- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.383-1.394
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律彻底击溃并迫降了饱受干渴折磨的阿拉伯军队,成为该族的保护人。随后,希律前往罗德岛觐见在阿克提翁取胜的恺撒,坦荡表明自己昔日对安东尼的忠诚,恺撒为其气节所折服,遂确认其王位并予以礼遇。
Διὸ μέχρι μὲν ἀντεῖχον οὐ πολὺς ἦν αὐτῶν φόνος, ὡς δʼ ὑπέδειξαν τὰ νῶτα, πολλοὶ μὲν ὑπὸ τῶν Ἰουδαίων πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν συμπατούμενοι διεφθείροντο· πεντακισχίλιοι γοῦν ἔπεσον ἐν τῇ τροπῇ, τὸ δὲ λοιπὸν πλῆθος ἔφθη συνωσθὲν εἰς τὸ χαράκωμα. τούτους περισχὼν ἐπολιόρκει, καὶ μέλλοντας ἁλώσεσθαι τοῖς ὅπλοις προκατήπειγεν ἡ δίψα τῶν ὑδάτων ἐπιλειπόντων.
因此,只要他们还在坚守,伤亡便不算惨重;但他们一旦转身溃逃,许多人便被犹太人斩杀,还有许多人因自相践踏而丧生。无论如何,溃逃中有五千人阵亡,其余的大队人马则抢先挤入了栅栏要塞中。希律将这些人团团包围,并在他们眼看就要被武力攻破之际,由于水源断绝,干渴抢先一步将他们逼入绝境。
ὑπερηφάνει δὲ πρεσβευομένους ὁ βασιλεὺς καὶ λύτρα διδόντων πεντακόσια τάλαντα μᾶλλον ἐνέκειτο. τοῦ δὲ δίψους ἐκκαίοντος ἐξιόντες κατὰ πλῆθος ἐνεχείριζον σφᾶς αὐτοὺς τοῖς Ἰουδαίοις ἑκόντες, ὡς πέντε μὲν ἡμέραις τετρακισχιλίους δεθῆναι, τῇ δʼ ἕκτῃ τὸ λειπόμενον πλῆθος ὑπʼ ἀπογνώσεως ἐξελθεῖν ἐπὶ μάχην· οἷς συμβαλὼν Ἡρώδης πάλιν εἰς ἑπτακισχιλίους κτείνει.
国王傲慢地拒绝了他们派出的使节,即便他们提出以五百塔兰屯作为赎金,他也只是加紧猛攻。随着干渴难耐,敌兵成群结队地走出,自愿向犹太人投降,以至于五天之内便有四千人被捆缚收押,到了第六天,剩下的大队人马出于绝望而出阵迎战。希律与他们交战,又斩杀了约七千人。
τηλικαύτῃ πληγῇ τὴν Ἀραβίαν ἀμυνάμενος καὶ σβέσας τῶν ἀνδρῶν τὰ φρονήματα προύκοψεν ὥστε καὶ προστάτης ὑπὸ τοῦ ἔθνους αἱρεθῆναι.
以如此沉重的打击报复了阿拉伯,并扑灭了这些人的傲气后,希律声威大振,甚至被该部族推举为保护人。
Μεταλαμβάνει δὲ αὐτὸν εὐθέως ἡ περὶ τῶν ὅλων πραγμάτων φροντὶς διὰ τὴν πρὸς Ἀντώνιον φιλίαν Καίσαρος περὶ Ἄκτιον νενικηκότος. παρεῖχεν μέντοι δέους πλέον ἢ ἔπασχεν· οὔπω γὰρ ἑαλωκέναι Καῖσαρ Ἀντώνιον ἔκρινεν Ἡρώδου συμμένοντος.
