← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.56-1.67

许尔堪的对外征服与平定内乱

许尔堪继承大祭司之位并围攻劫持其母兄的托勒密,却因安息年降临而致人质遇害;其后他利用大卫王陵的财宝退去安条克的围城。随后许尔堪与其子嗣接连攻占撒玛利亚等周边地区开拓疆土,最终平定了因嫉恨而起的内乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56

καὶ ὁ μὲν παραχρῆμα ἀνεχώρησεν εἴς τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων, ὃ Δαγὼν καλεῖται· κομισάμενος δὲ τὴν πατρῴαν ἀρχιερωσύνην Ὑρκανὸς καὶ θύσας τῷ θεῷ μετὰ τάχους ἐπὶ Πτολεμαῖον ὥρμησεν βοηθήσων τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς, καὶ προσβαλὼν τῷ φρουρίῳ τὰ μὲν ἄλλα κρείττων ἦν, ἡττᾶτο δὲ δικαίου πάθους·1 ὁ γὰρ Πτολεμαῖος ὁπότε καταπονοῖτο, τήν τε μητέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προάγων ἐπὶ τοῦ τείχους εἰς εὐσύνοπτον ᾐκίζετο καὶ κατακρημνιεῖν, εἰ μὴ θᾶττον ἀπανασταίη, διηπείλει.

于是托勒密随即撤入耶利哥上方的一座要塞,该要塞被称为达贡;许尔堪继承了先父的大祭司职位并向神献祭后,便火速进军攻打托勒密,以营救其母亲和兄弟们;在猛攻要塞时,他在其他方面皆占上风,却败给了正当的情感。因为每当托勒密陷于困境时,便将许尔堪的母亲和兄弟带至城墙上众人清晰可见之处施以酷刑,并威胁说,若不尽快撤军,便将他们推落悬崖摔死。

§1.58

πρὸς ἃ τὸν μὲν Ὑρκανὸν ὀργῆς πλείων οἶκτος εἰσῄει καὶ δέος, ἡ δὲ μήτηρ οὐδὲν οὔτε πρὸς τὰς αἰκίας οὔτε πρὸς τὸν ἀπειλούμενον αὐτῇ θάνατον ἐνδιδοῦσα χεῖρας ὤρεγε καὶ κατηντιβόλει τὸν παῖδα μήτι πρὸς τὴν αὐτῆς ὕβριν ἐπικλασθέντα φείσασθαι τοῦ δυσσεβοῦς, ὡς αὐτῇ γε κρείττονα τὸν ἐκ Πτολεμαίου θάνατον ἀθανασίας εἶναι δόντος δίκας ἐφʼ οἷς εἰς τὸν οἶκον αὐτῶν παρηνόμησεν.2

对此,涌上许尔堪心头的怜悯与恐惧胜过了愤怒;但母亲面对酷刑和死亡的威胁丝毫未曾屈服,她伸出双手,极力恳求儿子绝不可因她遭受的凌辱而动摇软化去宽恕那不敬之徒,并宣称,只要那凶犯因对他们家族所犯的暴行而伏法受诛,由托勒密带来的死亡对她而言便胜过永生。

§1.59

ὁ δὲ Ἰωάννης ὁπότε μὲν ἐνθυμηθείη τὸ παράστημα τῆς μητρὸς καὶ κατακούσειε τῆς ἱκεσίας, ὥρμητο προσβάλλειν, ἐπειδὰν δὲ κατίδοι τυπτομένην τε καὶ σπαραττομένην, ἐθηλύνετο καὶ τοῦ πάθους ὅλος ἦν.

