← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.475-1.484

诸子的孤立与同亲属对立的激化

希律的青年儿子们对宫廷谗言懵懂不觉,加之格拉菲拉的傲慢与阿里斯托布鲁斯的出言不逊,进一步激化了莎乐美与费罗拉斯等人的仇恨。希律在前往罗马前训诫并暂时宽恕了二子,但两名青年与权势显赫的叔父等人的裂痕依然加深。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.475

τὰ δὲ μειράκια τὰς μὲν διαβολὰς ἠγνόει, παρὸ καὶ μᾶλλον ἀφυλάκτως ἐνέπιπτον αὐταῖς· οὐδὲν γὰρ ὁ πατὴρ φανερῶς ἀπεμέμφετο· συνίει δὲ κατὰ μικρὸν ἀπὸ τοῦ ψύγματος καὶ πρὸς τὸ λυποῦν μᾶλλον ἐτραχύνετο.1 διέθηκεν δὲ πρὸς αὐτὰ καὶ τὸν θεῖον Φερώραν Ἀντίπατρος ἐχθρωδῶς καὶ τὴν τηθίδα Σαλώμην, ὡς ἂν † γαμετὴν οὖσαν, καθομιλῶν ἀεὶ καὶ παροξύνων.

然而,两名青年对那些谗言一无所知,因而更加毫无防备地陷入其中;因为父亲并未公开责难他们任何事。但他们从父亲的冷淡中渐渐察觉到异样,对令自己痛苦的境况越发愤懑。安提帕特还使他们的叔父费罗拉斯和姑母莎乐美对他们怀抱敌意,不断与这两人密谈并煽风点火。

§1.476

συνήργει δὲ καὶ πρὸς τὴν ταύτης ἀπέχθειαν ἡ Ἀλεξάνδρου γυνὴ Γλαφύρα γενεαλογοῦσα τὴν ἑαυτῆς εὐγένειαν, καὶ ὡς πασῶν τῶν κατὰ τὸ βασίλειον εἴη δεσπότις, κατὰ πατέρα μὲν ἀπὸ Τημένου, κατὰ μητέρα δὲ ἀπὸ Δαρείου τοῦ Ὑστάσπεως οὖσα.

亚历山大的妻子格拉菲拉也促成了莎乐美的怨恨,因她夸耀自己的高贵门第,声称自己是宫中所有妇人的女主人,其父系出自特墨诺斯,母系则出自希斯塔斯佩斯之子大流士。

§1.477

πολλὰ δὲ ὠνείδιζεν εἰς ἀγένειαν τήν τε ἀδελφὴν τὴν Ἡρώδου καὶ τὰς γυναῖκας, ὧν ἑκάστη διʼ εὐμορφίαν οὐκ ἀπὸ γένους ᾑρέθη. πολλαὶ δʼ ἦσαν, ὡς ἂν ἐφειμένου τε πατρίως Ἰουδαίοις γαμεῖν πλείους καὶ τοῦ βασιλέως ἡδομένου πλείοσιν, αἳ πᾶσαι διὰ τὸ μεγάλαυχον τὸ Γλαφύρας καὶ τὰς λοιδορίας ἐμίσουν Ἀλέξανδρον.

她对希律的姐妹和各位妻子多加羞辱,讥刺她们出身低贱;这些妻子的每一位都是因美貌而非因门第被选中的。她们人数众多——因为犹太人依习俗准许娶多妻,国王也乐于多娶——所有这些人都因格拉菲拉的傲慢和恶言而憎恨亚历山大。

§1.478

Τὴν δὲ δὴ Σαλώμην καίτοι πενθερὰν οὖσαν αὐτὸς Ἀριστόβουλος ἑαυτῷ διεστασίασεν ὠργισμένην καὶ πρόσθεν ἐπὶ ταῖς ἐκ Γλαφύρας βλασφημίαις· ὠνείδιζεν γὰρ τῇ γυναικὶ συνεχῶς τὴν ταπεινότητα, καὶ ὡς αὐτὸς μὲν ἰδιῶτιν, ὁ δʼ ἀδελφὸς αὐτοῦ Ἀλέξανδρος γήμαι βασιλίδα.

