部队。激战展开,只要安条克还在世,他的军队就始终坚守,尽管他们正被阿拉伯人肆意屠杀;但他阵亡后——因为他总是冲杀在前,身犯险境以援助败退者——全军溃散溃逃,其中绝大部分在阵中及溃逃途中被歼灭,而逃往卡纳村的其余人员,除少数人外,也全都因粮饷短缺而死绝。

§1.103

Ἐκ τούτου Δαμασκηνοὶ διὰ τὸ πρὸς Πτολεμαῖον τὸν Μενναίου μῖσος Ἀρέταν ἐπάγονται καὶ καθιστῶσιν κοίλης Συρίας βασιλέα. στρατεύεται δʼ οὗτος ἐπὶ τὴν Ἰουδαίαν καὶ μάχῃ νικήσας Ἀλέξανδρον κατὰ συνθήκας ἀνεχώρησεν.

此后,大马士革人因对门奈乌斯之子托勒密的仇恨,迎入阿雷塔斯,立他为柯里叙利亚之王。他出兵进犯犹太地,在交战中击败亚历山大后,按协议退兵。

§1.104

Ἀλέξανδρος δὲ Πέλλαν ἑλὼν ἐπὶ Γέρασαν ᾔει πάλιν τῶν Θεοδώρου κτημάτων γλιχόμενος, καὶ τρισὶ τοὺς φρουροὺς περιβόλοις ἀποτειχίσας διὰ μάχης τὸ χωρίον παραλαμβάνει.

亚历山大攻克佩拉后,再次觊觎狄奥多罗斯的财产而进军格拉萨;他以三道围墙将驻军彻底围困,通过战斗攻取了该地。

§1.105

καταστρέφεται δὲ καὶ Γαυλάνην καὶ Σελεύκειαν καὶ τὴν Ἀντιόχου φάραγγα καλουμένην, πρὸς οἷς Γάμαλα φρούριον καρτερὸν ἑλών, τὸν ἄρχοντα Δημήτριον ἐν αὐτῷ παραλύσας ἐκ πολλῶν ἐγκλημάτων ἐπάνεισιν εἰς Ἰουδαίαν, τρία πληρώσας ἔτη τῆς στρατείας. ἀσμένως δʼ ὑπὸ τοῦ ἔθνους ἐδέχθη διὰ τὴν εὐπραγίαν, καὶ λαμβάνει τὴν ἀνάπαυσιν τοῦ πολεμεῖν ἀρχὴν νόσου.

他还征服了高兰尼、塞琉西亚以及所谓的安条克峡谷;此外,他又攻取了坚固的要塞加马拉,并因众多指控罢免了要塞中的长官德米特里,在完成为期三年的远征后返回犹太地。因其战功赫赫,他受到该民族的热烈欢迎;然而罢战休兵却成了他患病的开端。

§1.106

τεταρταίαις δὲ περιόδοις πυρετῶν ἐνοχλούμενος ᾠήθη διακρούσεσθαι τὴν νόσον πάλιν ἁψάμενος πραγμάτων. διὸ δὴ στρατείαις ἀκαίροις ἑαυτὸν ἐπιδιδοὺς καὶ βιαζόμενος παρὰ δύναμιν τὸ σῶμα πρὸς τὰς ἐνεργείας ἀπήλλαξεν.2 τελευτᾷ γοῦν ἐν μέσοις τοῖς θορύβοις στρεφόμενος βασιλεύσας ἑπτὰ πρὸς τοῖς εἴκοσιν ἔτη.

他饱受四日周期性疟热的折磨,自以为若再度投身国政战事便能驱散疾病。因此,他投身于不合时宜的军事征伐,强迫肉体超负荷运作,最终致使躯体衰亡。无论如何,他在种种动荡骚乱的奔波中去世,在位共计二十七年。

§1.107

Καταλείπει δὲ τὴν βασιλείαν Ἀλεξάνδρᾳ τῇ γυναικὶ πεπεισμένος ταύτῃ μάλιστʼ ἂν ὑπακοῦσαι τοὺς Ἰουδαίους, ἐπειδὴ τῆς ὠμότητος αὐτοῦ μακρὰν ἀποδέουσα καὶ ταῖς παρανομίαις ἀνθισταμένη τὸν δῆμον εἰς εὔνοιαν προσηγάγετο.

