← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.464-1.474

兄弟猜忌的加深与安提帕特的阴谋

希律劝勉儿子们和睦并遣散民众,但兄弟间围绕继承权的猜忌却愈发加深。狡黠的安提帕特步步设局陷害兄弟,不断激起希律的愤怒,并在宫廷中独揽权势与归附。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.464

εἴ γε μὴν ἕκαστος ἐνθυμηθείη τῶν προσιόντων, ὅτι χρηστὸς μὲν ὢν παρʼ ἐμοῦ λήψεται τὴν ἀμοιβήν, στασιάζων δὲ καὶ παρὰ τῷ θεραπευομένῳ τὸ κακόηθες ἀνόνητον ἕξει, πάντας οἶμαι τὰ ἐμὰ φρονήσειν, τουτέστιν τὰ τῶν ἐμῶν υἱῶν· καὶ γὰρ τούτοις συμφέρει κρατεῖν ἐμὲ κἀμοὶ τούτους ὁμονοεῖν.

“但若走近的每个人都心中明白:自己若是良善,便会从我这里获得酬报;若是煽动纷争,即便在他所奉承的人那里,其恶意也将毫无益处;那么我认为所有人都会与我同心,也就是与我的儿子们同心。因为由我掌权对他们有利,而他们同心合意也对我有利。

§1.465

ὑμεῖς δέ, ὦ παῖδες ἀγαθοί, πρῶτον μὲν ἐνθυμούμενοι τὴν ἱερὰν φύσιν, ἧς καὶ παρὰ θηρίοις αἱ στοργαὶ μένουσιν, ἔπειτα τὸν ποιησάμενον ἡμῶν τὰς διαλλαγὰς Καίσαρα, τρίτον ἐμὲ τὸν ἐν οἷς ἔξεστιν ἐπιτάσσειν παρακαλοῦντα,1 μείνατε ἀδελφοί. δίδωμι δὲ ὑμῖν ἐσθῆτα ἤδη καὶ θεραπείαν βασιλικήν· ἐπεύχομαι δὲ καὶ τῷ θεῷ τηρῆσαι τὴν ἐμὴν κρίσιν, ἂν ὁμονοῆτε.

至于你们,好孩子们,首先当念及神圣的自然——其慈爱甚至在野兽中也长存不泯;其次当念及促成我们和解的凯撒;第三当念及本有权下令却向你们恳求的我,你们要保持弟兄之情。我现在就赐给你们王室的服饰和侍从;若你们同心合意,我也祈求上帝保守我的这一决断。”

§1.466

ταῦτʼ εἰπὼν καὶ φιλοφρόνως ἕκαστον τῶν υἱῶν κατασπασάμενος διέλυσεν τὸ πλῆθος, τοὺς μὲν συνευχομένους τοῖς εἰρημένοις, ὅσοι δʼ ἐπεθύμουν μεταβολῆς, μηδʼ ἀκηκοέναι προσποιουμένους.

他说完这些,亲切地拥抱了每个儿子,便遣散了民众;一些人同声祈愿所说之事能够实现,而那些渴望变局的人则装作根本未曾听见。

§1.467

Συναπῄει δὲ τοῖς ἀδελφοῖς ἡ στάσις, καὶ χείρους τὰς ἐπʼ ἀλλήλοις ὑπονοίας ἔχοντες ἀπηλλάγησαν, Ἀλέξανδρος μὲν καὶ Ἀριστόβουλος ὀδυνώμενοι κεκυρωμένου Ἀντιπάτρῳ τοῦ πρεσβείου,2 Ἀντίπατρος δὲ καὶ τοῦ δευτερεύειν νεμεσῶν τοῖς ἀδελφοῖς.3

然而,纷争伴随着弟兄们离去,他们各自带着对彼此更深的猜忌散去:亚历山大和阿里斯托布鲁斯因长子权被确认归于安提帕特而深感痛苦,而安提帕特甚至对弟兄们屈居第二位也愤愤不平。

§1.468

ἀλλʼ ὁ μὲν ποικιλώτατος ὢν τὸ ἦθος ἐχεμυθεῖν τε ᾔδει καὶ πολλῷ τῷ πανούργῳ τὸ πρὸς αὐτοὺς ἐκάλυπτε μῖσος, τοῖς δὲ διʼ εὐγένειαν πᾶν τὸ νοηθὲν ἦν ἐπὶ γλώσσης· καὶ παροξύνοντες μὲν ἐνέκειντο πολλοί, πλείους δὲ τῶν φίλων παρεδύοντο κατάσκοποι.

