- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.428-1.439
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了希律在狩猎、武艺及战运上的卓越资质,以及他因深爱的玛利安美而引发的家庭灾祸:玛利安美对其残害亲族的斥责招致宫廷女人们的构陷与中伤。
ἀνήνυτον ἂν εἴη χρεῶν διαλύσεις ἢ φόρων ἐπεξιέναι, καθάπερ Φασηλίταις καὶ Βαλανεώταις καὶ τοῖς περὶ τὴν Κιλικίαν πολιχνίοις τὰς ἐτησίους εἰσφορὰς ἐπεξεκούφισεν. πλεῖστόν γε μὴν αὐτοῦ τῆς μεγαλονοίας ἔθραυσεν ὁ φόβος, ὡς μὴ δόξειεν ἐπίφθονος ἤ τι θηρᾶσθαι μεῖζον εὐεργετῶν τὰς πόλεις πλέον τῶν ἐχόντων.1
若要一一列举他免除的债务或赋税,正如他为法塞利斯人、巴拉内亚人以及基利家周边各小城镇减轻年度摊派那样,将是一件永无止境的事。然而,对遭受嫉恨或被视为图谋更大野心的恐惧,极大地挫伤了他的恢宏气度,因他唯恐自己施惠于各城邦甚至超过了统治它们的主权者。
Ἐχρήσατο δὲ καὶ σώματι πρὸς τὴν ψυχὴν ἀναλόγῳ, κυνηγέτης μὲν ἄριστος ἀεὶ γενόμενος, ἐν ᾧ μάλιστα διʼ ἐμπειρίαν ἱππικῆς ἐπετύγχανεν· μιᾷ γοῦν ἡμέρᾳ ποτὲ τεσσαράκοντα θηρίων ἐκράτησεν· ἔστι δὲ καὶ συοτρόφος μὲν ἡ χώρα, τὸ πλέον δʼ ἐλάφων καὶ ὀνάγρων εὔπορος· πολεμιστὴς δʼ ἀνυπόστατος.
此外,他还拥有与其心灵相称的体魄,始终是一名出色的猎手,在这方面他尤因精湛的骑术而屡获丰收;例如,他曾在一日之内捕获四十头野兽;该地本就产野猪,而鹿与野驴更为充裕;他更是一位无可匹敌的战士。
πολλοὶ γοῦν κἀν ταῖς γυμνασίαις αὐτὸν κατεπλάγησαν ἀκοντιστήν τε ἰθυβολώτατον καὶ τοξότην εὐστοχώτατον ἰδόντες. πρὸς δὲ τοῖς ψυχικοῖς καὶ τοῖς σωματικοῖς προτερήμασιν ἐχρήσατο καὶ δεξιᾷ τύχῃ· καὶ γὰρ σπάνιον ἔπταισεν ἐν πολέμῳ, καὶ τῶν πταισμάτων οὐκ αὐτὸς αἴτιος, ἀλλʼ ἢ προδοσίᾳ τινῶν ἢ προπετείᾳ στρατιωτῶν ἐγένετο.
至少有许多人在操练中见他投枪极直、射箭奇准,皆为之惊叹。除了心智与肉体上的优势外,他还享有着眷顾他的幸运;因为他在战争中极少失利,而即便偶有挫败,也非因他自身之故,而是出于某些人的背叛或士兵的鲁莽。
Τάς γε μὴν ὑπαίθρους εὐπραγίας ἡ τύχη τοῖς κατʼ οἶκον ἀνιαροῖς ἐνεμέσησεν, καὶ κακοδαιμονεῖν ἐκ γυναικὸς ἤρξατο περὶ ἣν μάλιστα ἐσπούδασεν.
然而,命运却以家门内的苦难来嫉妒他旷野战阵中的功业,他的不幸始于他最为倾心爱恋的那个妇人。
ἐπειδὴ γὰρ εἰς τὴν ἀρχὴν παρῆλθεν, ἀποπεμψάμενος ἣν ἰδιώτης ἦκτο γαμετήν, γένος ἦν ἐξ Ἱεροσολύμων Δωρὶς ὄνομα, γαμεῖ Μαριάμμην τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, διʼ ἣν αὐτῷ στασιασθῆναι συνέβη τὸν οἶκον καὶ τάχιον μέν, μάλιστα δὲ μετὰ τὴν ἐκ Ῥώμης ἄφιξιν.
