← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.485-1.496

宫廷的疑心与亚历山大被捕

希律追查涉及费罗拉斯与莎乐美的下毒与逃亡密告后赦免了二人,但风暴随即转向亚历山大:后者拉拢亲信宦官及谋反之事败露,导致疑云密布的宫廷内告发与处决肆虐,希律最终逮捕了亚历山大并对其同党施以酷刑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.485

Διεβάλλετο δὲ καὶ πάλαι μὲν ἔτι ζώσης τῆς βασιλίδος ἐπιβουλεύειν αὐτῷ φαρμάκοις, τότε δὲ πλεῖστοι μηνυταὶ προσῄεσαν, ὡς καίπερ φιλαδελφότατον ὄντα τὸν Ἡρώδην εἰς πίστιν ὑπαχθῆναι τῶν λεγομένων καὶ δέος. πολλοὺς δὲ τῶν ἐν ὑπονοίᾳ βασανίσας τελευταῖον ἦλθεν ἐπὶ τοὺς Φερώρου φίλους.

费罗拉斯也早有中伤之词缠身,早在王后尚在世时,便有人告发他企图用毒药谋害国王;而在此时,更有大批告密者接踵而至,以致希律虽然对兄弟情深意重,也不免听信了这些谗言并陷入恐慌。在对众多嫌疑人施以酷刑之后,他最终追查到了费罗拉斯的朋友们身上。

§1.486

ὧν ἐπιβουλὴν μὲν ἄντικρυς ὡμολόγησεν οὐδείς, ὅτι δὲ τὴν ἐρωμένην ἁρπασάμενος εἰς Πάρθους ἀποδρᾶναι παρεσκευάζετο,1 συμμέτοχοι δὲ τοῦ σκέμματος αὐτῷ καὶ τῆς φυγῆς Κοστόβαρος ὁ Σαλώμης ἀνήρ, ᾧ συνῴκισεν αὐτὴν ὁ βασιλεὺς ἐπὶ μοιχείᾳ τοῦ προτέρου διαφθαρέντος.

他们中没有一个人承认有公然的阴谋,却供认说费罗拉斯正准备夺取所恋慕的女子潜逃至帕提亚人那里,而莎乐美的丈夫科斯托巴鲁斯——在此前的那位丈夫因通奸被诛后,国王将她嫁给了此人——则是这一密谋与逃亡的同谋者。

§1.487

ἦν δʼ ἐλευθέρα διαβολῆς οὐδὲ Σαλώμη· καὶ γὰρ αὐτῆς Φερώρας ἁδελφὸς κατηγόρει συνθήκας περὶ γάμου πρὸς Συλλαῖον τὸν Ὀβαίδα τοῦ Ἀράβων βασιλέως ἐπίτροπον, ὃς ἦν ἐχθρότατος Ἡρώδῃ. διελεγχθεῖσα δὲ καὶ τοῦτο καὶ πάνθʼ ὅσα Φερώρας ἐνεκάλει, συγγινώσκεται· καὶ αὐτὸν δὲ Φερώραν ὁ βασιλεὺς ἀπέλυσεν τῶν ἐγκλημάτων.

但莎乐美自己也未能免于谗害;因为她的哥哥费罗拉斯指控她与阿拉伯王奥博达斯的行政官叙莱乌斯定有婚约,而此人正是希律的死敌。然而尽管在这一指控以及费罗拉斯所告发的一切上均被查明有罪,她仍得到了宽恕;国王同时也赦免了费罗拉斯本人的罪名。

§1.488

Μετέβαινεν δὲ ἐπʼ Ἀλέξανδρον ὁ χειμὼν τῆς οἰκίας καὶ περὶ τὴν ἐκείνου κεφαλὴν ὅλος ἀπηρείσατο. τρεῖς ἦσαν εὐνοῦχοι τιμιώτατοι τῷ βασιλεῖ, καὶ δῆλον ἐξ ὧν ἐλειτούργουν· τῷ μὲν γὰρ οἰνοχοεῖν προσετέτακτο, τῷ δὲ δεῖπνον προσφέρειν, ὁ δʼ αὐτὸν κατεκοίμιζέν τε καὶ συγκατεκλίνετο.