但安提帕特生性极度深沉狡黠,深知如何守口如瓶,以老谋深算掩盖对他们的仇恨;至于他们两人,因出身高贵,心中所想的一切全在舌尖上。许多人围拢过来煽动他们,更有不少所谓的朋友作为密探潜伏在旁。

§1.469

πᾶν δὲ τὸ παρʼ Ἀλεξάνδρῳ λαληθὲν εὐθέως ἦν παρʼ Ἀντιπάτρῳ, καὶ μετὰ προσθήκης μετέβαινεν ἀπὸ Ἀντιπάτρου πρὸς Ἡρώδην· οὔτε γὰρ ἁπλῶς φθεγξάμενος ὁ νεανίας ἀνυπεύθυνος ἦν, ἀλλὰ εἰς διαβολὴν τὸ ῥηθὲν ἐστρέφετο, καὶ μετρίως παρρησιασαμένου μέγιστα τοῖς ἐλαχίστοις προσεπλάττετο.

凡在亚历山大那里说出的话,立刻就传到了安提帕特耳中,又由安提帕特添油加醋地转呈给希律。因为这年轻人即使坦白发言,也难免被问罪,所说之话全被歪曲为诽谤;即便只是适度坦率地直言,最微小的事情也会被捏造并附加上极大的罪名。

§1.470

καθίει δʼ Ἀντίπατρος ἀεὶ τοὺς ἐρεθίσοντας, ὅπως αὐτῷ τὸ ψεῦδος ἔχοι τὰς ἀφορμὰς ἀληθεῖς·4 καὶ τῶν φημιζομένων ἕν τι διελεγχθὲν ἅπασιν πίστιν ἐπετίθει. καὶ τῶν μὲν αὐτοῦ φίλων ἢ φύσει στεγανώτατος ἦν ἕκαστος ἢ κατεσκευάζετο δωρεαῖς ὡς μηδὲν ἐκφέρεσθαι τῶν ἀπορρήτων, καὶ τὸν Ἀντιπάτρου βίον οὐκ ἂν ἥμαρτέν τις εἰπὼν κακίας μυστήριον· τοὺς δὲ Ἀλεξάνδρῳ συνόντας χρήμασιν διαφθείρων ἢ κολακείαις ὑπιὼν ἐς πάντα κατειργάσατο καὶ πεποιήκει προδότας καὶ τῶν πραττομένων ἢ λαλουμένων φῶρας.

安提帕特不断派人去激怒他,以便自己的谎言能有真实的根据;流传的事情中只要有一桩得到证实,就会使全部传闻令人信服。至于他自己的朋友,每一个人要么天生极守秘密,要么通过赏赐被收买得绝不泄露任何隐秘,以至于人们若称安提帕特的一生为邪恶的奥秘,也绝不算说错;而对那些与亚历山大往来的人,他或用金钱腐蚀,或用谄媚拉拢,将他们彻底制服,使他们沦为叛徒与所做或所说之事的窃贼。

§1.471

πάντα δὲ περιεσκεμμένως δραματουργῶν τὰς πρὸς Ἡρώδην ὁδοὺς ταῖς διαβολαῖς ἐποιεῖτο τεχνικωτάτας, αὐτὸς μὲν ἀδελφοῦ προσωπεῖον ἐπικείμενος, καθιεὶς δὲ μηνυτὰς ἑτέρους. κἀπειδὰν ἀπαγγελθείη τι κατʼ Ἀλεξάνδρου, παρελθὼν ὑπεκρίνετο καὶ διασύρειν τὸ ῥηθὲν ἀρξάμενος ἔπειτα κατεσκεύαζεν ἡσυχῆ καὶ πρὸς ἀγανάκτησιν ἐξεκαλεῖτο τὸν βασιλέα.

他深思熟虑地编排一切,使向希律进谗的途径变得极其精巧;自己戴着好兄弟的面具,却指使其他人充当告密者。每当有人告发亚历山大的什么事,他便出面作戏,先是对所说的话轻描淡写,随后又暗中构陷,激起国王的愤怒。

§1.472

πάντα δὲ εἰς ἐπιβουλὴν ἀνήγετο καὶ τὸ δοκεῖν τῇ σφαγῇ τοῦ πατρὸς ἐφεδρεύειν Ἀλέξανδρον· οὐδὲν γὰρ οὕτως πίστιν ἐχορήγει ταῖς διαβολαῖς, ὡς ἀπολογούμενος Ἀντίπατρος ὑπὲρ αὐτοῦ.

