- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.452-1.463
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律在罗马凯撒面前指控其子亚历山大企图投毒,但亚历山大凭借巧妙的自辩打动凯撒并达成和解;返回耶路撒冷后,希律在民众面前宣布三个儿子同为王位继承人,同时强调王权实权仍归自己掌控。
Τὸν γοῦν Ἀλέξανδρον σύρας μέχρι Ῥώμης ὁ πατὴρ τῆς ἐφʼ ἑαυτῷ φαρμακείας ἔκρινεν1 ἐπὶ Καίσαρος. ὁ δʼ εὑρὼν μόλις ὀλοφυρμοῦ παρρησίαν καὶ δικαστὴν ἐμπειρότατον Ἀντιπάτρου καὶ Ἡρώδου φρονιμώτερον, τὰ μὲν ἁμαρτήματα τοῦ πατρὸς αἰδημόνως ὑπεστείλατο, τὰς δʼ αὐτοῦ διαβολὰς ἰσχυρῶς ἀπελύσατο.
总之,父亲将亚历山大押解至罗马,在凯撒面前指控他企图对自己下毒。然而亚历山大好不容易获得了陈述冤情的发言权,并遇到了一位远比安提帕特老练、比希律更为明智的审判官,他谦恭地回避了父亲的过失,强有力地洗刷了加诸自身的谗谤。
καθαρὸν δὲ καὶ τὸν ἀδελφὸν ἀποδείξας κοινωνοῦντα τῶν κινδύνων, οὕτως ἤδη τό τε Ἀντιπάτρου πανοῦργον καὶ τὴν αὐτῶν ἀτιμίαν ἀπωδύρετο. συνήργει δʼ αὐτῷ μετὰ καθαροῦ τοῦ συνειδότος ἡ περὶ λόγους ἰσχύς· ἦν γὰρ δὴ δεινότατος εἰπεῖν.
在指明与他共患难的兄弟同样清白无辜之后,他这才痛斥安提帕特的奸诈狡黠以及自身所受的屈辱。问心无愧的良知与他的雄辩之才相辅相成;因为他在辞令上确实极为精通绝伦。
καὶ τὸ τελευταῖον φάμενος ὡς τῷ πατρὶ κτείνειν αὐτοὺς ἔστιν † ἡδὺ καὶ προτίθεται τὸ ἔγκλημα, προήγαγεν μὲν εἰς δάκρυα πάντας, τὸν δὲ Καίσαρα διέθηκεν οὕτως ὡς ἀπογνῶναι μὲν αὐτῶν τὰ κατηγορημένα,2 διαλλάξαι δὲ Ἡρώδην εὐθέως. αἱ διαλλαγαὶ δʼ ἐπὶ τούτοις ἦσαν, ὥστε ἐκείνους μὲν τῷ πατρὶ πάντα πειθαρχεῖν, τὸν δὲ τὴν βασιλείαν καταλιπεῖν ᾧ βούλεται.
最后,他声称父亲完全拥有处死他们的权力,却偏要罗织这项罪名,这令所有在场之人潸然泪下,并使得凯撒深受触动,不仅判定指控他们的罪名不成立,还当即促成了他们与希律的和解。和解的条件是:诸子在一切事上服从父亲,而父亲则可将王国留给他所意愿的人。
Μετὰ ταῦτα δʼ ἀπὸ Ῥώμης ὑπέστρεφεν ὁ βασιλεύς, τῶν μὲν ἐγκλημάτων ἀφιέναι τοὺς υἱοὺς δοκῶν, τῆς δʼ ὑπονοίας οὐκ ἀπηλλαγμένος· παρηκολούθει γὰρ Ἀντίπατρος ἡ τοῦ μίσους ὑπόθεσις. ἀλλʼ εἴς γε τὸ φανερὸν τὴν ἀπέχθειαν οὐκ ἐξέφερεν τὸν διαλλακτὴν αἰδούμενος.
此后,国王从罗马启程返回,虽然表面上免除了诸子的罪状,却并未消除内心的猜忌;因为仇恨的根源安提帕特仍随侍在侧。然而顾忌到调解人的尊严,他未将敌意公开表露出来。
ὡς δὲ τὴν Κιλικίαν παραπλέων κατῆρεν εἰς Ἐλεοῦσαν, ἑστιᾷ μὲν αὐτὸν φιλοφρόνως Ἀρχέλαος ὑπὲρ τῆς τοῦ γαμβροῦ σωτηρίας εὐχαριστῶν καὶ ταῖς διαλλαγαῖς ἐφηδόμενος, ὡς ἂν καὶ τάχιον γεγραφὼς τοῖς ἐπὶ Ῥώμης φίλοις συλλαμβάνεσθαι περὶ τὴν δίκην Ἀλεξάνδρῳ· προπέμπει δὲ μέχρι Ζεφυρίου δῶρα δοὺς μέχρι τριάκοντα ταλάντων.
