- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.68-1.77
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约翰·许尔堪身兼统治权、大祭司职与先知才能,享尽福禄而终;长子阿里斯托布鲁斯改行王政,囚禁饿死生母,更因听信宫廷谗言而设计诛杀亲弟安提柯。
τὸ λοιπὸν δʼ ἐπιβιοὺς ἐν εὐδαιμονίᾳ Ἰωάννης καὶ τὰ κατὰ τὴν ἀρχὴν κάλλιστα διοικήσας ἐν τρισὶν ὅλοις καὶ τριάκοντα ἔτεσιν ἐπὶ πέντε υἱοῖς τελευτᾷ,1 μακαριστὸς ὄντως καὶ κατὰ μηδὲν ἐάσας ἐφʼ ἑαυτῷ μεμφθῆναι τὴν τύχην. τρία γοῦν τὰ κρατιστεύοντα μόνος εἶχεν, τήν τε ἀρχὴν τοῦ ἔθνους καὶ τὴν ἀρχιερωσύνην καὶ προφητείαν·
此后,约翰在安乐中度过余生,其统治极尽卓越地维持了整整三十三年,留下五个儿子而辞世;他确实是蒙受至福之人,丝毫未曾容许命运在他身上遭受怨尤。诚然,他一人独揽了三项至高特权:即统治国民之权、大祭司职以及先知的预言能力。
ὡμίλει γὰρ αὐτῷ τὸ δαιμόνιον ὡς μηδὲν τῶν μελλόντων ἀγνοεῖν, ὅς γε καὶ περὶ δύο τῶν πρεσβυτέρων υἱῶν ὅτι μὴ διαμενοῦσι κύριοι τῶν πραγμάτων προεῖδέν τε καὶ προεφήτευσεν· ὧν τὴν καταστροφὴν ἄξιον ἀφηγήσασθαι, παρʼ ὅσον2 τῆς πατρῴας εὐδαιμονίας ἀπέκλιναν.
因为神明与他相通,使他对未来的事体无所不知;他甚至预先得见并预言了年长的两个儿子将无法长久执掌国柄。叙述这二人的败亡实属应当,恰见他们偏离其父的盛福何其遥远。
Μετὰ γὰρ τὴν τοῦ πατρὸς τελευτὴν ὁ πρεσβύτερος αὐτῶν Ἀριστόβουλος τὴν ἀρχὴν εἰς βασιλείαν μετατιθεὶς περιτίθεται μὲν διάδημα πρῶτος μετὰ τετρακοσιοστὸν καὶ ἑβδομηκοστὸν πρῶτον ἔτος, πρὸς δὲ μῆνας τρεῖς, ἐξ οὗ κατῆλθεν ὁ λαὸς εἰς τὴν χώραν ἀπαλλαγεὶς τῆς ἐν Βαβυλῶνι δουλείας·
在其父死后,长子阿里斯托布鲁斯将政体变更为王政,并在民众脱离巴比伦的奴役回归本土四百七十一年又三个月之后,首度加冕称王。
τῶν δὲ ἀδελφῶν τὸν μὲν μεθʼ ἑαυτὸν Ἀντίγονον, ἐδόκει γὰρ ἀγαπᾶν, ἦγεν ἰσοτίμως, τοὺς δʼ ἄλλους εἵργνυσι δήσας. δεσμεῖ δὲ καὶ τὴν μητέρα διενεχθεῖσαν περὶ τῆς ἐξουσίας, ταύτην γὰρ κυρίαν τῶν ὅλων ὁ Ἰωάννης ἀπολελοίπει, καὶ μέχρι τοσαύτης ὠμότητος προῆλθεν, ὥστε καὶ λιμῷ διαφθεῖραι δεδεμένην.
对于弟兄们,他待紧随其后的安提柯以同等的尊荣——因为他看似对其深怀关爱,却将其他兄弟捆绑拘禁。他还囚禁了因权力之争而与他相左的母亲,因约翰生前曾留下她作为全局的主政者;阿里斯托布鲁斯竟暴虐至此,以至于将受捆锁的母亲活活饿死。
Περιέρχεται δὲ αὐτῶν ἡ τίσις εἰς τὸν ἀδελφὸν Ἀντίγονον, ὃν ἠγάπα τε καὶ τῆς βασιλείας κοινωνὸν εἶχεν· κτείνει γὰρ καὶ τοῦτον ἐκ διαβολῶν, ἃς οἱ πονηροὶ τῶν κατὰ τὸ βασίλειον ἐνεσκευάσαντο. τὰ μὲν δὴ πρῶτα διηπίστει τοῖς λεγομένοις ὁ Ἀριστόβουλος ἅτε δὴ καὶ τὸν ἀδελφὸν ἀγαπῶν καὶ διδοὺς φθόνῳ τὰ πολλὰ τῶν λογοποιουμένων.
