← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.416-1.427

希律建造纪念性城市与对外邦的慷慨捐赠

希律建造了以亲友及自己命名的城市与要塞(如安提帕提和希律堡),向国内外众多城市捐资兴建公共设施,并为陷入财政困境的奥林匹亚赛会提供了永久的资金支持。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.416

ἀνακτίσας δὲ καὶ Ἀνθηδόνα τὴν παράλιον καταρριφθεῖσαν ἐν πολέμῳ Ἀγρίππειον προσηγόρευσε· τοῦ δʼ αὐτοῦ φίλου διʼ ὑπερβολὴν εὐνοίας καὶ ἐπὶ τῆς πύλης ἐχάραξεν τὸ ὄνομα, ἣν αὐτὸς ἐν τῷ ναῷ κατεσκεύασεν.

他还重建了沿海在战乱中被毁的安提顿,并将其命名为阿格里帕城;出于对这位挚友的极度深情,他甚至把自己在圣殿中建造的门上也刻上了他的名字。

§1.417

Φιλοπάτωρ γε μήν, εἰ καί τις ἕτερος·1 καὶ γὰρ τῷ πατρὶ μνημεῖον κατέθηκεν πόλιν, ἣν ἐν τῷ καλλίστῳ τῆς βασιλείας πεδίῳ κτίσας ποταμοῖς τε καὶ δένδρεσιν πλουσίαν ὠνόμασεν Ἀντιπατρίδα, καὶ τὸ ὑπὲρ Ἱεριχοῦντος φρούριον ὀχυρότητι καὶ κάλλει διάφορον τειχίσας ἀνέθηκεν τῇ μητρὶ προσειπὼν Κύπρον.

若有人孝顺父亲,他确是无人能及;因为他在王国最美丽的平原上建立了一座富于河流与树木的城市,以此作为献给父亲的纪念碑,并命名为安提帕提;他又在耶利哥上方修筑了一座在坚固与秀美方面皆非同凡响的要塞,献给母亲,称其为塞浦路斯。

§1.418

Φασαήλῳ δὲ τἀδελφῷ τὸν ἐν Ἱεροσολύμοις ὁμώνυμον πύργον,2 οὗ τό τε σχῆμα καὶ τὴν ἐν τῷ μεγέθει πολυτέλειαν διὰ τῶν ἑξῆς δηλώσομεν. καὶ πόλιν ἄλλην κτίσας κατὰ τὸν ἀπὸ Ἱεριχοῦς ἰόντων αὐλῶνα πρὸς βορέαν Φασαηλίδα ὠνόμασεν.

对于其兄长法萨埃尔,他在耶路撒冷建造了同名的塔楼,其形制与规模上的奢华,我们将在后文中说明。他又沿着从耶利哥向北而行的山谷建立了另一座城市,命名为法萨埃利斯。

§1.419

Παραδοὺς δʼ αἰῶνι τούς τε οἰκείους καὶ φίλους οὐδὲ τῆς ἑαυτοῦ μνήμης ἠμέλησεν, ἀλλὰ φρούριον μὲν ἐπιτειχίσας τῷ πρὸς Ἀραβίαν ὄρει προσηγόρευσεν Ἡρώδειον ἀφʼ ἑαυτοῦ, τὸν δὲ μαστοειδῆ κολωνὸν ὄντα χειροποίητον ἑξήκοντα σταδίων ἄπωθεν Ἱεροσολύμων ἐκάλεσεν μὲν ὁμοίως, ἐξήσκησεν δὲ φιλοτιμότερον.

在使亲友流芳百世之后,他也未曾忽视对自己的纪念,而是在靠近阿拉伯的山上构筑了一座要塞,以自己的名字命名为希律堡;而在距离耶路撒冷六十斯塔狄昂处的一座乳房形的人工丘陵,他也同样如此命名,但装饰得更为宏肆雄壮。

§1.420

στρογγύλοις μὲν γὰρ τὴν ἄκραν πύργοις περιέσχεν, ἐπλήρωσεν δὲ τὸν περίβολον βασιλείοις πολυτελεστάτοις, ὡς μὴ μόνον τὴν ἔνδον τῶν οἰκημάτων ὄψιν εἶναι λαμπράν, ἀλλὰ καὶ τοῖς ἔξωθεν τοίχοις καὶ θριγκοῖς καὶ στέγαις περικεχύσθαι τὸν πλοῦτον δαψιλῆ· πόρρωθεν δὲ μεγίστοις ἀναλώμασιν ὑδάτων πλῆθος εἰσήγαγεν καὶ βαθμοῖς διακοσίοις λευκοτάτης μαρμάρου τὴν ἄνοδον διέλαβεν· ἦν γὰρ δὴ τὸ γήλοφον ἐπιεικῶς ὑψηλὸν καὶ πᾶν χειροποίητον.