然而,由于与安东尼的友谊,在恺撒于阿克提翁取胜之后,关于全局局势的忧虑立刻笼罩了他。不过,他带给对方的恐惧远甚于自己所承受的;因为只要希律依然站在对方一边,恺撒便认为安东尼尚未被彻底击垮。
ὅ γε μὴν βασιλεὺς ὁμόσε χωρῆσαι τῷ κινδύνῳ διέγνω, καὶ πλεύσας εἰς Ῥόδον, ἔνθα διέτριβεν Καῖσαρ, πρόσεισιν αὐτῷ δίχα διαδήματος, τὴν μὲν ἐσθῆτα καὶ τὸ σχῆμα ἰδιώτης, τὸ δὲ φρόνημα βασιλεύς·1 μηδὲν γοῦν τῆς ἀληθείας ὑποστειλάμενος ἄντικρυς εἶπεν· ἐγώ, Καῖσαρ, ὑπὸ Ἀντωνίου βασιλεὺς γενόμενος ἐν πᾶσιν ὁμολογῶ γεγονέναι χρήσιμος Ἀντωνίῳ. καὶ οὐδὲ τοῦτʼ ἂν ὑποστειλαίμην εἰπεῖν, ὅτι πάντως ἄν με μετὰ τῶν ὅπλων ἐπείρασας εὐχάριστον, εἰ μὴ διεκώλυσαν Ἄραβες.2 καὶ συμμαχίαν μέντοι γε αὐτῷ κατὰ τὸ δυνατὸν καὶ σίτου πολλὰς ἔπεμψα μυριάδας, ἀλλʼ οὐδὲ μετὰ τὴν ἐν Ἀκτίῳ πληγὴν κατέλιπον τὸν εὐεργέτην, ἐγενόμην δὲ σύμβουλος ἄριστος, ὡς οὐκέτι χρήσιμος ἤμην σύμμαχος, μίαν εἶναι λέγων τῶν πταισθέντων διόρθωσιν τὸν Κλεοπάτρας θάνατον· ἣν ἀνελόντι καὶ χρήματα καὶ τείχη πρὸς ἀσφάλειαν καὶ στρατιὰν καὶ ἐμαυτὸν ὑπισχνούμην κοινωνὸν τοῦ πρὸς σὲ πολέμου.3
然而,国王决意直面危险,他航行前往恺撒逗留的罗德岛,摘下王冠去觐见他;就衣着和仪态而言,他宛如一介平民,但就气魄而言,却是不折不扣的君王。他毫不隐瞒真相,坦率地说道: “恺撒啊,我是由安东尼立为国王的,我承认在各方面都曾效力于安东尼。我也绝不隐瞒这一点:若非阿拉伯人阻挠,你必定会在战场上领教到我知恩图报的武装力量。事实上,我倾尽所能向他派遣了同盟军,并送去了数万军粮;甚至在阿克提翁惨败之后,我也未曾背弃自己的恩人。当我不再能作为盟友提供帮助时,我成了他最好的谋士,对他说挽回败局的唯一办法就是赐死克利奥帕特拉;如果他除掉她,我许诺提供金钱、防守的城池、军队,并亲自作为与你作战的伙伴。
τοῦ δʼ ἄρα τὰς ἀκοὰς ἀπέφραξαν οἱ Κλεοπάτρας ἵμεροι καὶ θεὸς ὁ σοὶ τὸ κρατεῖν χαριζόμενος. συνήττημαι δʼ Ἀντωνίῳ καὶ τέθεικα μετὰ τῆς ἐκείνου τύχης τὸ διάδημα. πρὸς σὲ δὲ ἦλθον ἔχων τὴν ἀρετὴν τῆς σωτηρίας ἐλπίδα καὶ προλαβὼν ἐξετασθήσεσθαι, ποταπὸς φίλος, οὐ τίνος, ἐγενόμην.4
然而,克利奥帕特拉引起的欲望,以及将统治权赐予你的神,终究堵塞了他的耳朵。我随安东尼一同战败,也随着他的命运放下了王冠。但我来到你面前,是将自己的德行视为得救的希望,并预料到人们所要考查的,是我曾经作为怎样的一位朋友,而不是曾作为谁的朋友。”
Πρὸς ταῦτα Καῖσαρ ἀλλὰ σώζου γε, ἔφη, καὶ βασίλευε νῦν βεβαιότερον· ἄξιος γὰρ εἶ πολλῶν ἄρχειν οὕτω φιλίας προϊστάμενος. πειρῶ δὲ καὶ τοῖς εὐτυχεστέροις διαμένειν πιστός, ὡς ἔγωγε λαμπροτάτας ὑπὲρ τοῦ σοῦ φρονήματος ἐλπίδας ἔχω. καλῶς μέντοι γε ἐποίησεν Ἀντώνιος Κλεοπάτρᾳ πεισθεὶς μᾶλλον ἢ σοί· καὶ γὰρ σὲ κεκερδήκαμεν ἐκ τῆς ἀνοίας αὐτοῦ.
对此恺撒说道: “不,保全你的性命吧,如今你可以更加稳固地称王了;因为像你这样坚守友谊的人,配得上统治众生。努力对那些更为幸运的人同样保持忠诚吧,因为我对你的气度抱有最辉煌的期望。安东尼听从克利奥帕特拉而非听从你,倒真是一件好事;因为由于他的愚蠢,我们才得以赢得了你。
κατάρχεις δʼ, ὡς ἔοικεν, εὐποιίας διʼ ὧν μοι γράφει καὶ Βεντίδιος συμμαχίαν σε πεπομφέναι πρὸς τοὺς μονομάχους αὐτῷ. νῦν μὲν οὖν δόγματι τὸ βέβαιόν σοι τῆς βασιλείας ἐξαγγέλλω. πειράσομαι δὲ καὶ αὖθις ἀγαθόν τί σε ποιεῖν, ὡς μὴ ζητοίης Ἀντώνιον.
