- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.440-1.451
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律因玛利安美通奸的嫌疑及密令外泄而大发雷霆,处死了玛利安美与约瑟普斯,事后却陷入极度懊悔。玛利安美所遗留的诸子仇视父亲,而希律召回的同父异母兄长安提帕特则通过谄媚与谗谤,将他们彻底剥夺了王位继承权。
τοῦθʼ ὥσπερ σκηπτὸς ἐμπεσὼν ἐτάραξεν Ἡρώδην, μάλιστα μὲν διὰ τὸν ἔρωτα ζηλοτύπως ἔχοντα, λογιζόμενον δὲ καὶ τὴν Κλεοπάτρας δεινότητα, διʼ ἣν Λυσανίας τε ὁ βασιλεὺς ἀνῄρητο καὶ Μάλχος ὁ Ἄραψ· οὐ γὰρ ἀφαιρέσει γαμετῆς ἐμέτρει τὸν κίνδυνον, ἀλλὰ θανάτῳ.
这事如晴天霹雳般击中希律,令他心神大乱,因为出于热恋,他本就极易嫉妒,加之他又考虑到克利奥帕特拉的阴险手段——吕萨尼亚斯王与阿拉伯人马尔科斯正是因她丧命;他衡量这危险时,所顾虑的绝非仅仅是失去妻子,而是自招死祸。
Μέλλων οὖν ἀποδημήσειν Ἰωσήπῳ τῷ ἀνδρὶ Σαλώμης τῆς ἀδελφῆς αὐτοῦ, πιστὸς δὲ ἦν καὶ διὰ τὸ κῆδος εὔνους, παρατίθεται τὴν γυναῖκα, κρύφα δοὺς ἐντολὰς ἀναιρεῖν αὐτήν, εἰ κἀκεῖνον Ἀντώνιος.1 ὁ δὲ Ἰώσηπος, οὔτι κακοήθως, ἀλλὰ τὸν ἔρωτα τοῦ βασιλέως παραστῆσαι τῇ γυναικὶ βουλόμενος, ὡς οὐδὲ ἀποθανὼν αὐτῆς ὑπομένοι διαζευχθῆναι, τὸ ἀπόρρητον ἐκφαίνει.
因此,当他准备启程远行时,便将妻子托付给其胞妹莎乐美的丈夫约瑟普斯——此人忠诚,且因姻亲之故对他心怀善意——并秘密下令,假若安东尼处死自己,便将她也一并杀死。然而约瑟普斯绝非出于恶意,而是为了向这妇人表明国王的炽爱,即他纵死也无法忍受与她分离,遂将这桩密令泄露了出来。
κἀκείνη πρὸς ἐπανήκοντα τὸν Ἡρώδην πολλά τε περὶ τοῦ πρὸς αὐτὴν συμπαθοῦς ἐν ταῖς ὁμιλίαις ἐπομνύμενον, ὡς οὐδʼ ἐρασθείη ποτὲ γυναικὸς ἄλλης, πάνυ γοῦν, εἶπεν, ταῖς πρὸς τὸν Ἰώσηπον ἐντολαῖς ἐπεδείξω τὸν πρὸς ἡμᾶς ἔρωτα κτεῖναί με προστάξας.
当希律归来,在私密交谈中就自己对她的一往情深屡屡起誓,声称自己从未爱过其他妇人时,她便说:“在给约瑟普斯的命令中,你吩咐他杀了我,委实极其充分地展现了你对我们的爱意啊。”
Ἔκφρων εὐθέως ἀκούσας τὸ ἀπόρρητον ἦν, καὶ οὐκ ἄν ποτε τὸν Ἰώσηπον ἐξαγγεῖλαι τὴν ἐντολὴν φάμενος εἰ μὴ διαφθείρειεν αὐτήν,2 ἐνεθουσία τῷ πάθει καὶ τῆς κοίτης ἐξαλλόμενος ἀνέδην ἐν τοῖς βασιλείοις ἀνειλεῖτο. καὶ τοῦτον Σαλώμη ἡ ἀδελφὴ τὸν καιρὸν εἰς τὰς διαβολὰς ἁρπάσασα τὴν εἰς τὸν Ἰώσηπον ἐπεβεβαίωσεν ὑποψίαν. ὁ δʼ ὑπʼ ἀκράτου ζηλοτυπίας ἐκμανεὶς παραχρῆμα κτείνειν προσέταξεν ἀμφοτέρους.