然而,对这些罪行的报应落在了他所挚爱并立为王权共治者的弟弟安提柯身上;因王宫内邪恶之徒蓄意构陷的谗言,他连这位弟弟也杀害了。起初,阿里斯托布鲁斯并不相信这些流言,一方面因他关爱弟弟,另一方面也把许多流言蜚语归咎于嫉妒。
ὡς δʼ ὁ Ἀντίγονος λαμπρὸς ἀπὸ στρατείας ἦλθεν εἰς τὴν ἑορτήν, ἐν ᾗ σκηνοποιεῖσθαι πάτριον τῷ θεῷ, συνέβη μὲν κατʼ ἐκείνας τὰς ἡμέρας νόσῳ χρήσασθαι τὸν Ἀριστόβουλον, τὸν δὲ Ἀντίγονον ἐπὶ τέλει τῆς ἑορτῆς ἀναβάντα μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν ὡς ἐνῆν μάλιστα κεκοσμημένον προσκυνῆσαι τὸ πλέον ὑπὲρ τοῦ ἀδελφοῦ.
但当安提柯结束征战、威严显赫地前来参加为神结棚的祖传节日时,恰逢阿里斯托布鲁斯那些日子卧病在床;安提柯在节日尾声与其身边的重装兵一同登殿,身着极尽华美的盛装,主要为兄长的康复祈祷。
κἀν τούτῳ προσιόντες οἱ πονηροὶ τῷ βασιλεῖ τήν τε πομπὴν τῶν ὁπλιτῶν ἐδήλουν καὶ τὸ παράστημα τοῦ Ἀντιγόνου μεῖζον ἢ κατʼ ἰδιώτην, ὅτι τε παρείη μετὰ μεγίστου συντάγματος ἀναιρήσων αὐτόν· οὐ γὰρ ἀνέχεσθαι τιμὴν μόνον ἐκ βασιλείας ἔχων, παρὸν αὐτὴν κατασχεῖν.3
正当此时,奸佞小人进谗于王,指出重装兵的巡行以及安提柯超乎常人的气派,并妄称他率巨量兵马前来乃为弑君;他们声称,当他有权独揽王权之时,断不会满足于仅仅享有源自王室的虚荣。
Τούτοις κατὰ μικρὸν ἄκων ἐπίστευσεν ὁ Ἀριστόβουλος, καὶ προνοῶν τοῦ μήθʼ ὑποπτεύων φανερὸς γενέσθαι καὶ προησφαλίσθαι πρὸς τὸ ἄδηλον4 καθίστησι μὲν τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογαίων ἀλαμπεῖ, κατέκειτο δʼ ἐν τῇ βάρει πρότερον αὖθις δʼ Ἀντωνίᾳ μετονομασθείσῃ, προστάξας ἀνόπλου μὲν ἀπέχεσθαι, κτείνειν δὲ τὸν Ἀντίγονον, εἰ μετὰ τῶν ὅπλων προσίοι, καὶ πρὸς αὐτὸν ἔπεμψεν τοὺς προεροῦντας ἄνοπλον ἐλθεῖν.
阿里斯托布鲁斯渐渐身不由己地信以为真;他思忖着既不可公然显露疑心,又须防范不测,遂将侍卫布置在一条幽暗的地道中——他当时正卧病于早先称为巴里斯、后改名为安东尼亚的堡垒中——并下令:若安提柯未执兵刃,则不得妄动;若带兵器前来,便格杀勿论;同时他派人预先通知安提柯须徒手前来。
πρὸς τοῦτο πάνυ πανούργως ἡ βασίλισσα συντάσσεται μετὰ τῶν ἐπιβούλων· τοὺς γὰρ πεμφθέντας πείθουσιν τὰ μὲν παρὰ τοῦ βασιλέως σιωπῆσαι, λέγειν δὲ πρὸς τὸν Ἀντίγονον ὡς ὁ ἀδελφὸς ἀκούσας ὅπλα τε αὐτῷ παρεσκευακέναι κάλλιστα καὶ πολεμικὸν κόσμον ἐν τῇ Γαλιλαίᾳ διὰ μὲν τὴν ἀσθένειαν αὐτὸς ἐπιδεῖν ἕκαστα κωλυθείη, νῦν δʼ ἐπεὶ καὶ χωρίζεσθαι μέλλοις, θεάσαιτʼ ἂν5 ἥδιστά σε ἐν τοῖς ὅπλοις.
