← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.43-1.55

马加比兄弟之死与许尔堪继承大祭司

以利亚撒与犹大相继阵亡,继位的约拿单亦遭特里丰谋杀,随后西门力战使犹太摆脱异族统治;西门遇刺后,其子约翰·许尔堪获得耶路撒冷民众拥戴入城继位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43

ἐφικέσθαι μὲν οὖν τοῦ δοκοῦντος εἶναι βασιλέως οὐχ οἷός τε ἦν διὰ τὸ ὕψος, ὁ δὲ τὸ θηρίον ὑπὸ τὴν γαστέρα πλήξας ἐπικατέσεισεν ἑαυτῷ καὶ συντριβεὶς ἐτελεύτησεν, μηδὲν πλέον δράσας τοῦ τοῖς μεγάλοις ἐπιβαλέσθαι θέμενος εὐκλείας ἐν δευτέρῳ τὸ ζῆν.1

于是,由于高度所限,他无法触及那看似国王之人,但他从腹下猛刺巨兽,使其倾压在自己身上,遂被碾碎而死;他将生命置于声誉之后,所成就的不过是勇于图谋伟业而已。

§1.44

ὅ γε μὴν κυβερνῶν τὸν ἐλέφαντα ἰδιώτης ἦν· κἂν εἰ συνέβη δὲ εἶναι τὸν Ἀντίοχον, οὐδὲν πλέον ἤνυσεν ὁ τολμήσας τοῦ δοκεῖν ἐπʼ ἐλπίδι μόνῃ λαμπροῦ κατορθώματος ἑλέσθαι τὸν θάνατον.

然而驾驭那象之人不过是一介平民;纵然那恰好是安条克,这位勇者所达成的,亦不过是让人认为他仅仅凭着对辉煌功业的一线希望便选择了死亡。

§1.45

γίνεται δὲ καὶ κλῃδὼν τἀδελφῷ τῆς ὅλης παρατάξεως·2 καρτερῶς μὲν γὰρ οἱ Ἰουδαῖοι καὶ μέχρι πολλοῦ διηγωνίσαντο, πλήθει δὲ ὑπερέχοντες οἱ βασιλικοὶ καὶ δεξιᾷ χρησάμενοι τύχῃ κρατοῦσι, καὶ πολλῶν ἀναιρεθέντων τοὺς λοιποὺς ἔχων Ἰούδας εἰς τὴν Γοφνιτικὴν τοπαρχίαν φεύγει.

这对其兄弟而言亦成了整场会战的预兆;犹太人固然奋力抗战良久,但王军倚仗兵力优势且得逢幸运,最终克敌制胜;在众多部众阵亡之际,犹大率领残部逃往戈夫尼提克辖区。

§1.46

Ἀντίοχος δὲ παρελθὼν εἰς Ἱεροσόλυμα καὶ καθίσας ὀλίγας ἡμέρας ἐν αὐτῇ κατὰ σπάνιν τῶν ἐπιτηδείων ἀπανίσταται, καταλιπὼν μὲν φρουρὰν ὅσην ἀποχρήσειν ὑπελάμβανε, τὴν δὲ λοιπὴν δύναμιν ἀπαγαγὼν χειμεριοῦσαν εἰς τὴν Συρίαν.

安条克进抵耶路撒冷,在城内驻留数日后,因粮秣匮乏而撤军;他留下了自认为足以守卫的驻军,率领其余军力前往叙利亚过冬。

§1.47

Πρὸς δὲ τὴν ὑποχώρησιν τοῦ βασιλέως Ἰούδας οὐκ ἠρέμει, προσγενομένων δʼ ἐκ τοῦ ἔθνους πολλῶν καὶ τοὺς διασωθέντας ἐκ τῆς μάχης ἐπισυγκροτήσας κατὰ κώμην Ἀκέδασαν συμβάλλει τοῖς Ἀντιόχου στρατηγοῖς, καὶ φανεὶς ἄριστος κατὰ τὴν μάχην πολλούς τε τῶν πολεμίων ἀποκτείνας ἀναιρεῖται καὶ μεθʼ ἡμέρας ὀλίγας ὁ ἀδελφὸς αὐτοῦ Ἰωάννης ἐπιβουλευθεὶς ὑπὸ τῶν τὰ Ἀντιόχου φρονούντων τελευτᾷ.