然而,约翰每当想起母亲的豪气并听从其哀求时,便渴望发起猛攻;可每当目睹她遭受鞭笞与撕扯时,他便心软下来,完全为情所困。

§1.60

τριβομένης δὲ διὰ ταῦτα τῆς πολιορκίας ἐπέστη τὸ ἀργὸν ἔτος, ὃ κατὰ ἑπταετίαν ἀργεῖται παρὰ Ἰουδαίοις ὁμοίως ταῖς ἑβδομάσιν ἡμέραις. κἀν τούτῳ Πτολεμαῖος ἀνεθεὶς τῆς πολιορκίας ἀναιρεῖ τοὺς ἀδελφοὺς Ἰωάννου σὺν τῇ μητρὶ καὶ φεύγει πρὸς Ζήνωνα τὸν ἐπικληθέντα Κοτυλᾶν· Φιλαδελφείας δʼ ἦν τύραννος.

围城战因这些变故而拖延不决,直至安息年降临;该年如同第七日一样,在犹太人中每隔七年守一次安息。托勒密在此期间摆脱了包围,杀害了约翰的兄弟及其母亲,逃往号称科图拉斯的芝诺那里;后者乃是费拉德尔菲亚的僭主。

§1.61

Ἀντίοχος δὲ κατʼ ὀργὴν ὧν ὑπὸ Σίμωνος ἔπαθεν, στρατεύσας εἰς τὴν Ἰουδαίαν ἐπολιόρκει τὸν Ὑρκανὸν προσκαθεζόμενος τοῖς Ἱεροσολύμοις. ὁ δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς δὴ πλουσιώτατος βασιλέων ἐγένετο, καὶ ὑφελόμενος ὑπὲρ τρισχίλια τάλαντα χρημάτων τόν τε Ἀντίοχον ἀνίστησι τῆς πολιορκίας πείσας τριακοσίοις ταλάντοις καὶ δὴ καὶ ξενοτροφεῖν πρῶτος Ἰουδαίων ἐκ τῆς περιουσίας ἤρξατο.

安条克因西门使自己遭受的创伤而怀恨在心,遂出兵犹太,驻扎于耶路撒冷城下围困许尔堪。许尔堪开启了曾为列王中最富有之君大卫的陵墓,取出三千多他连得的财富,用三百他连得说服安条克撤围,并且犹太人中以此余资蓄养外籍雇佣军自他始。

§1.62

Αὖθίς γε μὴν Ἀντίοχος ἐπὶ Μήδους στρατεύσας καιρὸν ἀμύνης αὐτῷ παρεῖχεν· εὐθέως γὰρ ὥρμησεν ἐπὶ τὰς ἐν Συρίᾳ πόλεις, κενάς, ὅπερ ἦν, ὑπολαμβάνων τῶν μαχιμωτέρων εὑρήσειν.

此后,安条克出兵讨伐米底亚,为许尔堪提供了反击的良机;因为他料定叙利亚各城必如实情那样缺乏善战之士,遂立即向它们进发。

§1.63

Μεδάβην μὲν οὖν καὶ Σαμαγὰν ἅμα ταῖς πλησίον, ἔτι δὲ Σίκιμα καὶ Ἀργαρίζειν αὐτὸς αἱρεῖ, πρὸς αἷς τὸ Χουθαίων γένος, οἳ περιῴκουν τὸ εἰκασθὲν τῷ ἐν Ἱεροσολύμοις ἱερῷ. αἱρεῖ δὲ καὶ τῆς Ἰδουμαίας ἄλλας τε οὐκ ὀλίγας καὶ Ἀδωρεὸν καὶ Μάρισαν.

于是,他亲自攻克了梅达巴和萨玛加及其邻近各邑,又攻占了示剑和基利心山,此外还制服了居住在仿效耶路撒冷圣殿而建之庙宇周边的库特人部族。他还攻取了以土买不少其他城镇,以及阿多良和玛利沙。

§1.64

Προελθὼν δὲ καὶ μέχρι Σαμαρείας, ἔνθα νῦν ἐστιν Σεβαστὴ πόλις ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ βασιλέως, καὶ πάντοθεν αὐτὴν ἀποτειχίσας τοὺς υἱεῖς ἐπέστησε τῇ πολιορκίᾳ Ἀριστόβουλον καὶ Ἀντίγονον· ὧν οὐδὲν ἀνιέντων3 λιμοῦ μὲν εἰς τοσοῦτον προῆλθον οἱ κατὰ τὴν πόλιν, ὡς ἅψασθαι καὶ τῶν ἀηθεστάτων.

