← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.406-1.415

希律兴建凯撒里亚城与人工港口

希律在耶利哥增建宫殿并在各地为恺撒营建建筑,随后将衰败的斯特拉托之塔重建为拥有无双人工港的华美之城凯撒里亚,并设立了五年一度的赛会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.406

τοῦ δὲ ἄντρου κατὰ τὰς ἔξωθεν ῥίζας ἀνατέλλουσιν αἱ πηγαί· καὶ γένεσις μέν, ὡς ἔνιοι δοκοῦσιν, ἔνθεν Ἰορδάνου, τὸ δʼ ἀκριβὲς ἐν τοῖς ἑξῆς δηλώσομεν.

泉水自洞穴外侧的根基处涌出;正如某些人所认为的,这是约旦河的源头,但确切的情形我们将在后文详述。

§1.407

Ὁ δὲ βασιλεὺς καὶ ἐν Ἱεριχοῖ μεταξὺ Κύπρου τοῦ φρουρίου καὶ τῶν προτέρων βασιλείων ἄλλα κατασκευάσας ἀμείνω καὶ χρησιμώτερα πρὸς τὰς ἐπιδημίας ἀπὸ τῶν αὐτῶν ὠνόμασεν φίλων. καθόλου δὲ οὐκ ἔστιν εἰπεῖν ὅντινα τῆς βασιλείας ἐπιτήδειον τόπον τῆς πρὸς Καίσαρα τιμῆς γυμνὸν εἴασεν. ἐπεὶ δὲ τὴν ἰδίαν χώραν ἐπλήρωσεν ναῶν, εἰς τὴν ἐπαρχίαν αὐτοῦ τὰς τιμὰς ὑπερεξέχεεν καὶ πολλαῖς πόλεσιν ἐνιδρύσατο Καισάρεια.

王在耶利哥城中,也在塞浦路斯要塞与先前的王宫之间建造了其他更为优良且更适于驻留的殿宇,并以同一批朋友的名字命名。总的来说,无法指出他曾在王国内留下任何适宜的地点而不向恺撒致敬。当他使自己的领土遍布神庙之后,又将这份敬意倾注到恺撒的行省之中,在许多城市建立了凯撒里亚。

§1.408

Κατιδὼν δὲ κἀν τοῖς παραλίοις πόλιν ἤδη μὲν κάμνουσαν, Στράτωνος ἐκαλεῖτο πύργος, διὰ δὲ εὐφυίαν τοῦ χωρίου δέξασθαι δυναμένην τὸ φιλότιμον αὐτοῦ, πᾶσαν ἀνέκτισεν λευκῷ λίθῳ καὶ λαμπροτάτοις ἐκόσμησεν βασιλείοις, ἐν ᾗ μάλιστα τὸ φύσει μεγαλόνουν ἐπεδείξατο.

他在沿海地带注意到一座已经衰败的城市,原名斯特拉托之塔,因其地势优越足以承载他的宏图大志,便完全用汉白玉将其重建,并装饰以极为华丽的宫殿,在这座城市中他最为充分地展现了天生的弘毅气度。

§1.409

μεταξὺ γὰρ Δώρων καὶ Ἰόππης, ὧν ἡ πόλις μέση κεῖται, πᾶσαν εἶναι συμβέβηκεν τὴν παράλιον ἀλίμενον, ὡς πάντα τὸν τὴν Φοινίκην ἐπʼ Αἰγύπτου παραπλέοντα σαλεύειν ἐν πελάγει διὰ τὴν ἐκ λιβὸς ἀπειλήν, ᾧ καὶ μετρίως ἐπαυρίζοντι τηλικοῦτον ἐπεγείρεται κῦμα πρὸς ταῖς πέτραις, ὥστε τὴν ὑποστροφὴν τοῦ κύματος ἐπὶ πλεῖστον ἐξαγριοῦν τὴν θάλασσαν.