见国王撤退,犹大未曾松懈;族人中归附者甚众,他又重整战役幸存之人,在阿刻达萨村附近与安条克的将领们交战;他在战斗中表现最为英勇,斩杀众多敌军后阵亡;数日后,其兄弟约翰亦遭拥护安条克之人暗算而丧生。

§1.48

Διαδεξάμενος δὲ τοῦτον ὁ ἀδελφὸς Ἰωνάθης τά τε ἄλλα πρὸς τοὺς ἐπιχωρίους διὰ φυλακῆς ἦγεν ἑαυτὸν καὶ τῇ πρὸς Ῥωμαίους φιλίᾳ τὴν ἀρχὴν ἐκρατύνατο πρός τε τὸν Ἀντιόχου παῖδα διαλλαγὰς ἐποιήσατο. οὐ μήν τι τούτων ἤρκεσεν αὐτῷ πρὸς ἀσφάλειαν·

其兄弟约拿单接替其位,他在其他方面对本族同胞严加防范,借与罗马人的结好巩固权位,并与安条克之子缔结和解。然而,这些措施皆未能确保其安危。

§1.49

Τρύφων γὰρ ὁ τύραννος, ἐπίτροπος μὲν ὢν τοῦ Ἀντιόχου παιδὸς ἐπιβουλεύων δʼ αὐτῷ καὶ πρόσθεν, ἀποσκευάζεσθαι τοὺς φίλους αὐτοῦ πειρώμενος ἥκοντα τὸν Ἰωνάθην σὺν ὀλίγοις εἰς Πτολεμαΐδα πρὸς Ἀντίοχον δόλῳ συλλαμβάνει καὶ δήσας ἐπὶ Ἰουδαίαν στρατεύει· εἶτʼ ἀπελαθεὶς ὑπὸ τοῦ Σίμωνος, ὃς ἦν ἀδελφὸς τοῦ Ἰωνάθου, καὶ πρὸς τὴν ἧτταν ὠργισμένος κτείνει τὸν Ἰωνάθην.

盖僭主特里丰虽为安条克幼子之监护人,此前却蓄谋篡位;他企图剪除幼主党羽,趁约拿单仅率少数随从抵达普托勒迈斯觐见安条克之际,设奸计将其诱捕,继而将他捆缚进犯犹太;随后他遭约拿单之兄西门击退,因败退大怒遂诛杀了约拿单。

§1.50

Σίμων δὲ γενναίως ἀφηγούμενος τῶν πραγμάτων αἱρεῖ μὲν Γάζαρά τε καὶ Ἰόππην καὶ Ἰάμνειαν τῶν προσοίκων, κατέσκαψε δὲ καὶ τὴν ἄκραν τῶν φρουρῶν κρατήσας. αὖθις δὲ γίνεται καὶ Ἀντιόχῳ σύμμαχος κατὰ Τρύφωνος, ὃν ἐν Δώροις πρὸ τῆς ἐπὶ Μήδους στρατείας ἐπολιόρκει.

西门以卓越之才总揽国政,攻取了邻近的加扎拉、约帕及雅姆尼亚,并降伏守军彻底夷平了阿克拉要塞。此后,在安条克出征米底亚之前围攻位于多拉的特里丰时,西门又成为其盟友。

§1.51

ἀλλʼ οὐκ ἐξεδυσώπησεν τὴν τοῦ βασιλέως πλεονεξίαν Τρύφωνα συνεξελών· μετʼ οὐ πολὺ γὰρ Ἀντίοχος Κενδεβαῖον τὸν αὐτοῦ στρατηγὸν μετὰ δυνάμεως δῃώσοντα τὴν Ἰουδαίαν ἔπεμψεν καὶ καταδουλωσόμενον Σίμωνα.

然而,合力剿灭特里丰并未能令国王的贪欲知耻收敛;不久之后,安条克派遣自己的部将肯德拜乌斯率军劫掠犹太,意图奴役西门。

§1.52

ὁ δὲ καίτοι γε γηραλέος ὢν νεανικώτερον ἀφηγήσατο τοῦ πολέμου· τοὺς μέντοι γε υἱεῖς αὐτοῦ μετὰ τῶν ἐρρωμενεστάτων προεκπέμπει, αὐτὸς δὲ μοῖραν τῆς δυνάμεως ἀναλαβὼν ἐπῄει κατʼ ἄλλο μέρος.