当他沿奇里乞亚海岸航行并停靠在埃勒乌萨时,阿基劳斯殷勤地款待了他,为女婿的得救致谢,并对和解感到欣慰,因为他此前亦曾写信给罗马的友人们,嘱托他们在审判中援助亚历山大;阿基劳斯还赠送了多达三十塔兰同的礼物,并将他一路护送至泽菲里翁。
Ὡς δʼ εἰς Ἱεροσόλυμα Ἡρώδης ἀφικνεῖται, συναγαγὼν τὸν λαὸν καὶ τοὺς τρεῖς υἱοὺς παραστησάμενος ἀπελογεῖτο περὶ τῆς ἀποδημίας, καὶ πολλὰ μὲν εὐχαρίστει τῷ θεῷ, πολλὰ δὲ Καίσαρι καταστησαμένῳ τὸν οἶκον αὐτοῦ τεταραγμένον καὶ μεῖζόν τι τοῖς υἱοῖς βασιλείας παρασχόντι τὴν ὁμόνοιαν, ἣν αὐτός, ἔφη, συναρμόσω μᾶλλον· ὁ μὲν γὰρ ἐμὲ κύριον τῆς ἀρχῆς καὶ δικαστὴν διαδόχου κατέστησεν, ἐγὼ δὲ μετὰ τοῦ συμφέροντος ἐμαυτῷ κἀκεῖνον ἀμείβομαι. τούσδε τοὺς τρεῖς παῖδας ἀποδείκνυμι βασιλεῖς, καὶ τῆς γνώμης πρῶτον τὸν θεὸν σύμψηφον, ἔπειτα καὶ ὑμᾶς παρακαλῶ γενέσθαι. τῷ μὲν γὰρ ἡλικία, τοῖς δʼ εὐγένεια τὴν διαδοχὴν προξενεῖ, τό γε μὴν μέγεθος τῆς βασιλείας ἀρκεῖ καὶ πλείοσιν.
当希律抵达耶路撒冷后,他召集民众,让三个儿子侍立身旁,陈述了此番出行的原委,对神明深表感恩,并对凯撒深致谢意,因为凯撒整肃了他动荡不安的家室,赐予他诸子比王权更为伟大的和睦,“而这种和睦,我自己,”他说,“将使之更加牢固。凯撒确立我为王权的主宰以及继承人的裁定者,而我不仅考虑自身的利益,也以此报答凯撒的恩德。我宣布这三个儿子为国王,并请求首先是神明、继而是你们赞同这一决定。因为对于长子,年龄使他获得继承权;对于另两人,高贵血统使他们得此名分;而王国的辽阔版图即便容纳更多人也绰绰有余。
οὓς δὲ Καῖσαρ μὲν ἥνωσεν, καθίστησιν δὲ πατήρ, ὑμεῖς τηρήσατε μήτε ἀδίκους μήτε ἀνωμάλους τὰς τιμὰς διδόντες, ἑκάστῳ δὲ κατὰ τὸ πρεσβεῖον· οὐ γὰρ τοσοῦτον εὐφρανεῖ τις τὸν παρʼ ἡλικίαν θεραπευόμενον, ὅσον ὀδυνήσει τὸν ἀτιμούμενον.3
至于凯撒所联合、由父亲所任命的诸子,你们当予维护,不可给予不公亦不可给予不等的礼遇,而当按长幼之序分赋各人;因为给予逾越年龄之人以奉承所带来的欢悦,远不及受轻慢者所承受的痛苦深重。
οὕς γε μὴν ἑκάστῳ συνεῖναι δεήσει συγγενεῖς καὶ φίλους, ἐγὼ διανεμῶ καὶ τῆς ὁμονοίας ἐγγυητὰς ἐκείνους καταστήσομαι, σαφῶς ἐπιστάμενος ὅτι τὰς στάσεις καὶ τὰς φιλονεικίας γεννῶσιν αἱ τῶν συνδιατριβόντων κακοήθειαι, κἂν ὦσιν οὗτοι χρηστοί, τηροῦσιν τὰς στοργάς.
