- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.373-1.382
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对因地震而惊骇的军队,希律通过指出敌人残杀使节的不敬之举才是真正的败亡凶兆来鼓舞士气,随后渡过约旦河迫近敌营,逼迫敌军决战。
Παραλογώτατά μοι δοκεῖ τὸ παρὸν ὑμῶν καθάπτεσθαι δέος· πρὸς μέν γε τὰς δαιμονίους πληγὰς ἀθυμεῖν εἰκὸς ἦν, τὸ δʼ αὐτὸ καὶ πρὸς ἀνθρωπίνην ἔφοδον πάσχειν ἀνάνδρων. ἐγὼ γὰρ τοσοῦτον ἀποδέω κατεπτηχέναι τοὺς πολεμίους μετὰ τὸν σεισμόν, ὥσθʼ ὑπολαμβάνειν τὸν θεὸν Ἄραψιν δέλεαρ τοῦτο καθεικέναι τοῦ δοῦναι δίκας ἡμῖν·1 οὐ γὰρ τοσοῦτον ὅπλοις ἢ χερσὶν πεποιθότες ὅσον ταῖς αὐτομάτοις ἡμῶν συμφοραῖς ἧκον· σφαλερὰ δʼ ἐλπὶς οὐκ ἐξ οἰκείας ἰσχύος ἀλλʼ ἐξ ἀλλοτρίας ἠρτημένη κακοπραγίας.
“在我看来,目前攫住你们的恐惧是极其荒谬的。面对天降的灾难而气馁固然合情合理,但在面对人间的进犯时产生同样的畏惧,则是懦夫所为。因为我非但没有在地震后畏惧敌人,反而认为神向阿拉伯人抛下了这一诱饵,以便让他们向我们偿清罪责;因为他们前来进犯,并非多么依仗自身的武器或双臂,而是依仗我们偶然遭受的灾祸。然而,寄托于他人的不幸而非自身的实力之上的希望,是靠不住的。
οὔτε δὲ τὸ δυστυχεῖν οὔτε τοὐναντίον ἐν ἀνθρώποις βέβαιον, ἀλλʼ ἔστιν ἰδεῖν ἐπαμειβομένην εἰς ἑκάτερα τὴν τύχην. καὶ τοῦτο μάθοιτʼ ἂν ἐξ οἰκείων ὑποδειγμάτων· τῇ γοῦν προτέρᾳ μάχῃ κρατούντων ἐκράτησαν ἡμῶν οἱ πολέμιοι, καὶ κατὰ τὸ εἰκὸς νῦν ἁλώσονται κρατήσειν δοκοῦντες· τὸ μὲν γὰρ ἄγαν πεποιθὸς ἀφύλακτον, οἱ φόβοι δὲ διδάσκουσιν προμήθειαν· ὥστε ἔμοιγε κἀκ τοῦ δεδοικότος ὑμῶν παρίσταται θαρρεῖν.
在人间,逆境与顺境都不是永恒的,人们可见命运在两者之间轮番转换。你们从自身的先例中便可明白这一点:至少在先前的交战中,敌人在我们占优势之时战胜了我们,而依常理,如今自以为必胜的他们终将落败。因为过度的自信令人疏于防备,而恐惧则教会人慎重;因此对我而言,甚至从你们的惶恐中也能获得勇气。
ὅτε γὰρ ἐθρασύνεσθε πέρα τοῦ δέοντος καὶ κατὰ τῶν ἐχθρῶν παρὰ τὴν ἐμὴν γνώμην ἐξωρμήσατε, καιρὸν ἔσχεν ἡ Ἀθηνίωνος ἐνέδρα· νυνὶ δὲ ὁ ὄκνος ὑμῶν καὶ τὸ δοκοῦν ἄθυμον ἀσφάλειαν ἐμοὶ νίκης ἐγγυᾶται.
因为当你们不知节制地盲动、违背我的意图冲向敌人时,阿特尼昂的伏兵才得到了机会;而如今你们的迟疑和看似沮丧的神色,却为我担保了胜利的稳妥。
χρὴ μέντοι γε μέχρι τοῦ μέλλειν οὕτως ἔχειν, ἐν δὲ τοῖς ἔργοις ἐγεῖραι τὰ φρονήματα καὶ πεῖσαι τοὺς ἀσεβεστάτους, ὡς οὔτʼ ἀνθρώπειόν τι κακὸν οὔτε δαιμόνιον ταπεινώσει ποτὲ τὴν Ἰουδαίων ἀνδραγαθίαν, ἐφʼ ὅσον τὰς ψυχὰς ἔχουσιν, οὐδὲ περιόψεταί τις Ἄραβα τῶν ἑαυτοῦ ἀγαθῶν δεσπότην γενόμενον, ὃν παρʼ ὀλίγον πολλάκις αἰχμάλωτον ἔλαβεν.