因为他用圆形塔楼环绕山顶,并在围墙内建满了极为奢华的宫殿,使得不仅建筑内部的景象灿烂辉煌,而且外墙、檐口与屋顶也都倾注了丰厚的财富;他以巨额花费从远处引来大量泉水,并用两百级至白的大理石台阶筑成登山的通道;因为这山丘相当高耸,且全系人工堆积而成。

§1.421

κατεσκεύασεν δὲ καὶ περὶ τὰς ῥίζας ἄλλα βασίλεια τήν τε ἀποσκευὴν καὶ τοὺς φίλους δέξασθαι δυνάμενα, ὥστε τῷ μὲν πάντα ἔχειν πόλιν εἶναι δοκεῖν τὸ ἔρυμα, τῇ περιγραφῇ δὲ βασίλειον.3

他还在山麓周围建造了其他宫殿,足以容纳辎重与朋友,以至于在设施齐备方面,这座要塞宛如一座城市,而在其轮廓外貌上则如同一座宫殿。

§1.422

Τοσαῦτα συγκτίσας πλείσταις καὶ τῶν ἔξω πόλεων τὸ μεγαλόψυχον ἐπεδείξατο. Τριπόλει μὲν γὰρ καὶ Δαμασκῷ καὶ Πτολεμαΐδι γυμνάσια, Βύβλῳ δὲ τεῖχος, ἐξέδρας τε καὶ στοὰς καὶ ναοὺς καὶ ἀγορὰς Βηρυτῷ κατασκευάσας καὶ Τύρῳ, Σιδῶνί γε μὴν καὶ Δαμασκῷ θέατρα, Λαοδικεῦσι δὲ τοῖς παραλίοις ὑδάτων εἰσαγωγήν, Ἀσκαλωνίταις δὲ βαλανεῖα καὶ κρήνας πολυτελεῖς, πρὸς δὲ περίστυλα θαυμαστὰ τήν τε ἐργασίαν καὶ τὸ μέγεθος· εἰσὶ δʼ οἷς ἄλση καὶ λειμῶνας ἀνέθηκεν.

在营建了如此众多的工程之后,他对境外绝大多数城市也展现了崇高的慷慨。他为底里波利、大马士革和托勒迈斯修建了体育馆,为毕布罗斯修筑了城墙,为贝鲁特和推罗建造了公会厅、柱廊、神庙和集市,又为西顿和大马士革建造了剧场,为沿海的拉奥狄刻亚人引来了水源,为阿实基伦人兴建了浴场、奢华的喷泉以及在工艺与规模上皆令人惊叹的列柱廊;对于某些地方,他还捐赠了圣林与草场。

§1.423

πολλαὶ δὲ πόλεις ὥσπερ κοινωνοὶ τῆς βασιλείας καὶ χώραν ἔλαβον παρʼ αὐτοῦ· γυμνασιαρχίαις δʼ ἄλλας ἐπετησίοις τε καὶ διηνεκέσιν ἐδωρήσατο προσόδους κατατάξας, ὥσπερ Κῴοις, ἵνα μηδέποτε ἐκλείπῃ τὸ γέρας.

许多城市如同王国的合伙人一般,也从他那里获得了土地;他又划拨收入,赐予其他城市年度且永久的体育馆长职,正如给予科斯人那样,好让这一殊荣永不中断。

§1.424

σῖτόν γε μὴν πᾶσιν ἐχορήγησεν τοῖς δεομένοις, καὶ τῇ Ῥόδῳ χρήματα μὲν εἰς ναυτικοῦ κατασκευὴν παρέσχεν πολλαχοῦ καὶ πολλάκις, ἐμπρησθὲν δὲ τὸ Πύθιον ἰδίοις ἀναλώμασιν ἄμεινον ἀνεδείματο.