希律一听这密令被泄露,顿时神智失常,断言若非约瑟普斯奸污了她,绝不可能吐露此令;他被狂乱的情感所支配,从床榻上一跃而起,在宫殿里疯狂地来回游荡。胞妹莎乐美抓住这一进谗的良机,坐实了对约瑟普斯的怀疑。希律在无可遏制的嫉火中彻底发狂,当即下令将二人一并处死。
μετάνοια δʼ εὐθέως εἵπετο τῷ πάθει, καὶ τοῦ θυμοῦ πεσόντος ὁ ἔρως πάλιν ἀνεζωπυρεῖτο. τοσαύτη δʼ ἦν φλεγμονὴ τῆς ἐπιθυμίας ὡς μηδὲ τεθνάναι δοκεῖν αὐτήν, ὑπὸ δὲ κακώσεως ὡς ζώσῃ προσλαλεῖν, μέχρι τῷ χρόνῳ διδαχθεὶς τὸ πένθος ἀνάλογον τὴν λύπην ἔσχεν τῇ πρὸς περιοῦσαν διαθέσει.
然而悔恨紧随在激情之后,随着怒气消退,爱火重新燃起。其情欲的炽烈竟至于令他觉得她并未死去,因极度悲痛而恍若与活人般对她说话,直到随着时间流逝方才认清丧妻之痛,其哀痛之深正与她在世时他对她的深情相当。
Κληρονομοῦσι δὲ τῆς μητρῴας οἱ παῖδες ὀργῆς καὶ τοῦ μύσους ἔννοιαν λαμβάνοντες ὡς πολέμιον ὑφεώρων τὸν πατέρα, καὶ τὸ πρότερον μὲν ἐπὶ Ῥώμης παιδευόμενοι, πλέον δʼ ὡς εἰς Ἰουδαίαν ὑπέστρεψαν· συνηνδροῦτο δʼ αὐτῶν ταῖς ἡλικίαις ἡ διάθεσις.
诸子继承了其母的忿恨,且深知此等暴行之恶,遂将父亲视同仇敌般斜眼相看;先前在罗马受教育时已是如此,在回到犹太地后尤甚;他们的敌意随着年岁的增长而愈加坚固。
καὶ ἐπειδὴ γάμων ἔχοντες ὥραν ὁ μὲν τῆς τηθίδος Σαλώμης, ἣ τῆς μητρὸς αὐτῶν κατηγόρησεν, ὁ δʼ ἔγημεν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως θυγατέρα, προσελάμβανον ἤδη τῷ μίσει καὶ παρρησίαν.
及至婚龄,一子娶了指控其母的姑母莎乐美之女,另一子娶了卡帕多奇亚王阿基劳斯之女,他们便在仇恨之外又添了直言不讳的大胆。
ἐκ δὲ τοῦ θράσους αὐτῶν ἀφορμὰς οἱ διαβάλλοντες ἐλάμβανον, καὶ φανερώτερον ἤδη τῷ βασιλεῖ διελέγοντό τινες ὡς ἐπιβουλεύοιτο μὲν ὑπʼ ἀμφοτέρων τῶν υἱῶν, ὁ δὲ Ἀρχελάῳ κηδεύσας καὶ φυγὴν παρασκευάζοιτο τῷ πενθερῷ πεποιθώς, ἵνʼ ἐπὶ Καίσαρος αὐτοῦ κατηγορήσειεν.
谗谤者便从他们的骄狂中寻得把柄,有人开始更加露骨地向国王进言,称两位儿子都在密谋反对他,而与阿基劳斯结亲的那位更是依仗岳父图谋出逃,以便在凯撒面前控告他。
ἀναπλησθεὶς δὲ τῶν διαβολῶν Ἡρώδης ὥσπερ ἐπιτείχισμα τοῖς υἱοῖς3 κατάγει τὸν ἐκ τῆς Δωρίδος Ἀντίπατρον καὶ πάντα τρόπον προτιμᾶν ἄρχεται.