因为在多拉与约帕之间——该城正坐落于两地中间——整段海岸恰好全无港湾,以至于任何沿着腓尼基驶往埃及的人,都因西南风的威胁而不得不在外海颠簸;即使此风只是微拂,岩礁处也会掀起如此巨大的巨浪,以致退浪的反冲使大海变得极为狂暴。

§1.410

ἀλλʼ ὁ βασιλεὺς τοῖς ἀναλώμασιν καὶ τῇ φιλοτιμίᾳ νικήσας τὴν φύσιν μείζονα μὲν τοῦ Πειραιῶς λιμένα κατεσκεύασεν, ἐν δὲ τοῖς μυχοῖς αὐτοῦ βαθεῖς ὅρμους ἑτέρους.

然而王以巨资和雄心战胜了自然,建起了一座比比雷埃夫斯还要巨大的港口,并在其内湾开辟了其他幽深的停泊处。

§1.411

Καθάπαν δʼ ἔχων ἀντιπράσσοντα τὸν τόπον ἐφιλονείκησεν πρὸς τὴν δυσχέρειαν, ὡς τὴν μὲν ὀχυρότητα τῆς δομήσεως δυσάλωτον εἶναι τῇ θαλάσσῃ, τὸ δὲ κάλλος ὡς ἐπὶ μηδενὶ δυσκόλῳ κεκοσμῆσθαι·1 συμμετρησάμενος γὰρ ὅσον εἰρήκαμεν τῷ λιμένι μέγεθος καθίει λίθους ἐπʼ ὀργυιὰς εἴκοσιν εἰς τὸ πέλαγος, ὧν ἦσαν οἱ πλεῖστοι μῆκος ποδῶν πεντήκοντα, βάθος ἐννέα, εὖρος δέκα, τινὲς δὲ καὶ μείζους.

尽管该地处处与他作对,他却与险阻抗争,以致建筑的坚固性使大海难以攻破,而其华美程度宛如未曾遭遇任何困难一般:因为他为港口测定了如前所述的宏大规模,将巨石沉入外海深达二十浔处,其中大多数长五十尺、深九尺、宽十尺,有些甚至更为巨大。

§1.412

ἐπεὶ δὲ ἀνεπληρώθη τὸ ὕφαλον, οὕτως ἤδη τὸ ὑπερέχον τοῦ πελάγους τεῖχος ἐπὶ διακοσίους πόδας ηὐρύνετο· ὧν οἱ μὲν ἑκατὸν προδεδόμηντο πρὸς τὴν ἀνακοπὴν τοῦ κύματος, προκυμία γοῦν ἐκλήθη, τὸ δὲ λοιπὸν ὑπόκειται τῷ περιθέοντι λιθίνῳ τείχει. τοῦτο δὲ πύργοις τε διείληπται μεγίστοις, ὧν ὁ προύχων καὶ περικαλλέστατος ἀπὸ τοῦ Καίσαρος προγόνου2 Δρούσιον κέκληται, ψαλίδες τε πυκναὶ πρὸς καταγωγὴν τῶν ἐνορμιζομένων καὶ τὸ πρὸ αὐτῶν πᾶν κύκλῳ νάγμα τοῖς ἀποβαίνουσιν πλατὺς περίπατος. ὁ δʼ εἴσπλους βόρειος, αἰθριώτατος γὰρ ἀνέμων τῷ τόπῳ βορέας· καὶ ἐπὶ τοῦ στόματος κολοσσοὶ τρεῖς ἑκατέρωθεν ὑπεστηριγμένοι κίοσιν, ὧν τοὺς μὲν ἐκ λαιᾶς χειρὸς εἰσπλεόντων πύργος ναστὸς ἀνέχει, τοὺς δὲ ἐκ δεξιοῦ δύο ὀρθοὶ λίθοι συνεζευγμένοι τοῦ κατὰ θάτερον χεῖλος πύργου μείζονες.