此外,他向所有匮乏之人供应谷物;他多次在多处为罗得人提供建造舰队的资金;当阿波罗神庙被焚毁时,他以自费将其重建得更为优美。

§1.425

καὶ τί δεῖ λέγειν τὰς εἰς Λυκίους ἢ Σαμίους δωρεὰς ἢ τὴν διʼ ὅλης τῆς Ἰωνίας ἐν οἷς ἐδεήθησαν ἕκαστοι δαψίλειαν; ἀλλʼ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι Νικοπολῖταί τε καὶ τὸ κατὰ Μυσίαν Πέργαμον οὐ τῶν Ἡρώδου γέμουσιν ἀναθημάτων; τὴν δʼ Ἀντιοχέων τῶν ἐν Συρίᾳ πλατεῖαν οὐ φευκτὴν οὖσαν ὑπὸ βορβόρου κατέστρωσέν τε σταδίων εἴκοσι τὸ μῆκος οὖσαν ξεστῇ μαρμάρῳ καὶ πρὸς τὰς τῶν ὑετῶν ἀποφυγὰς ἐκόσμησεν ἰσομήκει στοᾷ.

又何须提及他对吕基亚人或萨摩斯人的恩赐,或者他在整个伊奥尼亚按各地所需所行的慷慨?难道雅典人、拉刻代蒙人、尼科波利斯人以及密细亚的佩加蒙不是堆满了希律的奉献吗?至于叙利亚安提阿人那条因污泥而被视若险途的大街,他难道没有用磨光的汉白玉将长达二十斯塔狄昂的道路全部铺平,并饰以等长的柱廊以避风雨吗?

§1.426

Ταῦτα μὲν ἄν τις εἴποι ἴδια τῶν εὖ παθόντων δήμων ἑκάστου, τὸ δὲ Ἠλείοις χαρισθὲν οὐ μόνον κοινὸν τῆς Ἑλλάδος ἀλλʼ ὅλης τῆς οἰκουμένης δῶρον, εἰς ἣν ἡ δόξα τῶν Ὀλυμπίασιν ἀγώνων διικνεῖται.

人们或许可以说这些是各个受惠城邦各自所得之利,但他赐予厄利斯人的,不仅是全希腊共有的礼物,更是属于奥林匹亚赛会盛名所及的整个天下。

§1.427

τούτους γὰρ δὴ καταλυομένους ἀπορίᾳ χρημάτων ὁρῶν καὶ τὸ μόνον λείψανον τῆς ἀρχαίας Ἑλλάδος ὑπορρέον, οὐ μόνον ἀγωνοθέτης ἧς ἐπέτυχεν πενταετηρίδος εἰς Ῥώμην παραπλέων ἐγένετο, ἀλλὰ καὶ πρὸς τὸ διηνεκὲς πόρους χρημάτων ἀπέδειξεν, ὡς μηδέποτε ἀγωνοθετοῦσαν αὐτοῦ τὴν μνήμην ἀπολιπεῖν.4

因为当他看到这一赛会因缺乏资金而走向废弛,古代希腊仅存的遗迹正在衰落时,他不仅在驶向罗马途中恰逢的那一届五年赛会中担任了主持裁判,而且还为其确立了永久的资金来源,好使他作为裁判的记忆永不泯灭。

语法注4 条
  1. 1.417εἰ καί τις ἕτερος

    字面义为“如果有其他任何人也是如此”,系古希腊语习语,表达相当于最高级的强烈强调,意为“无人能及”或“比任何人都更为……”。

  2. 1.418Φασαήλῳ δὲ τἀδελφῷ τὸν ἐν Ἱεροσολύμοις ὁμώνυμον πύργον

    此处省略了主动词。需承前文(第417节)的 κατέθηκεν、ἀνέθηκεν 或 ὠνόμασεν 补充其意:“为兄弟法萨埃尔,[他在]耶路撒冷[建造/献上了]同名的塔楼”。

  3. 1.421τῷ μὲν πάντα ἔχειν πόλιν εἶναι δοκεῖν τὸ ἔρυμα, τῇ περιγραφῇ δὲ βασίλειον

    在 ὥστε 引导的结果从句中,不定式 δοκεῖν 作为主语 τὸ ἔρυμα 的谓语,πόλιν 与 [δοκεῖν] βασίλειον 构成其表语。冠词不定式 τῷ πάντα ἔχειν 与名词 τῇ περιγραφῇ 均为表示方面/视角的与格(“在应有尽有方面……而在轮廓方面”),修饰 δοκεῖν。

  4. 1.427ὡς μηδέποτε ἀγωνοθετοῦσαν αὐτοῦ τὴν μνήμην ἀπολιπεῖν

    由 ὡς + 不定式构成的表示结果或目的的句式。分词 ἀγωνοθετοῦσαν 修饰 τὴν μνήμην,运用拟人化表达(“他担任裁判的记忆”),意指他作为赛会裁判的声名和记忆永不泯灭。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.416-1.427