虽已年迈,西门指挥这场战争时却展现出青年般的魄力;他派自己的诸子率领最骁勇之士先行出发,自己则率一部兵力由另一条路线进击。

§1.53

πολλοὺς δὲ πολλαχοῦ κἀν τοῖς ὄρεσι προλοχίσας πάσαις κρατεῖ ταῖς ἐπιβολαῖς καὶ νικήσας λαμπρῶς ἀρχιερεὺς ἀποδείκνυται καὶ τῆς Μακεδόνων ἐπικρατείας μετὰ ἑκατὸν καὶ ἑβδομήκοντα ἔτη Ἰουδαίους ἀπαλλάττει.

他在多处及山区广设伏兵,在各项部署中皆克敌制胜;在大获全胜后,他被立为大祭司,并在一百七十年后使犹太人摆脱了马其顿人的统治。

§1.54

Θνήσκει δὲ καὶ αὐτὸς ἐπιβουλευθεὶς ἐν συμποσίῳ ὑπὸ Πτολεμαίου τοῦ γαμβροῦ, ὃς αὐτοῦ τήν τε γυναῖκα καὶ τοὺς δύο παῖδας ἐγκαθείρξας ἐπὶ τὸν τρίτον Ἰωάννην, ὃς καὶ Ὑρκανὸς ἐκαλεῖτο, τοὺς ἀναιρήσοντας ἔπεμψεν.

他本人亦在宴席上遭女婿托勒密谋害而亡;后者幽禁了西门的妻子与两个儿子,又派遣刺客去刺杀被称为许尔堪的第三子约翰。

§1.55

προγνοὺς δὲ τὴν ἔφοδον ὁ νεανίσκος παραγενέσθαι εἰς τὴν πόλιν ἠπείγετο, πλεῖστον τῷ λαῷ πεποιθὼς κατά τε μνήμην τῶν πατρῴων κατορθωμάτων καὶ μῖσος τῆς Πτολεμαίου παρανομίας. ὥρμησε δὲ καὶ Πτολεμαῖος εἰσελθεῖν καθʼ ἑτέραν πύλην, ἐξεκρούσθη γε μὴν ὑπὸ τοῦ δήμου ταχέως δεδεγμένων ἤδη τὸν Ὑρκανόν.3

这名青年预先获悉了袭击,因对先父功业的记忆与对托勒密暴行的痛恨而极为信赖民众,遂火速赶赴城中。托勒密亦企图从另一城门闯入,然而民众早已迅速迎纳了许尔堪,遂将托勒密驱逐在外。

语法注3 条
  1. 1.43μηδὲν πλέον δράσας τοῦ τοῖς μεγάλοις ἐπιβαλέσθαι θέμενος εὐκλείας ἐν δευτέρῳ τὸ ζῆν

    τοῦ ... ἐπιβαλέσθαι 为受比较表达 μηδὲν πλέον 支配的冠词不定式属格,意为“(除了)勇于图谋伟业之外(一无所成)”。而 θέμενος εὐκλείας ἐν δευτέρῳ τὸ ζῆν 则采用了 ἐν δευτέρῳ τίθεσθαι(将……置于次席/劣后)的惯用构文,以宾格 τὸ ζῆν 为直接宾语,并附带表示位序比较的属格 εὐκλείας,意为“将生命置于名誉之后”。

  2. 1.45γίνεται δὲ καὶ κλῃδὼν τἀδελφῷ τῆς ὅλης παρατάξεως

    τἀδελφῷ 为 τῷ ἀδελφῷ 的混声(crasis),在句中作关涉与格(“对其兄弟而言”)。τῆς ὅλης παρατάξεως 则是支配于名词 κλῃδών(预兆、兆头)的客体属格或关涉属格,意为“整场会战(全线战局)的预兆”。

  3. 1.55ἐξεκρούσθη γε μὴν ὑπὸ τοῦ δήμου ταχέως δεδεγμένων ἤδη τὸν Ὑρκανόν

    介词短语 ὑπὸ τοῦ δήμου(被民众)在语法形式上为单数,但后随的分词 δεδεγμένων 却采用复数属格。这是由于集体名词 δῆμος 在语义上被视为复数个体构成的集合体,从而形成的意合构文(constructio ad sensum),在此作属格独立结构(或语义一致的属格分词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.43-1.55