至于每位王子身边应当常驻的亲族与友人,我将亲自予以指派,并立他们为和睦的保证人,因为我深知正是伴从人员的奸邪滋生了党争与倾轧,而这些人若是品行端正,便能维系骨肉亲情。
ἀξιῶ δʼ οὐ μόνον τούτους ἀλλὰ καὶ τοὺς ἐν τῇ στρατιᾷ μου ταξιάρχους ἐν ἐμοὶ μόνον τὰς ἐλπίδας ἔχειν ἐπὶ τοῦ παρόντος· οὐ γὰρ βασιλείαν, ἀλλὰ τιμὴν βασιλείας τοῖς υἱοῖς παραδίδωμι, καὶ τῶν μὲν ἡδέων ὡς ἄρχοντες ἀπολαύσουσιν, τὸ βάρος δὲ τῶν πραγμάτων ἐμόν ἐστιν, κἂν μὴ θέλω.
我不仅要求他们,也要求军中的将领们,眼下唯有对我寄托希望;因为我托付给儿子们的并非王权本身,而是王位的尊荣,他们虽可如统治者般享受荣华乐事,但政务的重担无论我愿不愿承担,终归全在我一身。
σκεπτέσθω δʼ ἕκαστος τήν τε ἡλικίαν μου καὶ τὴν ἀγωγὴν τοῦ βίου καὶ τὴν εὐσέβειαν· οὔτε γὰρ οὕτως εἰμὶ γέρων ὥστʼ ἂν ἀπελπισθῆναι ταχέως, οὔτε εἰς τρυφὴν ἐκδιαιτώμενος, ἣ καὶ νέους ἐπιτέμνεται· τὸ δὲ θεῖον οὕτως τεθεραπεύκαμεν ὥστʼ ἂν ἐπὶ μήκιστον βίου προελθεῖν.
人人皆当省察我的年岁、我的行事为人以及我的虔敬;我既非年迈至令人很快绝望之人,亦未沉溺于甚至能折损青年寿数的奢靡之中;我们对神明恪尽侍奉,足以使寿数延至极长。
ὁ δὴ τοὺς ἐμοὺς παῖδας θεραπεύων ἐπὶ τῇ ἐμῇ καταλύσει δώσει μοι καὶ περὶ ἐκείνων δίκας· οὐ γὰρ ἐγὼ φθονῶν τοῖς ἐξ ἐμοῦ γεγενημένοις ἀνακόπτω τὴν εἰς αὐτοὺς φιλοτιμίαν, ἐπιστάμενος δὲ τοῖς νέοις γίνεσθαι τὰς σπουδὰς θράσους ἐφόδιον.
因此,凡意图推翻我而巴结奉承我子嗣之人,必将也为他们之事受到我的惩处;我绝非出于嫉妒自己所生的骨肉而抑制众人对他们的热忱,而是深知谄媚之举最易沦为滋长青年人狂妄专横的资粮。”
- 1.452τῆς ἐφʼ ἑαυτῷ φαρμακείας ἔκρινεν
动词 κρίνω 在此意为“指控、送交审判”,支配表示罪名的属格(τῆς φαρμακείας,诉因属格)。介词短语 ἐφʼ ἑαυτῷ(ἐπί 伴与格)表示敌意或有害的目的(“图谋加害自己”)。
- 1.454ἀπογνῶναι μὲν αὐτῶν τὰ κατηγορημένα
动词 ἀπογιγνώσκω 在司法语境中意为“判处无罪、驳回指控”,其句式为被赦免者的属格(αὐτῶν)搭配被驳回的指控内容的宾格(τὰ κατηγορημένα)。
- 1.459οὐ γὰρ τοσοῦτον εὐφρανεῖ τις τὸν παρʼ ἡλικίαν θεραπευόμενον, ὅσον ὀδυνήσει τὸν ἀτιμούμενον
由相关副词 τοσοῦτον... ὅσον(“与其说……不如说……”/“不及……那样深”)构成的比较句。不定代词 τις 担任主语,两个带冠词的分词短语 τὸν παρʼ ἡλικίαν θεραπευόμενον(“受到违背年龄待遇的人”)与 τὸν ἀτιμούμενον(“受到轻慢的人”)分别作动词 εὐφρανεῖ 和 ὀδυνήσει 的直接宾语。介词 παρά 伴宾格表示“背离、有悖于标准”。
