- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.361-1.372
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼虽拒绝处死诸王,却将犹太的富庶领地割让给克利奥帕特拉,后者设局让希律转战阿拉伯人。希律军初战告捷后因将士不遵号令而在卡纳塔惨遭大败;正值大地震重创犹太之际,面对乘虚而入的阿拉伯人,希律集结军民鼓舞士气。
Ἐν μέρει γοῦν τῶν προσταγμάτων ἐπινήψας Ἀντώνιος τὸ κτεῖναι μὲν ἄνδρας ἀγαθοὺς καὶ βασιλεῖς τηλικούτους ἀνόσιον ἡγήσατο, τὸ δὲ τούτων ἔγγιον φίλους διεκρούσατο,1 πολλὰ δὲ τῆς χώρας αὐτῶν ἀποτεμόμενος καὶ δὴ καὶ τὸν ἐν Ἱεριχοῦντι φοινικῶνα, ἐν ᾧ γεννᾶται τὸ βάλσαμον, δίδωσιν αὐτῇ πόλεις τε πλὴν Τύρου καὶ Σιδῶνος τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πάσας.
安东尼至少在这些指令的某些方面恢复了理智;他认为处死善类和如此伟大的诸王乃是不义之举,但作为最接近此事之举,他弃绝了身为友人的〔他们〕,割去了他们的大片领土,尤其是盛产香脂的耶利哥棕榈林,将其赐给了她,并且除了提洛和西顿之外,将埃琉忒罗斯河以南的所有城市尽数分予了她。
ὧν γενομένη κυρία καὶ προπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπιστρατεύοντα Πάρθοις ἦλθεν εἰς Ἰουδαίαν διʼ Ἀπαμείας καὶ Δαμασκοῦ. κἀνταῦθα μεγάλαις μὲν αὐτῆς τὴν δυσμένειαν δωρεαῖς Ἡρώδης ἐκμειλίσσεται, μισθοῦται δὲ καὶ τὰ τῆς βασιλείας ἀπορραγέντα χωρία διακοσίων ταλάντων εἰς ἕκαστον ἐνιαυτόν, προπέμπει δʼ αὐτὴν μέχρι Πηλουσίου πάσῃ θεραπείᾳ καταχρώμενος.
她成为了这些地方的主人,并在护送进军帕提亚的安东尼远至幼发拉底河之后,经由阿帕米亚和大马士革来到了犹太。在那里,希律以重礼平息了她的敌意,并以每年二百他连得的租金租下了从自己王国中被割裂出去的领地,更极尽奉迎之能事,一路护送她直至珀鲁西乌姆。
καὶ μετʼ οὐ πολὺ παρῆν ἐκ Πάρθων Ἀντώνιος ἄγων αἰχμάλωτον Ἀρταβάζην τὸν Τιγράνου παῖδα δῶρον Κλεοπάτρᾳ· μετὰ γὰρ τῶν χρημάτων καὶ τῆς λείας ἁπάσης ὁ Πάρθος εὐθὺς ἐχαρίσθη.
不久之后,安东尼从帕提亚归来,押解着提格兰之子阿尔塔瓦兹德作为送给克利奥帕特拉的礼物;因为连同钱财和一切战利品在内,这名帕提亚俘虏立即被献给了她。
Τοῦ δʼ Ἀκτιακοῦ πολέμου συνερρωγότος παρεσκεύαστο μὲν Ἡρώδης Ἀντωνίῳ συνεξορμᾶν ἤδη τῶν τε ἄλλων τῶν κατὰ Ἰουδαίαν ἀπηλλαγμένος θορύβων καὶ κεκρατηκὼς Ὑρκανίας, ὃ δὴ χωρίον ἡ Ἀντιγόνου κατεῖχεν ἀδελφή.
当亚克兴战争爆发时,希律已经做好了与安东尼一同出征的准备,此时他已摆脱了犹太境内的其他骚乱,并夺取了此前由安提柯的姐妹所盘踞的要塞许尔卡尼亚。
διεκλείσθη γε μὴν πανούργως ὑπὸ τῆς Κλεοπάτρας συμμετασχεῖν τῶν κινδύνων Ἀντωνίῳ· τοῖς γὰρ βασιλεῦσιν, ὡς ἔφαμεν, ἐπιβουλεύουσα πείθει τὸν Ἀντώνιον Ἡρώδῃ διαπιστεῦσαι τὸν πρὸς Ἄραβας πόλεμον, ἵνʼ ἢ κρατήσαντος Ἀραβίας ἢ κρατηθέντος Ἰουδαίας γένηται δεσπότις2 καὶ θατέρῳ τῶν δυναστῶν καταλύσῃ τὸν ἕτερον.