尽管莎乐美是自己的岳母,阿里斯托布鲁斯本人却也使她与自己彻底反目,而她此前本就已因格拉菲拉的辱骂而满腔怒火;因为他不断责难妻子的微贱身世,说自己娶了一个平民女子,而他的兄弟亚历山大却娶了一位真正的王女。

§1.479

τοῦτο κλαίουσα τῇ Σαλώμῃ διήγγειλεν ἡ θυγάτηρ, προσετίθει δʼ ὅτι καὶ τῶν ἄλλων ἀδελφῶν τὰς μὲν μητέρας ἀπειλοῖεν οἱ περὶ Ἀλέξανδρον, ἐπειδὰν παραλάβωσιν τὴν βασιλείαν, ἱστουργοὺς ἅμα ταῖς δούλαις ποιήσειν, αὐτοὺς δὲ κωμῶν γραμματεῖς, ἐπισκώπτοντες ὡς πεπαιδευμένους ἐπιμελῶς.2 πρὸς ἃ τὴν ὀργὴν οὐ κατασχοῦσα Σαλώμη πάντα διήγγειλεν Ἡρώδῃ· σφόδρα δʼ ἦν ἀξιόπιστος κατὰ γαμβροῦ λέγουσα.

女儿哭着将此事告诉了莎乐美,并补充说,亚历山大一伙人还威胁道:一旦他们接掌王权,就会将其他兄弟的母亲们贬为织布女工,与女奴一同劳作;至于兄弟们自己,则贬为乡村文书,嘲讽他们受过精细的教育。莎乐美对此按捺不住怒火,将一切都告发给了希律;而当她告发自己的女婿时,话语极具可信度。

§1.480

καί τις ἑτέρα διαβολὴ συνέδραμεν ἡ τὸν θυμὸν ὑπεκκαύσασα τοῦ βασιλέως· ἤκουσεν γὰρ αὐτοὺς ἀνακαλεῖσθαι μὲν συνεχῶς τὴν μητέρα καὶ κατοιμώζειν ἐπαρωμένους αὐτῷ, πολλάκις δʼ αὐτοῦ διαδιδόντος τῶν Μαριάμμης ἐσθήτων τινὰ ταῖς μεταγενεστέραις γυναιξὶν ἀπειλεῖν, ὡς ἀντὶ τῶν βασιλικῶν ἐν τάχει περιθήσουσιν αὐταῖς ἐκ τριχῶν πεποιημένας.

与此同时,另一桩谗言也随之而来,进一步点燃了国王的怒火:因为他听说他们不断呼唤母亲的名字,在哀痛哀嚎中对他发出诅咒;而且每当他将玛丽亚姆内的衣裳分给后娶的妻子们时,他们便威胁说,不久之后要让那些女人脱下王室礼服,披上毛织的粗衣。

§1.481

Διὰ ταῦτα καίτοι τὸ φρόνημα τῶν νεανίσκων ὑποδείσας, ὅμως οὐκ ἀπέκοπτε τὴν ἐλπίδα τῆς διορθώσεως, ἀλλὰ προσκαλεσάμενος αὐτούς, καὶ γὰρ εἰς Ῥώμην ἐκπλεύσειν ἔμελλεν, βραχέα μὲν ἠπείλησεν ὡς βασιλεύς, τὰ πολλὰ δὲ ἐνουθέτησεν ὡς πατήρ, καὶ φιλεῖν τοὺς ἀδελφοὺς παρεκάλει διδοὺς τῶν προημαρτημένων ἄφεσιν, εἰ πρὸς τὸ μέλλον ἀμείνους γένοιντο.

因为这些缘故,希律虽然对青年的心性暗自畏惧,但仍未断绝令其改过自新的希望;于是他将他们召来——因他正准备启航前往罗马——以国王的身份稍加威吓,却以父亲的身份多方劝戒,敦促他们要爱护弟兄,并许诺只要他们今后能有长进,便宽恕以往的过失。

§1.482

οἱ δὲ τὰς μὲν διαβολὰς ἀπεσκευάζοντο ψευδεῖς εἶναι λέγοντες, πιστώσεσθαι δὲ τὴν ἀπολογίαν τοῖς ἔργοις ἔφασκον· δεῖν μέντοι κἀκεῖνον ἀποφράττειν τὰς λογοποιίας τῷ μὴ πιστεύειν ῥᾳδίως· οὐ γὰρ ἐπιλείψειν τοὺς καταψευσομένους αὐτῶν, ἕως ἂν ὁ πειθόμενος ᾖ.