但王室的这场风暴转移到了亚历山大身上,并全力倾泻在他的头上。国王有三位最为宠信的宦官,从他们所司的职守便可看出:一人负责斟酒,一人负责奉上晚餐,第三人则服侍他寝卧并与他同寝。

§1.489

τούτους εἰς τὰ παιδικὰ δώροις μεγάλοις ὑπηγάγετο ὁ Ἀλέξανδρος. μηνυθὲν δὲ τῷ βασιλεῖ διηλέγχοντο βασάνοις, καὶ τὴν μὲν συνουσίαν εὐθέως ὡμολόγουν, ἐξέφερον δὲ καὶ τὰς εἰς αὐτὴν ὑποσχέσεις, ὃν τρόπον ἀπατηθεῖεν ὑπὸ Ἀλεξάνδρου λέγοντος, ὡς οὐκ ἐν Ἡρώδῃ δέοι τὰς ἐλπίδας ἔχειν ἀναιδεῖ γέροντι καὶ βαπτομένῳ τὰς κόμας, εἰ μὴ διὰ τοῦτʼ αὐτὸν οἴονται καὶ νέον,2 αὐτῷ δὲ προσέχειν, ὃς καὶ παρὰ ἄκοντος διαδέξεται τὴν βασιλείαν οὐκ εἰς μακράν τε τοὺς μὲν ἐχθροὺς ἀμυνεῖται, τοὺς φίλους δʼ εὐδαίμονας ποιήσει καὶ μακαρίους, πρὸ πάντων δὲ αὐτούς· εἶναι δὲ καὶ θεραπείαν τῶν δυνατῶν περὶ τὸν Ἀλέξανδρον λαθραίαν, τούς τε ἡγεμόνας τοῦ στρατιωτικοῦ καὶ τοὺς ταξιάρχους κρύφα πρὸς αὐτὸν συνιέναι.

亚历山大以重金引诱他们,将他们拉拢为男宠。此事被密告给国王后,他们受到酷刑审讯,随即招供了私通之事,并供出了为达成此事所许下的诺言,交代了亚历山大是如何用言辞欺骗他们的。他说: 他们不当将希望寄托在希律身上——一个染发且不知羞耻的老朽,除非他们正因他染发便以为他依然年轻——而应当依附于他;因为即便父亲不情愿,他也必将继承王位,且不久之后便会报复仇敌,使朋友们飞黄腾达、尽享荣华,尤其是他们三人;他们还供称权贵们都在暗中归附于亚历山大,军队的统帅们和千夫长们也正在私下与他会晤。

§1.492

Ταῦτα τὸν Ἡρώδην οὕτως ἐξεφόβησεν, ὡς μηδὲ παραχρῆμα τολμῆσαι τὰς μηνύσεις ἐκφέρειν, ἀλλὰ κατασκόπους ὑποπέμπων νύκτωρ καὶ μεθʼ ἡμέραν ἕκαστα τῶν πραττομένων ἢ λεγομένων διηρεύνα καὶ τοὺς ἐν ταῖς ὑποψίαις εὐθέως ἀνῄρει.

这番话令希律惊恐万分,以致他当时甚至不敢将告密内容公之于众,反而在昼夜暗中派出密探,搜查一切行动与言论,并将陷入嫌疑者立行处决。

§1.493

δεινῆς δὲ ἀνομίας ἐνεπλήσθη τὸ βασίλειον· κατὰ γὰρ ἔχθραν ἢ μῖσος ἴδιον ἕκαστος ἔπλασσεν τὰς διαβολάς, καὶ πολλοὶ πρὸς τοὺς διαφόρους φονῶντι τῷ βασιλικῷ θυμῷ κατεχρῶντο. καὶ τὸ μὲν ψεῦδος εἶχεν παραχρῆμα πίστιν, αἱ κολάσεις δὲ τῶν διαβολῶν ἦσαν ὠκύτεραι. κατηγορεῖτο γοῦν τις ἄρτι κατηγορήσας, καὶ τῷ πρὸς αὐτοῦ διελεγχθέντι συναπήγετο· τὰς γὰρ ἐξετάσεις τοῦ βασιλέως ὁ περὶ τῆς ψυχῆς κίνδυνος ἐπετέμνετο.3

宫廷中充斥着可怕的无法无天;人人因一己私怨或仇恨而捏造谗言,许多人借国王嗜杀的盛怒来残害异己。谎言立时见信,而刑罚比谗言来得更快。往往有人方才告发了他人,转瞬便遭他人告发,与被他定罪之人一同被押赴刑场;因为国王唯恐性命难保,已将审讯的程序草草删减。

§1.494

προύβη δʼ εἰς τοσοῦτον πικρίας, ὡς μηδὲ τῶν ἀκαταιτιάτων τινὶ προσβλέπειν ἡμέρως, εἶναι δὲ καὶ τοῖς φίλοις ἀπηνέστατος· πολλοῖς γοῦν αὐτῶν ἀπεῖπεν τὸ βασίλειον, καὶ πρὸς οὓς οὐκ εἶχεν χειρὸς ἐξουσίαν τῷ λόγῳ χαλεπὸς ἦν.