然而,由于克利奥帕特拉的狡计,他被阻隔而未能与安东尼共担风险;因为正如我们所言,她图谋陷害诸王,遂劝说安东尼将对付阿拉伯人的战争全权托付给希律,以便希律若胜,她可成为阿拉伯的主人,若败,则可成为犹太的主人,借其中一位统治者除掉另一位。
Ἔρρεψεν μέντοι καθʼ Ἡρώδην τὸ βούλευμα· πρῶτον μὲν γὰρ ῥύσια κατὰ τῶν πολεμίων ἄγων καὶ πολὺ συγκροτήσας ἱππικὸν ἐπαφίησιν αὐτοῖς περὶ Διόσπολιν ἐκράτησέν τε καίτοι καρτερῶς ἀντιπαραταξαμένων. πρὸς δὲ τὴν ἧτταν μέγα γίνεται κίνημα τῶν Ἀράβων, καὶ συναθροισθέντες εἰς Κάναθα τῆς κοίλης Συρίας ἄπειροι τὸ πλῆθος τοὺς Ἰουδαίους ἔμενον.
然而这一计策反而偏向了有利于希律的一方。首先,他对敌方实施报复性劫掠,集结了一支庞大的骑兵,并在迪奥斯波利斯附近向他们发起冲击;尽管敌人顽强列阵迎战,他依然取得了胜利。面对这次溃败,阿拉伯人掀起了巨大的动荡,无数人马聚集在叙利亚谷地的卡纳塔,等待着犹太军队。
ἔνθα μετὰ τῆς δυνάμεως Ἡρώδης ἐπελθὼν ἐπειρᾶτο προμηθέστερον ἀφηγεῖσθαι τοῦ πολέμου καὶ στρατόπεδον ἐκέλευε τειχίζειν. οὐ μὴν ὑπήκουσεν τὸ πλῆθος, ἀλλὰ τῇ προτέρᾳ νίκῃ τεθαρρηκότες ὥρμησαν ἐπὶ τοὺς Ἄραβας καὶ πρὸς μὲν τὴν πρώτην ἐμβολὴν τραπέντας ἐδίωκον, ἐπιβουλεύεται δὲ Ἡρώδης ἐν τῇ διώξει τοὺς ἐκ τῶν Κανάθων ἐπιχωρίους ἀνέντος Ἀθηνίωνος, ὃς ἦν αὐτῷ τῶν Κλεοπάτρας στρατηγῶν αἰεὶ διάφορος· πρὸς γὰρ τὴν τούτων ἐπίθεσιν ἀναθαρρήσαντες οἱ Ἄραβες ἐπιστρέφονται καὶ συνάψαντες τὸ πλῆθος περὶ πετρώδη καὶ δύσβατα χωρία τοὺς Ἡρώδου τρέπονται πλεῖστόν τε αὐτῶν φόνον εἰργάσαντο. οἱ δὲ διασωθέντες ἐκ τῆς μάχης εἰς Ὄρμιζα καταφεύγουσιν, ὅπου καὶ τὸ στρατόπεδον αὐτῶν περισχόντες αὔτανδρον εἷλον οἱ Ἄραβες.
希律率军抵达该地后,试图更为谨慎地主持战事,并下令修筑营垒。然而军众并未听从,反而因先前的胜利而盲目自大,径直冲向阿拉伯人,并在初次交锋迫使敌人溃退后展开追击;但在追击过程中希律遭到了伏击,因为克利奥帕特拉麾下那位向来与希律不睦的将领阿特尼昂,放出了卡纳塔当地的人马突袭希律;阿拉伯人因这些援军的袭击而重拾勇气,回身反扑,并在岩石嶙峋的险隘地形中汇合大军,击溃了希律的部队,造成了极大的伤亡。从战阵中逃脱的人逃往奥尔米扎避难,阿拉伯人在那里也将他们的营地合围,将营中人马悉数俘获。
Μετʼ οὐ πολὺ δὲ τῆς συμφορᾶς βοήθειαν ἄγων Ἡρώδης παρῆν τῆς χρείας ὑστέραν. ταύτης τῆς πληγῆς αἴτιον αὐτῷ τὸ τῶν ταξιάρχων ἀπειθὲς κατέστη· μὴ γὰρ ἐξαπιναίου τῆς συμβολῆς γενομένης οὐδʼ ἂν Ἀθηνίων εὗρεν καιρὸν ἐπιβουλῆς.3 ἐτιμωρήσατο μέντοι τοὺς Ἄραβας αὖθις ἀεὶ τὴν χώραν κατατρέχων, ὡς ἀνακαλέσασθαι τὴν μίαν αὐτοῖς νίκην πολλάκις.
