- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.32-1.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安条克·厄庇法尼斯洗劫耶路撒冷并厉行宗教迫害,祭司玛他提亚与其子犹大揭竿而起并成功收复且洁净圣殿;随后继位的小安条克率大军进犯,在贝特匝加利亚与犹大对峙,以利亚撒舍身突袭敌军巨象。
οἱ δὲ καταφυγόντες πρὸς Ἀντίοχον ἱκέτευσαν αὐτοῖς ἡγεμόσι χρώμενον1 εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. πείθεται δʼ ὁ βασιλεὺς ὡρμημένος πάλαι, καὶ μετὰ πλείστης δυνάμεως αὐτὸς ὁρμήσας τήν τε πόλιν αἱρεῖ κατὰ κράτος καὶ πολὺ πλῆθος τῶν Πτολεμαίῳ προσεχόντων ἀναιρεῖ, ταῖς τε ἁρπαγαῖς ἀνέδην ἐπαφιεὶς τοὺς στρατιώτας αὐτὸς καὶ τὸν ναὸν ἐσύλησε καὶ τὸν ἐνδελεχισμὸν τῶν καθʼ ἡμέραν ἐναγισμῶν ἔπαυσεν ἐπʼ ἔτη τρία καὶ μῆνας ἕξ.
逃亡者投奔安条克,乞求他以他们为向导进军犹太。国王久有此意,遂允其请;他亲自统率极其庞大的军势出征,以雷霆之势攻陷该城,屠杀了大批支持托勒密之人。他纵容士兵大肆劫掠,更亲手洗劫圣殿,使每日献祭的仪式中断了三年零六个月。
ὁ δʼ ἀρχιερεὺς Ὀνίας πρὸς Πτολεμαῖον διαφυγὼν καὶ παρʼ αὐτοῦ λαβὼν τόπον ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πολίχνην τε τοῖς Ἱεροσολύμοις ἀπεικασμένην καὶ ναὸν ἔκτισεν ὅμοιον· περὶ ὧν αὖθις κατὰ χώραν δηλώσομεν.
大祭司奥尼亚斯逃往托勒密处,从他那里在赫利奥波利斯省获赐一块封地,建造了一座模仿耶路撒冷的小城镇以及一座形制相同的圣殿;关于这些,我们将在后文适当之处予以说明。
Ἀντιόχῳ γε μὴν οὔτε τὸ παρʼ ἐλπίδα κρατῆσαι τῆς πόλεως οὔτε αἱ ἁρπαγαὶ καὶ ὁ τοσοῦτος φόνος ἤρκεσεν, ὑπὸ δὲ ἀκρασίας παθῶν καὶ κατὰ μνήμην ὧν παρὰ τὴν πολιορκίαν ἔπαθεν2 ἠνάγκαζεν Ἰουδαίους καταλύσαντας τὰ πάτρια βρέφη τε αὐτῶν φυλάττειν ἀπερίτμητα καὶ σῦς ἐπιθύειν τῷ βωμῷ·
然而对安条克而言,出人意料地掌控该城、掳掠财物以及如此规模的杀戮皆未能满足其心;因无法克制狂暴的私欲,又因记恨包围战期间所遭受的损失,他强迫犹太人废除祖传规条,令其幼童不得受割礼,并要在祭坛上宰献生猪。
πρὸς ἃ ἅπαντες μὲν ἠπείθουν, ἐσφάττοντο δὲ οἱ δοκιμώτατοι. καὶ Βακχίδης ὁ πεμφθεὶς ὑπὸ Ἀντιόχου φρούραρχος, τῇ φυσικῇ προσλαβὼν ὠμότητι τὰ ἀσεβῆ παραγγέλματα παρανομίας οὐδεμίαν κατέλιπεν ὑπερβολὴν καὶ κατʼ ἄνδρα τοὺς ἀξιολόγους αἰκιζόμενος καὶ κοινῇ καθʼ ἡμέραν ἐνδεικνύμενος ὄψιν ἁλώσεως τῇ πόλει, μέχρι ταῖς ὑπερβολαῖς τῶν ἀδικημάτων τοὺς πάσχοντας εἰς ἀμύνης τόλμαν ἠρέθισε.
对此命令所有人皆抗不遵从,于是最负名望之人惨遭屠戮。由安条克派来的要塞司令巴基得斯,更是将不敬神明的敕令施加于其天性中的残暴之上,不法行径登峰造极:他既在私下严刑拷问显贵,又在日常公开中向全城显露城破沦陷之惨状,终因暴行过甚而激起受难者奋起自卫之决心。
Ματθίας γοῦν υἱὸς Ἀσαμωναίου τῶν ἱερέων εἷς ἀπὸ κώμης Μωδεεὶν ὄνομα, συνασπίσας μετὰ χειρὸς οἰκείας, πέντε γὰρ υἱεῖς ἦσαν αὐτῷ, κοπίσιν ἀναιρεῖ τὸν Βακχίδην. καὶ παραχρῆμα μὲν δείσας τὸ πλῆθος τῶν φρουρῶν εἰς τὰ ὄρη καταφεύγει·
于是,哈斯蒙尼之后、来自名为莫丁村庄的祭司之一玛他提亚,率领自家族人结集自卫——因他育有五子——拔出短剑斩杀了巴基得斯。他随即因畏惧大批守军而逃往山区。
προσγενομένων δὲ ἀπὸ τοῦ δήμου πολλῶν ἀναθαρσήσας κάτεισι καὶ συμβαλὼν μάχῃ νικᾷ τε τοὺς Ἀντιόχου στρατηγοὺς καὶ τῆς Ἰουδαίας ἐξελαύνει. παρελθὼν δὲ ἀπὸ τῆς εὐπραγίας εἰς δυναστείαν καὶ διὰ τὴν ἀπαλλαγὴν τῶν ἀλλοφύλων ἄρξας τῶν σφετέρων ἑκόντων, τελευτᾷ Ἰούδᾳ τῷ πρεσβυτάτῳ τῶν παίδων καταλιπὼν τὴν ἀρχήν.