他的冷酷暴戾达到了如此地步,甚至无法对任何清白无辜之人以温和之色相待,对自己的朋友也残酷至极;他确实将许多朋友逐出王宫,而对那些自己无法施加肉体惩处的人,则在言辞上横加暴虐。

§1.495

συνεπέβη δὲ Ἀντίπατρος ἐν ταῖς συμφοραῖς Ἀλεξάνδρῳ καὶ στῖφος ποιήσας τῶν συγγενῶν οὐκ ἔστιν ἥντινα διαβολὴν παρέλιπεν. προήχθη γέ τοι πρὸς τοσοῦτον δέος ὁ βασιλεὺς ὑπὸ τῆς τερατείας αὐτοῦ καὶ τῶν συνταγμάτων, ὡς ἐφεστάναι δοκεῖν αὐτῷ τὸν Ἀλέξανδρον ξιφήρη.

安提帕特在亚历山大身处厄运之时落井下石,纠集亲族结成同党,用尽了一切诽谤中伤之能事。国王因他耸人听闻的谎言与谋划而被逼入了极度的恐惧,以致他仿佛看见亚历山大手持利刃立于眼前。

§1.496

συλλαβὼν οὖν αὐτὸν ἐξαπίνης ἔδησεν καὶ πρὸς βάσανον ἐχώρει τῶν φίλων αὐτοῦ. σιγῶντες δὲ ἀπέθνησκον πολλοὶ καὶ μηδὲν ὑπὲρ τὸ συνειδὸς εἰπόντες· οἱ δʼ ὑπὸ τῶν ἀλγηδόνων ψεύσασθαι βιασθέντες ἔλεγον, ὡς ἐπιβουλεύοι τε αὐτῷ μετὰ Ἀριστοβούλου τοῦ ἀδελφοῦ καὶ παραφυλάττει κυνηγοῦντα κτείνας εἰς Ῥώμην ἀποδρᾶναι.

于是他猝然将亚历山大抓捕羁押,并着手拷问他的朋友。许多人默默死去,未说出任何违背良心之词;但另一些人因剧痛难忍被迫撒谎,声称他与兄弟阿里斯托布鲁斯合谋对他不利,并窥伺他打猎之机将其刺杀,而后逃亡罗马。

语法注3 条
  1. 1.486ὧν ἐπιβουλὴν μὲν ἄντικρυς ὡμολόγησεν οὐδείς, ὅτι δὲ τὴν ἐρωμένην ἁρπασάμενος εἰς Πάρθους ἀποδρᾶναι παρεσκευάζετο

    ὧν 为部分属格,指代前句的 τοὺς Φερώρου φίλους。前半句以 οὐδείς 为主语,后半句 ὅτι 从句前省略了诸如 ὡμολόγησαν 等供认类动词。其后 συμμέτοχοι δὲ τοῦ σκέμματος αὐτῷ... 处亦省略了系动词 ἦσαν,统属在供认的内容之中。

  2. 1.490εἰ μὴ διὰ τοῦτʼ αὐτὸν οἴονται καὶ νέον

    处于由 λέγοντος ὡς... 引导的间接引语中的条件从句。主句使用斜说祈愿法 δέοι,但此处条件从句保留了直陈式现在时 οἴονται,生动地保留了亚历山大直陈话语中的辛辣嘲讽(“除非他们正因他染发便真以为他年轻”)。

  3. 1.493τὰς γὰρ ἐξετάσεις τοῦ βασιλέως ὁ περὶ τῆς ψυχῆς κίνδυνος ἐπετέμνετο

    主语为 ὁ περὶ τῆς ψυχῆς κίνδυνος(自身性命所面临的危险/恐惧),宾语为 τὰς ἐξετάσεις τοῦ βασιλέως(国王的审理与拷问)。中间态动词 ἐπετέμνετο 意为“削减、截短”,指国王因担心自身安危而草草结束审讯程序,加速了定罪与处决。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.485-1.496