这场灾难过后不久,希律率领援军赶到,但来得太晚,错过了急需之时。给他带来这次惨败的原因在于军官们的违抗军令;因为倘若交战不是如此仓促猝然,阿特尼昂也绝无机会施展奸计。然而,希律此后不断劫掠阿拉伯人的领土以此复仇,使他们为那仅有的一次胜利付出了数倍的代价。
ἀμυνομένῳ δὲ τοὺς ἐχθροὺς ἐπιπίπτει συμφορὰ δαιμόνιος ἄλλη, κατʼ ἔτος μὲν τῆς βασιλείας ἕβδομον, ἀκμάζοντος δὲ τοῦ Ἀκτίου πολέμου. ἀρχομένου γὰρ ἔαρος ἡ γῆ σεισθεῖσα βοσκημάτων μὲν ἄπειρον πλῆθος ἀνθρώπων δὲ τρεῖς διέφθειρεν μυριάδας, τὸ δὲ στρατιωτικὸν ἔμεινεν ἀβλαβές· ὕπαιθρον γὰρ ηὐλίζετο.
正当他对敌人施加报复之时,在他统治的第七年、亦即亚克兴战争正烈之际,另一场天降的灾祸落在了他的头上。初春时节,大地发生震颤,毁灭了无数牲畜以及三万人口;然而驻军却安然无恙,因为他们当时露营于野外。
κἀν τούτῳ τοὺς Ἄραβας ἐπὶ μεῖζον θράσος ἦρεν ἡ φήμη προσλογοποιοῦσα τοῖς σκυθρωποῖς ἀεί τι χαλεπώτερον· ὡς γοῦν ἁπάσης Ἰουδαίας κατερριμμένης οἰηθέντες ἐρήμου τῆς χώρας κρατήσειν ὥρμησαν εἰς αὐτὴν προθυσάμενοι τοὺς πρέσβεις, οἳ παρὰ Ἰουδαίων ἔτυχον ἥκοντες πρὸς αὐτούς.
与此同时,谣言总是在凄惨的实情之上添油加醋,使阿拉伯人变得更为骄横狂妄;他们认定整个犹太已经彻底崩溃,以为自己将要占领一片荒无人烟的土地,便预先杀害了恰好从犹太人那里派到他们军中的使节,随后大举扑向犹太境内。
πρὸς δὲ τὴν ἐμβολὴν καταπλαγὲν τὸ πλῆθος καὶ μεγέθει συμφορῶν ἐπαλλήλων ἔκλυτον συναγαγὼν Ἡρώδης ἐπειρᾶτο παρορμᾶν ἐπὶ τὴν ἄμυναν λέγων τοιάδε·
目睹民众因这场入侵而惊骇万状、并因接踵而至的巨大灾难而心灰意冷,希律将他们召集在一起,试图激励他们奋起防卫,发表了如下言辞:
- 1.361τὸ δὲ τούτων ἔγγιον φίλους διεκρούσατο
与前文的不定式短语 τὸ κτεῖναι μὲν ἄνδρας ἀγαθοὺς... 构成对应对比。中性单数宾格短语 τὸ ... τούτων ἔγγιον(其中中性复数属格 τούτων 指代处死诸王一事,受比较级 ἔγγιον 支配表接近关系)作全句的同位状语(“作为最接近此事之举”),中动态动词 διεκρούσατο(“推开、排斥、弃绝”)以 φίλους 为直接宾语,意为“弃绝了身为友人的他们”。
- 1.365ἵνʼ ἢ κρατήσαντος Ἀραβίας ἢ κρατηθέντος Ἰουδαίας γένηται δεσπότις
分词 κρατήσαντος 与 κρατηθέντος 构成独立属格结构,其逻辑主语被省略,承前指代紧邻的 Ἡρώδῃ(希律)。借助选择关联词(ἢ... ἤ),两个分词具有条件从句的意味,即“以便在他得胜时成为阿拉伯的主人,而在他败北时成为犹太的主人”。
- 1.369μὴ γὰρ ἐξαπιναίου τῆς συμβολῆς γενομένης οὐδʼ ἂν Ἀθηνίων εὗρεν καιρὸν ἐπιβουλῆς
带否定词 μή 的独立属格结构 μὴ ... γενομένης 在此充当过去与事实相反的虚拟条件从句(相当于 εἰ μὴ ἐγένετο),与主句结论中的 οὐδʼ ἂν ... εὗρεν(ἄν + 不定过去时直陈式)相呼应,表示“因为倘若交锋不是发生得如此突然,阿特尼昂也绝无可能找到暗算的契机”。