因为当他执掌政权时,便遣弃了自己在身为平民时所娶的、名叫多丽斯的耶路撒冷籍妻子,改娶了阿里斯托布鲁斯之子亚历山大的女儿玛利安美;正是因为她,他的家族陷入了内讧,这在早期便已发生,而在他自罗马归来后尤为剧烈。
πρῶτον μὲν γὰρ τὸν ἐκ τῆς Δωρίδος υἱὸν Ἀντίπατρον διὰ τοὺς ἐκ Μαριάμμης ἐφυγάδευσεν τῆς πόλεως μόναις ταῖς ἑορταῖς ἀφεὶς κατιέναι· ἔπειτα τὸν πάππον τῆς γυναικὸς Ὑρκανὸν ἐκ Πάρθων πρὸς αὐτὸν ἐλθόντα διʼ ὑπόνοιαν ἐπιβουλῆς ἀνεῖλεν, ὃν ᾐχμαλωτίσατο μὲν Βαζαφράνης καταδραμὼν Συρίαν, ἐξῃτήσαντο δὲ κατὰ οἶκτον οἱ ὑπὲρ Εὐφράτην ὁμοεθνεῖς.
起初,为了玛利安美所生的诸子,他将多丽斯所生的儿子安提帕特逐出城外,仅准许他在节期时进城;随后,他又因怀疑图谋不轨,处死了从帕提亚归附于他的妻子之祖父许尔堪。这位许尔堪曾是在巴扎弗兰尼斯席卷叙利亚时被俘的,幼发拉底河彼岸的同胞出于怜悯求情将其赎回。
καὶ εἴ γε τούτοις ἐπείσθη παραινοῦσιν μὴ διαβῆναι πρὸς Ἡρώδην, οὐκ ἂν παραπώλετο· δέλεαρ δʼ αὐτῷ θανάτου τῆς υἱωνῆς ὁ γάμος κατέστη· τούτῳ γὰρ πεποιθὼς καὶ περισσόν τι τῆς πατρίδος ἐφιέμενος ἧκεν. παρώξυνεν δὲ Ἡρώδην οὐκ αὐτὸς ἀντιποιούμενος βασιλείας, ἀλλʼ ἐπεὶ τὸ βασιλεύειν ἐπέβαλλεν αὐτῷ.2
而假若他听从了这些同胞劝其不可渡河投奔希律的告诫,他本不至于丧命;然而孙女的联姻成了诱他赴死的香饵;因他深信此点,且过分怀念故土,遂返归故里。激怒希律的,并非许尔堪本人企图争夺王位,而是因为王权本就正当地归属于他。
Τῶν δὲ ἐκ Μαριάμμης πέντε τέκνων γενομένων δύο μὲν θυγατέρες, τρεῖς δʼ ἦσαν υἱεῖς. καὶ τούτων ὁ νεώτατος μὲν ἐν Ῥώμῃ παιδευόμενος τελευτᾷ, δύο δὲ τοὺς πρεσβυτάτους βασιλικῶς ἦγεν διά τε τὴν μητρῴαν εὐγένειαν καὶ ὅτι βασιλεύοντι γεγόνεισαν αὐτῷ.
在玛利安美为他所生的五个子女中,两个是女儿,三个是儿子。其中幼子在罗马受教育期间夭折,而对两个年长的儿子,希律则因其母亲的高贵门第以及他们出生于自己称王之时,按王族规制予以抚养。
τὸ δὲ τούτων ἰσχυρότερον ὁ Μαριάμμης ἔρως συνήργει καθʼ ἡμέραν ἐκκαίων Ἡρώδην λαβρότερος, ὡς μηδενὸς τῶν διὰ τὴν στεργομένην λυπηρῶν αἰσθάνεσθαι·3 τοσοῦτον γὰρ ἦν μῖσος εἰς αὐτὸν τῆς Μαριάμμης, ὅσος ἐκείνου πρὸς αὐτὴν ἔρως.