他将王位留给妻子亚历山德拉,深信犹太人最乐于服从她,因为她与他的残暴相去甚远,且因抵制他的种种不法行径而赢得了民众的好感。

§1.108

καὶ οὐ διήμαρτεν τῆς ἐλπίδος· ἐκράτησεν γὰρ τῆς ἀρχῆς τὸ γύναιον διὰ δόξαν εὐσεβείας· ἠκρίβου γὰρ δὴ μάλιστα τοῦ νόμου τὰ πάτρια καὶ τοὺς πλημμελοῦντας εἰς τοὺς ἱεροὺς νόμους ἐξ ἀρχῆς προεβάλλετο.

他的这一期望并未落空;因为这名妇人凭借其虔诚的名声牢牢掌握了统治权。她极为严格地遵守祖传律法,并将违犯神圣法律者从官职中驱逐。

§1.109

δύο δʼ αὐτῇ παίδων ὄντων ἐξ Ἀλεξάνδρου τὸν μὲν πρεσβύτερον Ὑρκανὸν διά τε τὴν ἡλικίαν ἀποδείκνυσιν ἀρχιερέα καὶ ἄλλως ὄντα νωθέστερον ἢ ὥστε ἐνοχλεῖν3 περὶ τῶν ὅλων, τὸν δὲ νεώτερον Ἀριστόβουλον διὰ θερμότητα κατεῖχεν ἰδιώτην.

她与亚历山大育有二子,她任命长子海尔堪为大祭司,这既是因为他的年龄,也是因为他生性迟钝,不至于在国家大政上生事;至于次子阿里斯托布卢斯,则因其性情狂躁,她让他保持一介平民的身份。

§1.110

Παραφύονται δὲ αὐτῆς εἰς τὴν ἐξουσίαν Φαρισαῖοι, σύνταγμά τι Ἰουδαίων δοκοῦν εὐσεβέστερον εἶναι τῶν ἄλλων καὶ τοὺς νόμους ἀκριβέστερον ἀφηγεῖσθαι.

这时,法利赛人逐渐渗透进她的权柄之中,他们是犹太人中的一个党派,被认为比其他人更为虔敬,对律法的阐释也更为精严。

§1.111

τούτοις περισσὸν δή τι προσεῖχεν ἡ Ἀλεξάνδρα σεσοβημένη περὶ τὸ θεῖον. οἱ δὲ τὴν ἁπλότητα τῆς ἀνθρώπου κατὰ μικρὸν ὑπιόντες ἤδη καὶ διοικηταὶ τῶν ὅλων ἐγίνοντο διώκειν τε καὶ κατάγειν οὓς ἐθέλοιεν, λύειν τε καὶ δεσμεῖν. καθόλου δὲ αἱ μὲν ἀπολαύσεις τῶν βασιλείων ἐκείνων ἦσαν, τὰ δʼ ἀναλώματα καὶ αἱ δυσχέρειαι τῆς Ἀλεξάνδρας.

亚历山德拉在宗教事务上极易惊疑狂热,对他们言听计从。法利赛人渐渐利用这名妇人的单纯,不久便成为政务的主宰,任意流放或召回他们想处置的人,肆意开释或拘禁囚徒。总而言之,王权的享乐归于他们,而各项靡费与劳苦则归于亚历山德拉。

§1.112

δεινὴ δʼ ἦν τὰ μείζω διοικεῖν, δύναμίν τε ἀεὶ συγκροτοῦσα διπλασίονα κατέστησεν καὶ ξενικὴν συνήγαγεν οὐκ ὀλίγην, ὡς μὴ μόνον κρατύνεσθαι τὸ οἰκεῖον ἔθνος, φοβερὰν δὲ καὶ τοῖς ἔξωθεν εἶναι δυνάσταις. ἐκράτει δὲ τῶν μὲν ἄλλων αὐτή, Φαρισαῖοι δʼ αὐτῆς.