当水下部分被填满后,凸出海面的堤墙便扩展至二百尺宽;其中一百尺是预先构筑以阻挡巨浪的,因此被称为防波堤,而其余部分则作为环绕四周的石墙的基础。墙上分布着极大的塔楼,其中最为高耸秀丽的一座以恺撒的继子之名被称为德鲁苏斯塔。堤上还有密集的拱顶房舍供泊港者寄宿,其前方环绕的整个堤面则构成供登岸者漫步的宽阔步道。港口的通道朝北,因为在当地北风最为晴朗和缓;在港口入口处两旁各立有三尊由柱子支撑的巨像,乘船驶入者左手侧的巨像由一座实心塔楼托起,右手侧的巨像则由两块直立且相连的巨石支撑,其体量比对侧的塔楼更为庞大。

§1.414

προσεχεῖς δʼ οἰκίαι τῷ λιμένι λευκοῦ καὶ αὗται λίθου, καὶ κατατείνοντες ἐπʼ αὐτὸν οἱ στενωποὶ τοῦ ἄστεος πρὸς ἓν διάστημα μεμετρημένοι. καὶ τοῦ στόματος ἀντικρὺ ναὸς Καίσαρος ἐπὶ γηλόφου κάλλει καὶ μεγέθει διάφορος· ἐν δʼ αὐτῷ κολοσσὸς Καίσαρος οὐκ ἀποδέων τοῦ Ὀλυμπίασιν Διός, ᾧ καὶ προσείκασται, Ῥώμης δὲ ἴσος Ἥρᾳ τῇ κατʼ Ἄργος. ἀνέθηκεν δὲ τῇ μὲν ἐπαρχίᾳ τὴν πόλιν, τοῖς ταύτῃ δὲ πλοϊζομένοις τὸν λιμένα, Καίσαρι δὲ τὴν τιμὴν τοῦ κτίσματος· Καισάρειαν γοῦν ὠνόμασεν αὐτήν.

紧邻港口的房屋同样是用汉白玉建造的,而通向港口的城市街道均按相等的间距规整划分。正对港口入口的丘陵上立有恺撒神庙,其秀美与规模不同凡响;神庙内有一尊恺撒巨像,不逊于奥林匹亚的宙斯像(它正是依此仿制的),还有一尊罗马女神像,等同于阿戈斯的赫拉像。他将这座城市献给行省,将港口献给在此航行的人,并将建城的荣耀归于恺撒;因此他将其命名为凯撒里亚。

§1.415

Τά γε μὴν λοιπὰ τῶν ἔργων, ἀμφιθέατρον καὶ θέατρον καὶ ἀγοράς, ἄξια τῆς προσηγορίας ἐνιδρύσατο. καὶ πενταετηρικοὺς ἀγῶνας καταστησάμενος ὁμοίως ἐκάλεσεν ἀπὸ τοῦ Καίσαρος, πρῶτος αὐτὸς ἆθλα μέγιστα προθεὶς ἐπὶ τῆς ἑκατοστῆς ἐνενηκοστῆς δευτέρας ὀλυμπιάδος, ἐν οἷς οὐ μόνον οἱ νικῶντες, ἀλλὰ καὶ οἱ μετʼ αὐτοὺς καὶ οἱ τρίτοι τοῦ βασιλικοῦ πλούτου μετελάμβανον.

此外,他建造了其余的设施——圆形剧场、剧场和集市广场,皆无愧于这一称号。他还设立了五年一度的赛会,同样以恺撒之名命名,并在第一百九十二届奥林匹亚赛会时由他本人率先设立了极其丰厚的奖赏,在赛会中不仅获胜者,就连随后的第二名和第三名也能分享到王室的财富。

语法注2 条
  1. 1.411ὡς τὴν μὲν ὀχυρότητα τῆς δομήσεως δυσάλωτον εἶναι τῇ θαλάσσῃ, τὸ δὲ κάλλος ὡς ἐπὶ μηδενὶ δυσκόλῳ κεκοσμῆσθαι

    句首的 ὡς 是引导结果从句的连词,支配两个带宾格的主语的不定式结构(τὴν μὲν ὀχυρότητα ... εἶναι 与 τὸ δὲ κάλλος ... κεκοσμῆσθαι)。而后半句中 ὡς ἐπὶ μηδενὶ δυσκόλῳ 的第二个 ὡς 则是表示方式的副词性用法,意为“宛如在没有任何险阻的情况下”。

  2. 1.412τοῦ Καίσαρος προγόνου

    πρόγονος 通常指“祖先”或“先辈”,但在此处语境中,它指代奥古斯都(恺撒)之妻莉薇娅的前夫之子大德鲁苏斯(Drusus the Elder),因此作“继子”(stepson)解。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.406-1.415