然而比这些更为强烈的,还有他对玛利安美的爱情在起作用,这爱火日甚一日地吞噬着希律,以致他完全察觉不到由这所爱妇人带来的任何痛苦;因为玛利安美对他的憎恨,正如他对她的痴情一般深切。
ἔχουσα δὲ τὴν μὲν ἀπέχθειαν ἐκ τῶν πραγμάτων εὔλογον, τὴν δὲ παρρησίαν ἐκ τοῦ φιλεῖσθαι, φανερῶς ὠνείδιζεν αὐτῷ τὰ κατὰ τὸν πάππον Ὑρκανὸν καὶ τὸν ἀδελφὸν Ἰωνάθην· οὐδὲ γὰρ τούτου καίπερ ὄντος παιδὸς ἐφείσατο, δοὺς μὲν αὐτῷ τὴν ἀρχιερωσύνην ἑπτακαιδεκαέτει, μετὰ δὲ τὴν τιμὴν κτείνας εὐθέως, ἐπειδὴ τὴν ἱερὰν ἐσθῆτα λαβόντι καὶ τῷ βωμῷ προσελθόντι καθʼ ἑορτὴν ἄθρουν ἐπεδάκρυσεν τὸ πλῆθος. πέμπεται μὲν οὖν ὁ παῖς διὰ νυκτὸς εἰς Ἱεριχοῦντα, ἐκεῖ δὲ κατʼ ἐντολὴν ὑπὸ τῶν Γαλατῶν βαπτιζόμενος ἐν κολυμβήθρᾳ τελευτᾷ.
她因既成事实而拥有正当的仇怨,又因备受宠爱而敢于直言不讳,遂公开就其祖父许尔堪与弟弟约拿单的遭遇责难希律;因为希律连这弟弟也没有放过,尽管他当时尚为孩童;希律在他十七岁时授予其大祭司职位,但在赐予这项荣誉之后随即将其杀害,只因在节日期间,群众见他身着圣衣走向祭坛,皆一齐落泪。于是这少年在夜间被送往耶利哥,在那里遵照密令被加拉太卫兵按入蓄水池中溺毙。
Διὰ ταῦθʼ Ἡρώδην μὲν ὠνείδιζεν ἡ Μαριάμμη, καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ τὴν μητέρα δειναῖς ἐξύβριζεν λοιδορίαις. ἀλλʼ ὁ μὲν πεφίμωτο τοῖς ἱμέροις, δεινὴ δὲ τὰς γυναῖκας ἀγανάκτησις εἰσῄει, καὶ πρὸς ὃ μάλιστα κινήσειν τὸν Ἡρώδην ἔμελλον, εἰς μοιχείαν διέβαλλον αὐτήν, ἄλλα τε πολλὰ πρὸς τὸ πιθανὸν ἐνσκευαζόμεναι καὶ κατηγοροῦσαι διότι τὴν εἰκόνα τὴν ἑαυτῆς πέμψειεν εἰς Αἴγυπτον Ἀντωνίῳ καὶ διʼ ὑπερβολὴν ἀσελγείας ἀποῦσαν δείξειεν ἑαυτὴν ἀνθρώπῳ γυναικομανοῦντι καὶ βιάζεσθαι δυναμένῳ.
为此玛利安美责难希律,并以恶毒的辱骂肆意侮辱其胞妹与母亲。然而希律因情欲而被封住了口舌,那些女人们心中却升起了可怕的愤怒,她们便从最能触动希律的地方下手,诬陷她犯有通奸之罪,她们为了增加可信度而罗织了许多其他罪名,控告她将自己的画像送往埃及给安东尼,并以极端的放荡,将不在身边的自己展示给一个沉溺女色且有权施暴的男子。
- 1.428πλέον τῶν ἐχόντων
τῶν ἐχόντων 为现在分词属格,意为“领有/统治那些城邦的人”(即宗主国罗马及其统治者)。希律唯恐自己在施惠方面超过各城邦真正的宗主统治者,从而招致罗马方面的嫉恨与猜忌。
- 1.434ἀλλʼ ἐπεὶ τὸ βασιλεύειν ἐπέβαλλεν αὐτῷ
ἐπέβαλλεν 搭配与格 αὐτῷ,表示王权(τὸ βασιλεύειν)“按理归属于他(指许尔堪)”。该从句与前文 οὐκ αὐτὸς ἀντιποιούμενος βασιλείας(并非他本人积极争夺王权)形成鲜明对照,说明即便许尔堪没有野心,但他作为哈斯蒙家族合法继承人拥有无可争议的王位正统性这一客观事实本身,便已足够令希律感到威胁并引发杀机。
- 1.436ὡς μηδενὸς τῶν διὰ τὴν στεργομένην λυπηρῶν αἰσθάνεσθαι
此处是由 ὡς 引导带不定词 αἰσθάνεσθαι 的结果从句。τῶν ... λυπηρῶν 为中性复数形容词名词化,用作感知动词 αἰσθάνεσθαι 的宾格性属格,意为“令人痛苦之事”;中间插入的介词短语 διὰ τὴν στεργομένην(因那备受宠爱的女人)用作修饰语。