但在大批民众归附之后,他重振勇气下山交战,击溃了安条克的将领们并将他们逐出犹太。他因这次胜利而登上统治之位,又因驱逐异族之功而受同胞悦服统领;去世时,他将权力留给了长子犹大。
Ὁ δέ, οὐ γὰρ ἠρεμήσειν Ἀντίοχον ὑπελάμβανε, τάς τε ἐπιχωρίους συγκροτεῖ δυνάμεις, καὶ πρὸς Ῥωμαίους πρῶτος ἐποιήσατο φιλίαν, καὶ τὸν Ἐπιφανῆ πάλιν εἰς τὴν χώραν ἐμβάλλοντα μετὰ καρτερᾶς πληγῆς ἀνέστειλεν.
犹大料定安条克绝不肯善罢甘休,便整编本土武装力量,并率先与罗马人缔结友好盟约;当厄庇法尼斯再度进犯这片土地时,他以沉重打击将其逐退。
ἀπὸ δὲ θερμοῦ τοῦ κατορθώματος3 ὥρμησεν ἐπὶ τὴν ἐν τῇ πόλει φρουράν, οὔπω γὰρ ἐκκέκοπτο, καὶ ἐκβαλὼν ἀπὸ τῆς ἄνω πόλεως συνωθεῖ τοὺς στρατιώτας εἰς τὴν κάτω· τοῦτο δὲ τοῦ ἄστεος τὸ μέρος Ἄκρα κέκληται· κυριεύσας δὲ τοῦ ἱεροῦ τόν τε χῶρον ἐκάθηρε πάντα καὶ περιετείχισε καὶ τὰ πρὸς τὰς λειτουργίας σκεύη καινὰ κατασκευάσας εἰς τὸν ναὸν εἰσήνεγκεν ὡς τῶν προτέρων μεμιαμμένων, βωμόν τε ᾠκοδόμησεν ἕτερον καὶ τῶν ἐναγισμῶν ἤρξατο.
趁着这次大捷的余威,他进军围攻城内的要塞守军,因其尚未被肃清;他将驻军逐出上城,逼入下城——该城区的这部分被称为阿克拉。控制圣所之后,他彻底净化了整个区域并筑墙环绕,重新打造了各项礼仪器具移入圣所,因原先之物皆已遭玷污;他又筑起另一座祭坛,恢复了献祭。
λαμβανούσης δὲ ἄρτι τὸ ἱερὸν κατάστημα τῆς πόλεως τελευτᾷ μὲν Ἀντίοχος, κληρονόμος δὲ τῆς βασιλείας αὐτοῦ καὶ τῆς πρὸς Ἰουδαίους ἀπεχθείας ὁ υἱὸς Ἀντίοχος γίνεται.
正当该城逐渐恢复其神圣秩序之际,安条克身亡,其子安条克继承了他的王位以及对犹太人的仇恨。
Συναγαγὼν γοῦν πεζῶν μὲν μυριάδας πέντε, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας δὲ ὀγδοήκοντα ἐμβάλλει διὰ τῆς Ἰουδαίας εἰς τὴν ὀρεινήν. Βηθσουρὸν μὲν οὖν πολίχνην αἱρεῖ, κατὰ δὲ τόπον, ὃς καλεῖται Βεθζαχαρία στενῆς οὔσης τῆς παρόδου Ἰούδας ὑπαντᾷ μετὰ τῆς δυνάμεως.
新王集结了五万步兵、五千骑兵和八十头战象,取道犹太进犯山区。他攻占了贝特祖尔小镇;而在名为贝特匝加利亚之地,由于通路隘狭,犹大率部迎战。
πρὶν δὲ συνάψαι τὰς φάλαγγας Ἐλεάζαρος ὁ ἀδελφὸς αὐτοῦ προϊδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων πύργῳ τε μεγάλῳ καὶ περιχρύσοις προτειχίσμασι κεκοσμημένον, ὑπολαβὼν ἐπʼ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, τῶν τε ἰδίων ἐκτρέχει πολὺ καὶ διακόψας τὸ στῖφος τῶν πολεμίων ἐπὶ τὸν ἐλέφαντα διήνυσεν.
在战阵交锋之前,犹大的兄弟以利亚撒望见其中最高大的战象饰以巨大望楼与鎏金防栅,料定安条克必在象背之上,便猛冲出己方阵列,斩开敌军的密集队形,直捣那头战象之下。
- 1.32αὐτοῖς ἡγεμόσι χρώμενον
动词 χρῶμαι 支配双与格结构,由宾语与格(αὐτοῖς)和补足语/表语与格(ἡγεμόσι)组成,意为“以他们为向导/领路人”,后续接不定式短语 εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν。
- 1.34κατὰ μνήμην ὧν παρὰ τὴν πολιορκίαν ἔπαθεν
关系代词 ὧν 发生了格同化(attraction),受前接名词 μνήμην 所支配的属格影响,省略了先行词 τούτων,并将原本应作 ἔπαθεν 宾语的宾格 ἅ 吸引为属格 ὧν(即 κατὰ μνήμην τούτων ἅ... ἔπαθεν),意为“出于对围城中所受之事的怨恨记忆”。
- 1.37ἀπὸ θερμοῦ τοῦ κατορθώματος
形容词 θερμοῦ 位于定冠词 τοῦ 之前,处于表语位(predicative position),构成惯用句式,表达时间或情境上的即时性:“趁着这次胜利尚温热之际”(即“趁着大捷的余威”)。
