- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.395-1.405
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒为回报希律在埃及时期提供的后勤支援,将大片领土和兵力赐予他,并委任其总监全叙利亚。权势臻于极盛的希律随即大兴土木,斥巨资重建了耶路撒冷圣殿,并营建了王宫、塞巴斯蒂城及多座恺撒神庙。
προυνόησεν δὲ καὶ διὰ τῆς ἀνύδρου πορευομένοις μέχρι Πηλουσίου παρασχεῖν ὕδωρ ἄφθονον ἐπανιοῦσί τε ὁμοίως, οὐδὲ ἔστιν ὅ τι τῶν ἐπιτηδείων ἐνεδέησεν τῇ δυνάμει. δόξα γοῦν αὐτῷ τε Καίσαρι καὶ τοῖς στρατιώταις παρέστη πολλῷ βραχυτέραν περιεῖναι Ἡρώδῃ βασιλείαν πρὸς ἃ παρέσχεν.1
他还妥善安排,向穿越干旱地带前往佩鲁西翁的将士们,以及同样返回的将士们提供了充沛的淡水;军队所必需的物资无一匮乏。因此,恺撒本人和士兵们都产生了一种看法,认为相比于希律所提供的款待,他所拥有的王国实在太狭小了。
διὰ τοῦτο, ὡς ἧκεν εἰς Αἴγυπτον ἤδη Κλεοπάτρας καὶ Ἀντωνίου τεθνεώτων, οὐ μόνον αὐτοῦ ταῖς ἄλλαις τιμαῖς, ἀλλὰ καὶ τῇ βασιλείᾳ προσέθηκεν τήν τε ὑπὸ Κλεοπάτρας ἀποτμηθεῖσαν χώραν καὶ ἔξωθεν Γάδαρα καὶ Ἵππον καὶ Σαμάρειαν, πρὸς δὲ τούτοις τῶν παραλίων Γάζαν καὶ Ἀνθηδόνα καὶ Ἰόππην καὶ Στράτωνος πύργον·
为此,当恺撒在克利奥帕特拉和安东尼均已身亡后抵达埃及时,不仅赐予希律其他荣誉,还将此前被克利奥帕特拉割占的土地并入其王国,此外还划归了加达拉、希波斯和撒玛利亚,外加沿海的加沙、安提顿、约帕和斯特拉托之塔。
ἐδωρήσατο δʼ αὐτῷ καὶ πρὸς φυλακὴν τοῦ σώματος τετρακοσίους Γαλάτας, οἳ πρότερον ἐδορυφόρουν Κλεοπάτραν. οὐδὲν δὲ οὕτως ἐνῆγεν αὐτὸν εἰς τὰς δωρεὰς ὡς τὸ μεγαλόφρον τοῦ λαμβάνοντος.
恺撒还赠予他四百名高卢卫兵作为近身侍卫,他们此前曾是克利奥帕特拉的禁卫军。而促使恺撒做出这些赏赐的,莫过于受领者自身的豁达大度。
Μετὰ δὲ τὴν πρώτην ἀκτιάδα προστίθησιν αὐτοῦ τῇ βασιλείᾳ τόν τε Τράχωνα καλούμενον καὶ τὴν προσεχῆ Βαταναίαν τε καὶ τὴν Αὐρανῖτιν χώραν ἐξ αἰτίας τοιᾶσδε· Ζηνόδωρος ὁ τὸν Λυσανίου μεμισθωμένος οἶκον οὐ διέλειπεν ἐπαφεὶς2 τοὺς ἐκ τοῦ Τράχωνος λῃστὰς Δαμασκηνοῖς. οἱ δʼ ἐπὶ Οὐάρρωνα τὸν ἡγεμόνα τῆς Συρίας καταφυγόντες ἐδεήθησαν δηλῶσαι τὴν συμφορὰν αὐτῶν Καίσαρι· Καῖσαρ δὲ γνοὺς ἀντεπέστελλεν ἐξαιρεθῆναι τὸ λῃστήριον.