然而,这种状态应当只保持到采取行动之前;在实际交锋时,必须振奋精神,让那些最不敬之人明白,只要犹太人尚有一息尚存,任何天灾人祸都绝不可能挫败他们的英勇,也没有人会坐视阿拉伯人成为自己财产的主人——而自己曾屡屡险些将其俘虏。
μηδʼ ὑμᾶς ταρασσέτω τὰ τῶν ἀψύχων κινήματα μηδʼ ὑπολαμβάνετε τὸν σεισμὸν ἑτέρας συμφορᾶς τέρας γεγονέναι· φυσικὰ γὰρ τὰ τῶν στοιχείων πάθη καὶ οὐδὲν ἀνθρώποις πλέον ἢ τὴν ἐν ἑαυτοῖς βλάβην ἐπιφέρεται· λοιμοῦ μὲν γὰρ καὶ λιμοῦ καὶ τῶν χθονίων βρασμῶν προγένοιτʼ ἄν τι σημεῖον βραχύτερον, αὐτὰ δὲ ταῦτα περιγραφὴν ἔχει τὸ μέγεθος·2 ἐπεὶ τί δύναται μεῖζον ἡμᾶς τοῦ σεισμοῦ βλάψαι καὶ κρατήσας ὁ πόλεμος;
不要让无生命之物的震动扰乱你们,也不要以为地震是另一场灾祸的凶兆。因为元素的变易纯属自然,除了其自身所包含的破坏之外,并不会给人类带来任何额外的后果。在瘟疫、饥荒和地壳震荡之前,或许会出现某些微小的征兆,但这些现象本身的规模是有其界限的。试问即便战争战胜〔我们〕,又能给我们造成何种超越这场地震的更大危害呢?
τέρας μέντοι μέγιστον ἁλώσεως γέγονεν τοῖς ἐχθροῖς οὐκ αὐτομάτως οὐδὲ διὰ χειρὸς ἀλλοτρίας, οἳ πρέσβεις ἡμετέρους παρὰ τὸν πάντων ἀνθρώπων νόμον ὠμῶς ἀπέκτειναν καὶ τοιαῦτα τῷ θεῷ θύματα περὶ τοῦ πολέμου κατέστεψαν. ἀλλʼ οὐ διαφεύξονται τὸν μέγαν ὀφθαλμὸν αὐτοῦ καὶ τὴν ἀνίκητον δεξιάν, δώσουσιν δʼ ἡμῖν αὐτίκα δίκας, ἂν τοῦ πατρίου φρονήματος ἤδη σπάσαντες τιμωροὶ τῶν παρεσπονδημένων ἀναστῶμεν.
反之,对敌人而言,毁灭的最大凶兆并非由于自然,亦非假手他人,而是已然切实发生:他们违背全人类的律法,残忍地杀害了我们的使节,并将这样的牺牲献给神以作为战争的祭品。然而他们绝逃不过祂宏大的巨眼和不可战胜的右手,只要我们如今汲取先祖的气概,作为被毁盟约的复仇者挺身而起,他们立刻就会向我们偿还血债。
ἴτω τις οὐχ ὑπὲρ γυναικὸς οὐδʼ ὑπὲρ τέκνων οὐδʼ ὑπὲρ κινδυνευούσης πατρίδος, ἀλλʼ ὑπὲρ τῶν πρέσβεων ἀμυνόμενος· ἐκεῖνοι στρατηγήσουσιν τοῦ πολέμου τῶν ζώντων ἄμεινον. προκινδυνεύσω δὲ κἀγὼ χρώμενος ὑμῖν πειθηνίοις· εὖ γὰρ ἴστε τὴν ἑαυτῶν ἀνδρείαν ἀνυπόστατον, ἐὰν μὴ προπετείᾳ τινὶ βλαβῆτε.