针对此事,王后与谋逆者极为奸狡地结成同伙;他们说服受遣之人隐瞒王命,反而向安提柯传话说:兄长听说你在加利利为自己置办了最精美的铠甲与军容装备,他因病未能亲自检阅各项物品,如今既然你即将远行,他极愿看你身披甲胄的英姿。
Ταῦτα ἀκούσας ὁ Ἀντίγονος, ἐνῆγεν δʼ ἡ τοῦ ἀδελφοῦ διάθεσις μηδὲν ὑποπτεύειν πονηρόν, ἐχώρει μετὰ τῶν ὅπλων ὡς πρὸς ἐπίδειξιν. γενόμενος δὲ κατὰ τὴν σκοτεινὴν πάροδον, Στράτωνος ἐκαλεῖτο πύργος, ὑπὸ τῶν σωματοφυλάκων ἀναιρεῖται, βέβαιον ἀποδείξας ὅτι πᾶσαν εὔνοιαν καὶ φύσιν κόπτει διαβολὴ καὶ οὐδὲν οὕτως τῶν ἀγαθῶν παθῶν ἰσχυρόν, ὃ τῷ φθόνῳ μέχρι παντὸς ἀντέχει.
安提柯闻讯后,因兄长平素的情分促使他毫无恶念之疑,便佩带武器前往,宛如前去夸示。然而当他行至那条被称为斯特拉托塔的昏暗通道时,即被侍卫刺杀;这确凿地证明了谗言足以斩断一切亲善与天伦之情,在嫉妒面前,没有任何崇高的善念能够坚守到底。
- 1.68ἐπὶ πέντε υἱοῖς τελευτᾷ
介词 ἐπί 接与格在此为习用表达,表示死后遗留下来的后代或继承人(“留下五个儿子而死”),而非表示条件、原因或敌对状态。
- 1.69παρʼ ὅσον
短语 παρʼ ὅσον 为表示比例或程度的副词性连词词组,意为“正如……之甚”或“按照……的程度”。在此修饰 ἄξιον ἀφηγήσασθαι(值得叙述),指其遭遇之所以值得记载,正因其堕落与其父盛福之落差极其悬殊。
- 1.74οὐ γὰρ ἀνέχεσθαι τιμὴν μόνον ἐκ βασιλείας ἔχων, παρὸν αὐτὴν κατασχεῖν
承接前文进谗之词的间接引语(不定式结构)。主要不定式为 ἀνέχεσθαι,搭配补充成分分词 ἔχων(承前句 παρείη 的主语而保持主格);句末的 παρὸν αὐτὴν κατασχεῖν 是无人称动词 ἔξεστι 的中性宾格分词构成的独立宾格(accusative absolute),作状语表示让步(“明明有可能夺取王位本身”)。
- 1.75προνοῶν τοῦ μήθʼ ὑποπτεύων φανερὸς γενέσθαι καὶ προησφαλίσθαι πρὸς τὸ ἄδηλον
分词 προνοῶν 支配属格宾语,因此属格冠词 τοῦ 通过 μήτε... καί 统摄了两个不定式 φανερὸς γενέσθαι 与 προησφαλίσθαι。而 φανερὸς γενέσθαι 进一步与分词 ὑποπτεύων 搭配,构成表语性形容词分词结构,意为“自己起疑一事暴露于外”。
- 1.76μέλλοις, θεάσαιτʼ ἄν
间接引语中的祈愿语气。从句中的 μέλλοις 属于间接祈愿语气(optativus obliquus),在历史时态序列中替代了直接引语里的直陈式(μέλλεις);而主句中的 θεάσαιτʼ ἄν 则直接保留了原直接引语中带有 ἄν 的潜能祈愿语气(“他将极愿看见”)。