他们则驳斥了谗言,宣称全系诬告,并表示将用行动证实自己的申辩;然而他们坚称,国王也应当拒绝轻易相信,以此堵塞造谣生事之路;因为只要有人愿意听信,诬陷他们的人就绝不会断绝。

§1.483

Τούτοις ὡς πατέρα πείσαντες ταχέως τὸν μὲν ἐν χερσὶν φόβον διεκρούσαντο, τὴν δʼ εἰς τὰ μέλλοντα λύπην προσέλαβον· ἔγνωσαν γὰρ τήν τε Σαλώμην ἐχθρὰν καὶ τὸν θεῖον Φερώραν· ἦσαν δὲ βαρεῖς [μὲν] ἀμφότεροι καὶ χαλεποί, Φερώρας δὲ μείζων, ὃς πάσης μὲν ἐκοινώνει τῆς βασιλείας πλὴν διαδήματος, προσόδους δὲ ἰδίας εἶχεν ἑκατὸν τάλαντα, τὴν δὲ πέραν Ἰορδάνου πᾶσαν ἐκαρποῦτο χώραν λαβὼν παρὰ τἀδελφοῦ δῶρον, ὃς αὐτὸν ἐποίησεν καὶ τετράρχην αἰτησάμενος παρὰ Καίσαρος, βασιλικῶν τε γάμων ἠξίωσεν συνοικίσας ἀδελφὴν τῆς ἰδίας γυναικός· μετὰ δὲ τὴν ἐκείνης τελευτὴν καθωσίωσε τὴν πρεσβυτάτην τῶν ἑαυτοῦ θυγατέρων ἐπὶ προικὶ τριακοσίοις ταλάντοις.

他们以此番话迅速说服了作为父亲的他,虽驱散了眼前的恐惧,却平添了对未来的忧虑;因为他们看清了莎乐美和叔父费罗拉斯已成为死敌。两人都势大而难缠,尤其是费罗拉斯更是权势更盛:他除了王冠之外分享着王国的全权,拥有每年一百塔兰特的个人收入,并享用约旦河对岸全部土地的收益——那是他从兄长那里得来的赠礼;希律还向凯撒请准册封他为分封王,将自己妻子的妹妹嫁给他,使他配享王室婚姻;在她死后,希律又将自己最年长的女儿许配给他,附带三百塔兰特的嫁妆。

§1.484

ἀλλʼ ἀπέδρα Φερώρας τὸν βασιλικὸν γάμον πρὸς ἔρωτα δούλης, ἐφʼ ᾧ χαλεπήνας Ἡρώδης3 τὴν μὲν θυγατέρα τῷ πρὸς Πάρθων ὕστερον ἀναιρεθέντι συνέζευξεν ἀδελφιδῷ· Φερώρᾳ δὲ μετʼ οὐ πολὺ τὴν ὀργὴν ἀνίει διδοὺς συγγνώμην τῇ νόσῳ.

然而费罗拉斯因迷恋上一名女奴而逃避了这场王室联姻;希律为此大怒,便将该女儿嫁给了自己的侄子(此人后来被帕提亚人所杀);但不久之后,希律便消了对费罗拉斯的气,宽宥了他的迷狂之疾。

语法注3 条
  1. 1.475συνίει δὲ κατὰ μικρὸν ἀπὸ τοῦ ψύγματος καὶ πρὸς τὸ λυποῦν μᾶλλον ἐτραχύνετο

    动词 συνίει 和 ἐτραχύνετο 的主语有两种可能的判定。一种是将紧邻的 ὁ πατήρ 作为主语,意为“父亲从冷淡中逐渐察觉,因而对令人不快之事越发恼怒”;另一种则是承接句首的 τὰ δὲ μειράκια(中性复数主语与单数谓语动词搭配,与前文的 ἠγνόει 结构完全一致),意为“年轻人从父亲的冷淡中渐渐有所察觉,对令自身痛苦的处境越发愤懑”。后一种理解更契合上下文,说明父亲表面未加责难,而年轻人凭借察觉到的冷遇而心生愤懑。

  2. 1.479ἐπισκώπτοντες ὡς πεπαιδευμένους ἐπιμελῶς

    连词 ὡς 与宾格分词 πεπαιδευμένους 搭配,修饰间接引语中的宾语 αὐτούς(其他兄弟)。ὡς 在此表示讽刺性的表面理由,意为“讥讽他们受到了精心良好的教育”。

  3. 1.484ἐφʼ ᾧ χαλεπήνας Ἡρώδης

    介词 ἐπί 与中性单数与格关系代词 ᾧ 构成的短语 ἐφʼ ᾧ 作为承接表达,指代前文所述的整个事件(费罗拉斯因迷恋女奴而逃避王室婚姻),意为“希律为此大怒”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.475-1.484