希律听信了满腹谗言,便将多丽斯所生的安提帕特召回,宛如构筑抵御诸子的堡垒,并在各方面开始尊崇他。
Τοῖς δʼ ἀφόρητος ἦν ἡ μεταβολή, καὶ τὸν ἐξ ἰδιώτιδος μητρὸς ὁρῶντες προκόπτοντα διὰ τὴν ἑαυτῶν εὐγένειαν4 οὐκ ἐκράτουν τῆς ἀγανακτήσεως, ἐφʼ ἑκάστου δὲ τῶν ἀνιαρῶν τὴν ὀργὴν ἐξέφαινον, ὥσθʼ οἱ μὲν καθʼ ἡμέραν προσίσταντο μᾶλλον, ὁ δʼ Ἀντίπατρος ἤδη καὶ διʼ αὑτὸν ἐσπουδάζετο, δεινότατος μὲν ὢν ἐν ταῖς πρὸς τὸν πατέρα κολακείαις, διαβολὰς δὲ κατὰ τῶν ἀδελφῶν ποικίλας ἐνσκευαζόμενος καὶ τὰ μὲν αὐτὸς λογοποιῶν, τὰ δὲ τοὺς ἐπιτηδείους φημίζειν καθιείς, μέχρι παντάπασιν τοὺς ἀδελφοὺς ἀπέρρηξεν τῆς βασιλικῆς ἐλπίδος· καὶ γὰρ ἐν ταῖς διαθήκαις καὶ φανερῶς αὐτὸς ἦν ἤδη διάδοχος· ὡς βασιλεὺς γοῦν ἐπέμφθη καὶ πρὸς Καίσαρα τῷ τε κόσμῳ καὶ ταῖς ἄλλαις θεραπείαις πλὴν διαδήματος χρώμενος. χρόνῳ δʼ ἐξίσχυσεν εἰσαγαγεῖν ἐπὶ τὴν Μαριάμμης κοίτην τὴν μητέρα. δυσὶ δʼ ὅπλοις κατὰ τῶν ἀδελφῶν χρώμενος, κολακείᾳ καὶ διαβολῇ, τὸν βασιλέα καὶ περὶ θανάτου τῶν υἱῶν ὑπειργάσατο.
对二人而言,这一剧变难以容忍;他们目睹平民之母所生的儿子飞黄腾达,因自负高贵门第而按捺不住愤懑,逢遇烦心事便大发雷霆,以致二人日甚一日地令人生厌,而安提帕特如今仅凭自身才干也备受重视;他在迎合讨好父亲方面最为狡黠,对兄弟们罗织百般谗言,或亲自编造流言,或指使亲信四处散播,直至彻底断绝了兄弟二人继承王位的希望;事实上,无论在遗嘱中还是在公开场合,他自己都已成为继承人;无论如何,他如同君王一般被派往凯撒之处,享用除王冠外的一切王族服饰与侍从。久而久之,他甚至得以将自己的母亲迎入玛利安美的卧榻。他运用讨好与谗谤这两件针对兄弟的武器,在暗中操弄国王,直至谋取诸子的死命。
- 1.441εἰ κἀκεῖνον Ἀντώνιος
条件从句中谓语动词的省略。紧承前文的不定词 ἀναιρεῖν(处死),此处省略了动词(如 ἀνέλοι 或 ἀνέλῃ),意为“假若安东尼将他(希律)也一并处死”。
- 1.443οὐκ ἄν ποτε τὸν Ἰώσηπον ἐξαγγεῖλαι τὴν ἐντολὴν φάμενος εἰ μὴ διαφθείρειεν αὐτήν
间接引语中的非真实条件句。带有 ἄν 的不定词 ἐξαγγεῖλαι 代表直接引语中对过去的非真实假设(οὐκ ἂν ἐξήγγειλεν),从句中的希求法 διαφθείρειεν 则是由直陈式过去时(εἰ μὴ διέφθειρεν)在分词 φάμενος 引导的间接引语中转变为斜格希求法,意为“断言若非约瑟普斯奸污了她,绝不可能吐露命令”。
- 1.448ὥσπερ ἐπιτείχισμα τοῖς υἱοῖς
军事术语的比喻用法。ἐπιτείχισμα 指在敌境构筑的前沿堡垒,与格 τοῖς υἱοῖς 表示对抗或不利(“宛如抵御诸子的堡垒”),形象地表明希律召回安提帕特,是为了制衡并压制玛利安美诸子的权势。
- 1.449διὰ τὴν ἑαυτῶν εὐγένειαν
介词短语 διὰ τὴν ἑαυτῶν εὐγένειαν(因他们自己的高贵血统)的修饰关系。该短语并非修饰紧邻的分词 προκόπτοντα,而是修饰主要动词短语 οὐκ ἐκράτουν τῆς ἀγανακτήσεως(按捺不住愤懑),意指他们正因自负出身高贵,在目睹平民之母的儿子飞黄腾达时才尤为愤怒难抑。