正如文提狄乌斯写信告知我的那样,看来你已经率先施予恩惠,向他派遣了援军以对抗角斗士。因此,我现在以法令正式向你宣告确立你的王位。今后我还会尽力施惠于你,使你不至于思念安东尼。”
Τούτοις φιλοφρονησάμενος τὸν βασιλέα καὶ περιθεὶς αὐτῷ τὸ διάδημα δόγματι διεσήμαινεν τὴν δωρεάν, ἐν ᾧ πολλὰ μεγαλοφρόνως εἰς ἔπαινον τἀνδρὸς ἐφθέγξατο. ὁ δὲ δώροις ἐπιμειλιξάμενος αὐτὸν ἐξῃτεῖτό τινα τῶν Ἀντωνίου φίλων Ἀλεξᾶν ἱκέτην γενόμενον· ἐνίκα δὲ ἡ Καίσαρος ὀργὴ πολλὰ καὶ χαλεπὰ μεμφομένου τὸν ἐξαιτούμενον οἷς διεκρούσατο τὴν δέησιν.
恺撒用这番话抚慰了国王,并为他戴上王冠,通过法令明示了这一赏赐,在法令中他慷慨地说了许多赞美希律的话。希律则以厚礼取悦恺撒,为安东尼的一位沦为求告者的朋友阿莱克萨斯求情;然而恺撒的愤怒占了上风,他对被求情之人提出了许多严厉的斥责,并以此回绝了这一请求。
μετὰ δὲ ταῦτα πορευόμενον ἐπʼ Αἴγυπτον διὰ Συρίας Καίσαρα παντὶ τῷ βασιλικῷ πλούτῳ δεξάμενος Ἡρώδης τότε πρῶτον καὶ συνιππάσατο ποιουμένου περὶ Πτολεμαΐδα τῆς δυνάμεως ἐξέτασιν εἱστίασέν τε σὺν ἅπασιν τοῖς φίλοις· μεθʼ οὓς καὶ τῇ λοιπῇ στρατιᾷ πρὸς εὐωχίαν πάντα διέδωκεν.
此后,当恺撒途经叙利亚前往埃及时,希律以王室的全副盛宴款待了他;正是此时,当恺撒在普托勒迈斯附近检阅军队时,希律首次与他并马同行,并宴请了他及其所有的朋友;在款待了他们之后,他又向其余全军分发了一切用于宴飨的物资。
- 1.387τὴν μὲν ἐσθῆτα καὶ τὸ σχῆμα ἰδιώτης, τὸ δὲ φρόνημα βασιλεύς
宾格名词 ἐσθῆτα、σχῆμα 和 φρόνημα 为关系宾格(或称指定宾格),分别修饰主语希律的表语名词 ἰδιώτης(平民)与 βασιλεύς(君王),句中省略了系动词 ἦν 或分词 ὤν。
- 1.388καὶ οὐδὲ τοῦτʼ ἂν ὑποστειλαίμην εἰπεῖν, ὅτι πάντως ἄν με μετὰ τῶν ὅπλων ἐπείρασας εὐχάριστον, εἰ μὴ διεκώλυσαν Ἄραβες.
主句 οὐδὲ τοῦτʼ ἂν ὑποστειλαίμην 是 ἄν + 希求法的潜势用法,表示委婉陈述。其后的 ὅτι 从句中,πάντως ἄν ... ἐπείρασας(ἄν + 不定过去时直陈式)与条件从句 εἰ μὴ διεκώλυσαν(不定过去时直陈式)构成了与过去事实相反的虚拟条件句。
- 1.389ἣν ἀνελόντι καὶ χρήματα καὶ τείχη πρὸς ἀσφάλειαν καὶ στρατιὰν καὶ ἐμαυτὸν ὑπισχνούμην κοινωνὸν τοῦ πρὸς σὲ πολέμου.
ἣν 为关系代词宾格(先行词为克利奥帕特拉),作分词 ἀνελόντι 的直接宾语。与格分词 ἀνελόντι 具有条件含义(“若他除掉她”),与 ὑπισχνούμην 的间接宾语(安东尼)一致。句末的 κοινωνόν 则是相对于 ἐμαυτόν 的表语宾格(双重宾格结构)。
- 1.390προλαβὼν ἐξετασθήσεσθαι, ποταπὸς φίλος, οὐ τίνος, ἐγενόμην.
分词 προλαβών(“预先料定/先行假定”)支配将来时被动不定词 ἐξετασθήσεσθαι,该不定词进而引出间接疑问句 ποταπὸς φίλος, οὐ τίνος, ἐγενόμην。不定词的逻辑主语以及表语主格 ποταπὸς φίλος 均与主句主语(希律自身)一致。