她在治理重大事务方面颇有才干:她不断集结兵力使之倍增,并招募了大量外国雇佣兵,不仅使本民族日益强盛,亦令外部统治者望而生畏。她统治着其余众人,而法利赛人却统治着她。

§1.113

Διογένην γοῦν τινα τῶν ἐπισήμων φίλον Ἀλεξάνδρῳ γεγενημένον κτείνουσιν αὐτοὶ σύμβουλον ἐγκαλοῦντες γεγονέναι περὶ τῶν ἀνασταυρωθέντων ὑπὸ τοῦ βασιλέως ὀκτακοσίων. ἐνῆγον δὲ τὴν Ἀλεξάνδραν εἰς τὸ καὶ τοὺς ἄλλους διαχειρίσασθαι τῶν παροξυνάντων ἐπʼ ἐκείνους τὸν Ἀλέξανδρον·4 ἐνδιδούσης δʼ ὑπὸ δεισιδαιμονίας ἀνῄρουν οὓς ἐθέλοιεν αὐτοί.

至少,他们借口指控曾为亚历山大密友的名士狄奥根尼乃是促成国王将八百人钉十字架的谋臣,亲手将他杀死。他们还唆使亚历山德拉处置其他曾煽动亚历山大残害那些人的人;由于她因迷信而让步,他们便肆意诛杀任何他们想杀的人。

§1.114

προσφεύγουσι δὲ Ἀριστοβούλῳ τῶν κινδυνευόντων οἱ προύχειν δοκοῦντες, κἀκεῖνος πείθει τὴν μητέρα φείσασθαι μὲν διὰ τὸ ἀξίωμα τῶν ἀνδρῶν, ἐκπέμψαι δʼ αὐτούς, εἰ μὴ καθαροὺς ὑπείληφεν, ἐκ τῆς πόλεως. οἱ μὲν οὖν δοθείσης ἀδείας ἐσκεδάσθησαν ἀνὰ τὴν χώραν·

面临危难者中的显贵之人投奔阿里斯托布卢斯,后者说服母亲看在这些人的高贵身份上饶他们一命,但如果认定他们并非无辜,就将他们逐出城去。于是,这些人在获得免死保证后,便分散流落至各地;

语法注4 条
  1. 1.101φονευόμενοι

    依义合意(constructio ad sensum)。语法上的主语是单数阴性集合名词 ἡ δύναμις αὐτοῦ(他的军队),但分词 φονευόμενοι 采用了阳性复数形式,与军队实际包含的士兵(阳性复数)在意义上保持一致。

  2. 1.106ἀπήλλαξεν

    此处作及物动词用,以 τὸ σῶμα 为直接宾语(或暗含 τὸν βίον),意为“使肉体终结/结束了生命”;亦可理解为不及物用法表示“去世”。紧接其后的 τελευτᾷ γοῦν 进一步具体阐明了他最终死亡的结果。

  3. 1.109νωθέστερον ἢ ὥστε ἐνοχλεῖν

    “比较级 + ἤ + ὥστε + 不定词”结构,意为“过于……以至于不能……”或“太……而不会……”。在此指长子海尔堪生性过于迟钝怯懦,以至于不会在国家重大政务上惹是生非,因此被立为大祭司。

  4. 1.113τῶν παροξυνάντων ἐπʼ ἐκείνους τὸν Ἀλέξανδρον

    τῶν παροξυνάντων 是修饰前文 τοὺς ἄλλους(其余的人)的部分属格。介词短语 ἐπʼ ἐκείνους(针对那些人)中的代词 ἐκείνους 指的是上文中被钉在十字架上的那八百人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.101-1.114