出征吧,不是为了妻子,不是为了儿女,也不是为了陷入危难的祖国,而是为了那些使节而复仇!他们会比活着的人更好地统领这场战争。只要你们听从指挥,我也必将在前线与你们共冒危险;因为你们深知自身的英勇是不可阻挡的,除非你们因轻率鲁莽而遭受挫败。”
Τούτοις παρακροτήσας τὸν στρατὸν ὡς ἑώρα προθύμους, ἔθυεν τῷ θεῷ καὶ μετὰ τὴν θυσίαν διέβαινεν τὸν Ἰορδάνην ποταμὸν μετὰ τῆς δυνάμεως. στρατοπεδευσάμενος δὲ περὶ Φιλαδέλφειαν ἐγγὺς τῶν πολεμίων περὶ τοῦ μεταξὺ φρουρίου πρὸς αὐτοὺς ἠκροβολίζετο βουλόμενος ἐν τάχει συμβαλεῖν· ἔτυχον γὰρ κἀκεῖνοί τινας προπεπομφότες τοὺς καταληψομένους τὸ ἔρυμα.
通过这番话激励了军队之后,见他们斗志昂扬,希律便向神献祭,祭毕率军渡过了约旦河。他在靠近敌人的费拉德尔菲亚附近扎营,为了迅速交战,围绕双方中间的一座要塞与敌人展开了前哨战;因为敌人碰巧也派遣了人马前去占领该要塞。
τούτους μὲν οὖν ἀπεκρούσαντο ταχέως οἱ πεμφθέντες ὑπὸ τοῦ βασιλέως καὶ τὸν λόφον κατέσχον, αὐτὸς δὲ καθʼ ἡμέραν προάγων τὴν δύναμιν εἰς μάχην παρετάσσετο καὶ προεκαλεῖτο τοὺς Ἄραβας. ὡς δʼ οὐδεὶς ἐπεξῄει, δεινὴ γάρ τις αὐτοὺς κατάπληξις εἶχε καὶ πρὸ τοῦ πλήθους3 ὁ στρατηγὸς Ἔλθεμος αὖος ἦν τῷ δέει, προσελθὼν ἐσπάραττεν αὐτῶν τὸ χαράκωμα.
国王派出的人迅速击退了这些敌人并控制了山丘,而希律本人则每日率军上前列阵,向阿拉伯人发起挑战。但当无人出击迎战时——因为某种可怕的惊骇笼罩着他们,在全军面前,其将领埃尔特穆斯更是因恐惧而僵立呆滞——希律便逼近并开始拆毁他们的栅栏防线。
κἀν τούτῳ συναναγκασθέντες ἐξίασιν ἐπὶ τὴν μάχην ἄτακτοι καὶ πεφυρμένοι τοῖς ἱππεῦσιν οἱ πεζοί. πλήθει μὲν οὖν τῶν Ἰουδαίων περιῆσαν, ἐλείποντο δὲ ταῖς προθυμίαις καίτοι διὰ τὴν ἀπόγνωσιν τῆς νίκης ὄντες καὶ αὐτοὶ παράβολοι.
被迫之下,他们陷入混乱、步兵与骑兵杂乱无章地出阵迎战。虽然他们在人数上超过了犹太人,但在士气上却逊色一筹,尽管由于对获胜感到绝望,他们自身也变得不顾死活、铤而走险。
- 1.373τοῦ δοῦναι δίκας ἡμῖν
带冠词的属格不定式,用作名词 δέλεαρ 的同格/说明性属格,或表示目的(“作为向我们偿清罪责的诱饵”)。成语 δίκην διδόναι 意为“受到惩罚 / 偿还罪责”。
- 1.377αὐτὰ δὲ ταῦτα περιγραφὴν ἔχει τὸ μέγεθος
主语为 αὐτὰ ταῦτα(“这些现象本身”),谓语动词短语为 περιγραφὴν ἔχει(“具有界限/受到限制”)。τὸ μέγεθος 为表示范围/方面的关系对格(“在规模上”)。整句意为“这些现象本身在规模上是有其限度的”。
- 1.381πρὸ τοῦ πλήθους
既可在空间上理解为“在全军面前 / 当着众人的面”,亦可在程度或优先性上理解为“比众人更甚 / 在全军之先”。此处描绘将领埃尔特穆斯在全军瞩目下吓得呆若木鸡,采取空间及公然意味的“在全军面前”。