在第一届阿克提翁赛会之后,恺撒又将所谓的特拉孔以及毗邻的巴塔奈亚和奥拉尼提斯地区并入他的王国,其原因如下:租种了吕萨尼亚斯领地的芝诺多罗斯,不断纵容特拉孔的强盗袭扰大马士革人。大马士革人逃往叙利亚行省总督瓦罗处,请求他将他们的灾难禀报恺撒;恺撒获悉后,回信指令彻底铲除这伙强盗。
στρατεύσας οὖν Οὐάρρων καθαίρει τε τῶν ἀνδρῶν τὴν γῆν καὶ ἀφαιρεῖται Ζηνόδωρον· ἣν ὕστερον Καῖσαρ, ὡς μὴ γένοιτο πάλιν ὁρμητήριον τοῖς λῃσταῖς ἐπὶ τὴν Δαμασκόν, Ἡρώδῃ δίδωσιν. κατέστησεν δὲ αὐτὸν καὶ Συρίας ὅλης ἐπίτροπον ἔτει δεκάτῳ3 πάλιν ἐλθὼν εἰς τὴν ἐπαρχίαν, ὡς μηδὲν ἐξεῖναι δίχα τῆς ἐκείνου συμβουλίας τοῖς ἐπιτρόποις διοικεῖν.
于是瓦罗出兵,肃清了该地的匪徒,并剥夺了芝诺多罗斯的领地;恺撒后来将这块土地赐予希律,以免它再次成为强盗袭扰大马士革的据点。当恺撒在第十年再次巡幸该省时,还任命希律为全叙利亚的总监,以致各长官若无希律的建议便不得处理任何政务。
ἐπεὶ δὲ ἐτελεύτα Ζηνόδωρος, προσένειμεν αὐτῷ καὶ τὴν μεταξὺ Τράχωνος καὶ τῆς Γαλιλαίας γῆν ἅπασαν. ὃ δὲ τούτων Ἡρώδῃ μεῖζον ἦν, ὑπὸ μὲν Καίσαρος ἐφιλεῖτο μετʼ Ἀγρίππαν, ὑπʼ Ἀγρίππα δὲ μετὰ Καίσαρα. ἔνθεν ἐπὶ πλεῖστον μὲν εὐδαιμονίας προύκοψεν, εἰς μεῖζον δʼ ἐξήρθη φρόνημα καὶ τὸ πλέον τῆς μεγαλονοίας ἐπέτεινεν εἰς εὐσέβειαν.
在芝诺多罗斯去世后,恺撒又将特拉孔与加利利之间的全部土地划归希律。然而对希律而言,比这一切更为重大的,是他所受到的宠信:在恺撒那里仅次于阿格里帕,而在阿格里帕那里仅次于恺撒。从此他的盛势臻于极点,气概更加崇高,并将其宽宏大度的绝大部分倾注于敬神之事。
Πεντεκαιδεκάτῳ γοῦν ἔτει τῆς βασιλείας αὐτόν τε τὸν ναὸν ἐπεσκεύασεν καὶ περὶ αὐτὸν ἀνετειχίσατο χώραν τῆς οὔσης διπλασίονα, ἀμέτροις μὲν χρησάμενος τοῖς ἀναλώμασιν ἀνυπερβλήτῳ δὲ τῇ πολυτελείᾳ. τεκμήριον δὲ ἦσαν αἱ μεγάλαι στοαὶ περὶ τὸ ἱερὸν καὶ τὸ βόρειον ἐπʼ αὐτῷ φρούριον· ἃς μὲν γὰρ ἀνῳκοδόμησεν ἐκ θεμελίων, ὃ δʼ ἐπισκευάσας πλούτῳ δαψιλεῖ κατʼ οὐδὲν τῶν βασιλείων ἔλαττον Ἀντωνίαν ἐκάλεσεν εἰς τὴν Ἀντωνίου τιμήν.
在即位第十五年,他修葺了圣殿本身,并用城墙在四周圈出了比原面积大一倍的区域,耗资无度,奢华无与伦比。圣所周围宏大的柱廊以及北侧耸立的要塞便是明证:前者他从地基起重新筑起,后者他以不逊于王宫的巨资进行修葺,并为纪念安东尼而将其命名为安东尼亚。
τό γε μὴν ἑαυτοῦ βασίλειον κατὰ τὴν ἄνω δειμάμενος πόλιν δύο τοὺς μεγίστους καὶ περικαλλεστάτους οἴκους, οἷς οὐδὲ ναός πῃ συνεκρίνετο, προσηγόρευσεν ἀπὸ τῶν φίλων τὸν μὲν Καισάρειον τὸν δὲ Ἀγρίππειον.