一切事情都被引向密谋,并被塑造成亚历山大企图弑父的假象;因为没有什么比安提帕特为他辩护更能使谗言令人信服了。

§1.473

Τούτοις Ἡρώδης ἐξαγριούμενος ὅσον ὑφῄρει καθʼ ἡμέραν τῆς πρὸς τὰ μειράκια στοργῆς, τοσοῦτον Ἀντιπάτρῳ προσετίθει. συναπέκλιναν δὲ καὶ τῶν κατὰ τὸ βασίλειον οἱ μὲν ἑκόντες οἱ δʼ ἐξ ἐπιτάγματος, ὥσπερ Πτολεμαῖος ὁ τιμιώτατος τῶν φίλων, οἵ τε ἀδελφοὶ τοῦ βασιλέως καὶ πᾶσα ἡ γενεά· πάντα γὰρ Ἀντίπατρος ἦν, καὶ τὸ πικρότατον Ἀλεξάνδρῳ, πάντα ἦν ἡ Ἀντιπάτρου μήτηρ, σύμβουλος κατʼ αὐτῶν μητρυιᾶς χαλεπωτέρα καὶ πλεῖόν τι προγόνων μισοῦσα τοὺς ἐκ βασιλίδος.5

希律因这些事而暴怒,他日渐削减对那两名青年的慈爱,减去多少,就增添给安提帕特多少。宫廷中的人也都倒向同一方向,有人出于自愿,有人则是遵从命令,例如其最受尊重的友人托勒密、国王的兄弟们以及整个家族;因为安提帕特就是一切,而且对亚历山大而言最为苦涩的是,安提帕特的母亲也是一切——她作为针对他们的谋士,比继母更为狠毒,并且比寻常继母憎恨前房子嗣更加憎恨这几位由王后所生的儿子。

§1.474

πάντες μὲν οὖν ἐπὶ ταῖς ἐλπίσιν ἐθεράπευον Ἀντίπατρον ἤδη, συναφίστα δʼ ἕκαστον τὰ τοῦ βασιλέως προστάγματα, παραγγείλαντος τοῖς τιμιωτάτοις μήτε προσιέναι μήτε προσέχειν τοῖς περὶ Ἀλέξανδρον. φοβερὸς δʼ ἦν οὐ μόνον τοῖς ἐκ τῆς βασιλείας, ἀλλὰ καὶ τοῖς ἔξωθεν φίλοις· οὐδενὶ γὰρ βασιλέων Καῖσαρ τοσαύτην ἔδωκεν ἐξουσίαν, ὥστε τὸν ἀπʼ αὐτοῦ φυγόντα καὶ μὴ προσηκούσης πόλεως ἐξαγαγεῖν.

因此,所有人都出于期待而开始奉承安提帕特,国王的禁令也使每个人与那两人疏远,因他吩咐最受尊重的臣子们既不要走近、也不要理睬亚历山大及其同伙。希律不仅对国内之人令人生畏,而且对外邦友人而言同样可怕;因为凯撒未曾赐给〔其他〕任何一位国王如此大的特权,以至于能将从他那里逃亡的人甚至从不归他管辖的城邦中引渡回来。

语法注5 条
  1. 1.465ἐν οἷς ἔξεστιν ἐπιτάσσειν παρακαλοῦντα

    关系代词 οἷς 包含先行词(相当于 ἐν τούτοις ἐν οἷς,“在准许发号施令的事上/境况下”),构成状语短语修饰与 ἐμέ 一致的现在分词 παρακαλοῦντα。这突出了虽然作为国王与父亲拥有绝对命令权,却退一步采取恳求(παρακαλῶ)的对比与让步意味。

  2. 1.467κεκυρωμένου Ἀντιπάτρῳ τοῦ πρεσβείου

    由完成时被动分词 κεκυρωμένου 与主语 τοῦ πρεσβείου 构成的属格独立结构。它充当状语,表示心理动词分词 ὀδυνώμενοι(痛苦、怨恨)的原因,意为“因长子权/年长特权已被确认给予安提帕特”。

  3. 1.467καὶ τοῦ δευτερεύειν νεμεσῶν τοῖς ἀδελφοῖς

    动词 νεμεσάω 在此支配与格表示怨恨的对象(τοῖς ἀδελφοῖς),支配属格表示怨恨的事由(冠词不定词 τοῦ δευτερεύειν)。καί 起强调作用(“甚至”),整句意为“甚至对兄弟们屈居第二位也愤愤不平”。

  4. 1.470ὅπως αὐτῷ τὸ ψεῦδος ἔχοι τὰς ἀφορμὰς ἀληθεῖς

    由 ὅπως 引导的目的从句,由于主句动词为未完成过去时(καθίει),故使用从属祈愿语气(ἔχοι)。形容词 ἀληθεῖς 处于宾语 τὰς ἀφορμάς 的表语位置,意为“以便他的谎言能以真实的事物作为由头/借口”。

  5. 1.473πλεῖόν τι προγόνων μισοῦσα τοὺς ἐκ βασιλίδος

    在比较结构 πλεῖόν τι ... προγόνων 中,προγόνων 作比较属格,上下文指代“前妻之子/继子女”(与前句的 μητρυιά“继母”相呼应)。全句结构表示“憎恨由王后所生的儿子,比寻常继母憎恨前房子嗣更甚”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.464-1.474