他进一步推进至撒玛利亚——即如今希律王所建的塞巴斯蒂城所在地,四面筑墙将其围困,命自己的儿子阿里斯托布鲁斯与安提柯督师围城。由于二人毫不松懈,城中居民陷入极度饥荒,以致吞食最违常理之物。

§1.65

ἐπικαλοῦνται δὲ βοηθὸν Ἀντίοχον τὸν ἐπικληθέντα Ἀσπένδιον· κἀκεῖνος ἑτοίμως ὑπακούσας ὑπὸ τῶν περὶ Ἀριστόβουλον ἡττᾶται. καὶ ὁ μὲν μέχρι Σκυθοπόλεως διωχθεὶς ὑπὸ τῶν ἀδελφῶν ἐκφεύγει, οἱ δὲ ἐπὶ τοὺς Σαμαρεῖς ὑποστρέψαντες τό τε πλῆθος πάλιν εἰς τὸ τεῖχος συγκλείουσιν καὶ τὴν πόλιν ἑλόντες αὐτήν τε κατασκάπτουσιν καὶ τοὺς ἐνοικοῦντας ἐξηνδραποδίσαντο.

他们向绰号为阿斯彭狄乌斯的安条克求援;后者欣然响应,却被阿里斯托布鲁斯所部击败。安条克被兄弟二人一路追击至斯基托波利斯得以逃脱,但兄弟俩折回对付撒玛利亚人,将城中军民重新困入城墙内;城破之后,他们将该城夷为平地,并将居民变卖为奴。

§1.66

προχωρούντων δὲ τῶν κατορθωμάτων τὴν ὁρμὴν οὐ κατέψυξαν, ἀλλὰ προελθόντες ἅμα τῇ δυνάμει μέχρι τῆς Σκυθοπόλεως ταύτην τε κατέδραμον καὶ τὴν ἐντὸς Καρμήλου τοῦ ὄρους χώραν ἅπασαν κατενείμαντο.

随着战果扩大,他们的气势未曾冷却,反而率军推进至斯基托波利斯,蹂躏该地,并占领瓜分了迦密山以内的全部疆土。

§1.67

Πρὸς δὲ τὰς εὐπραγίας αὐτοῦ τε Ἰωάννου καὶ τῶν παίδων φθόνος ἐγείρει στάσιν τῶν ἐπιχωρίων, καὶ πολλοὶ κατʼ αὐτῶν συνελθόντες οὐκ ἠρέμουν, μέχρι καὶ πρὸς φανερὸν πόλεμον ἐκριπισθέντες ἡττῶνται.

然而,对约翰本人及其诸子赫赫功绩的嫉妒在本地人中激起了内讧;众多反对者聚集起来骚动不休,直至被煽动至公开交战,终遭溃败。

语法注3 条
  1. 1.57δικαίου πάθους

    动词 ἡττᾶτο 的补足语属格。作为伴随被动语态表示原因或比较/分离的属格(意为“屈服于/败给了正当的情感”),指对母兄至亲自然而合乎道义的骨肉之情。

  2. 1.58δόντος δίκας ἐφʼ οἷς εἰς τὸν οἶκον αὐτῶν παρηνόμησεν

    嵌入间接引语从句(ὡς… εἶναι)中的独立属格结构。δόντος 的逻辑主语由上下文可知为托勒密,带有条件意蕴(“只要他受到惩罚”)。ἐφʼ οἷς 属于关系代名词的吸引,相当于 ἐπὶ τούτοις ἅ。

  3. 1.64ὧν οὐδὲν ἀνιέντων

    由关系代词引导的独立属格结构(connecting relative),先行词指前文提及的两个儿子阿里斯托布鲁斯与安提柯。οὐδὲν 作副词性内宾语(宾格),表示“因他们丝毫未曾松懈”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.56-1.67