此外,他在上城建造了自己的王宫,将两座最大且最华美的殿堂以朋友之名命名,一座称为恺撒楼,另一座称为阿格里帕楼,这两座建筑之宏阔甚至连神庙都难以相比。
Ἀλλὰ γὰρ οὐκ οἴκοις μόνον αὐτῶν τὴν μνήμην καὶ τὰς ἐπικλήσεις περιέγραψεν, διέβη δὲ εἰς ὅλας πόλεις αὐτῷ τὸ φιλότιμον. ἐν μέν γε τῇ Σαμαρείτιδι πόλιν καλλίστῳ περιβόλῳ τειχισάμενος ἐπὶ σταδίους εἴκοσι καὶ καταγαγὼν ἑξακισχιλίους εἰς αὐτὴν οἰκήτορας, γῆν δὲ τούτοις προσνείμας λιπαρωτάτην καὶ ἐν μέσῳ τῷ κτίσματι ναόν τε ἐνιδρυσάμενος μέγιστον καὶ περὶ αὐτὸν τέμενος ἀποδείξας τῷ Καίσαρι τριῶν ἡμισταδίων, τὸ ἄστυ Σεβαστὴν ἐκάλεσεν· ἐξαίρετον δὲ τοῖς ἐν αὐτῷ παρέσχεν εὐνομίαν.
然而,他并未将对他们的纪念与称号局限于宫殿的厅堂,他的雄心扩展到了整个城市。在撒玛利亚境内,他用长达二十斯塔德的壮丽外墙筑起一座城市,迁入六千名定居者,为他们分配了极肥沃的土地,在建筑群中央建起一座极宏伟的神庙,在四周划出一又二分之一斯塔德的圣域献给恺撒,并将该城命名为塞巴斯蒂;他还为城中居民提供了极佳的法治秩序。
Ἐπὶ τούτοις δωρησαμένου τοῦ Καίσαρος αὐτὸν ἑτέρας προσθέσει χώρας, ὁ δὲ κἀνταῦθα ναὸν αὐτῷ λευκῆς μαρμάρου καθιδρύσατο παρὰ τὰς Ἰορδάνου πηγάς· καλεῖται δὲ Πάνειον ὁ τόπος·
在此之上,当恺撒又赐给他另一处领地时,希律又在约旦河的源头附近,为恺撒用汉白玉建起了一座神庙;该地被称为帕内翁。
ἔνθα κορυφὴ μέν τις ὄρους εἰς ἄπειρον ὕψος ἀνατείνεται, παρὰ δὲ τὴν ὑπόρειον λαγόνα συνηρεφὲς ἄντρον ὑπανοίγει, διʼ οὗ βαραθρώδης κρημνὸς εἰς ἀμέτρητον ἀπορρῶγα βαθύνεται πλήθει τε ὕδατος ἀσαλεύτου καὶ τοῖς καθιμῶσίν τι πρὸς ἔρευναν γῆς οὐδὲν μῆκος ἐξαρκεῖ.4
在那里,一座山峰高耸入云,而在其山麓下方裂开一个被树荫遮蔽的洞穴,穿过洞穴,一道幽深的峭壁直落入不可测的深渊,里面积满了静止的水,无论人们垂下多长的绳索来探测底部,其长度都远远不够。
- 1.395πρὸς ἃ παρέσχεν
介词 πρός 后接中性复数关系代词 ἃ 引导的从句,表示比较的标准(“与他所提供的款待相比”),与前文的比较级 βραχυτέραν(“太狭小”)相呼应。
- 1.398οὐ διέλειπεν ἐπαφεὶς
否定词 οὐ、动词 διαλείπω 与不定过去时分词 ἐπαφείς 结合,构成表示持续或反复的习惯句式,意为“不断纵容……袭击”或“未曾停止放出”。
- 1.399ἔτει δεκάτῳ
名词 ἔτει(“年”)与 δεκάτῳ 构成表示时间的与格,意为“在第十年”。
- 1.405τοῖς καθιμῶσίν τι πρὸς ἔρευναν γῆς οὐδὲν μῆκος ἐξαρκεῖ
分词 τοῖς καθιμῶσιν 作关涉与格(“对那些垂下物体的人而言”)。主语为 οὐδὲν μῆκος,谓语为 ἐξαρκεῖ(“没有任何长度足够”)。属格 γῆς 修饰介词短语 πρὸς ἔρευναν,意为“为了探测底/地面”。
