- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.349-1.360
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律与索西乌斯攻克顽抗的耶路撒冷,在全城大肆屠杀,并擒获投降的安提柯。希律倾尽私财犒劳军队以保全圣殿免受亵渎和洗劫,战后他肃清敌党以稳固王位,却旋即面临操纵着安东尼的克利奥帕特拉所带来的野心威胁。
Τῷ δὲ βασιλεῖ πρὸς μὲν τὰς λῃστείας ἀντεπενοήθησαν λόχοι διʼ ὧν ἀνέστελλεν τὰς διεκδρομάς, πρὸς δὲ τὴν τῶν ἐπιτηδείων ἀπορίαν αἱ πόρρωθεν συγκομιδαί, τῶν δὲ μαχομένων περιῆν τῇ Ῥωμαίων ἐμπειρίᾳ καίτοι τόλμης οὐδεμίαν καταλιπόντων ὑπερβολήν·
在国王这一方,设立了伏兵以应对劫掠,并以此遏止敌人的突袭;针对物资匮乏,则自远方调运补给;在战场厮杀中,尽管守军表现出了无以复加的勇武,罗马人的作战经验依然占据了上风。
φανερῶς μέν γε συνερρήγνυντο τοῖς Ῥωμαίοις ἐπὶ προύπτῳ τῷ θανεῖν,1 διὰ δὲ τῶν ὑπονόμων ἐν μέσοις αὐτοῖς ἐξαπίνης ἐφαίνοντο, καὶ πρὶν κατασεισθῆναί τι τοῦ τείχους ἕτερον ἀντωχύρουν· καθόλου τε οὔτε χερσὶν οὔτʼ ἐπινοίαις ἔκαμνον εἰς ἔσχατον ἀντισχεῖν διεγνωκότες.
因为他们面对显而易见的死亡,仍公开与罗马人搏杀,并借助地道猝然出现在罗马军中央;城墙的某一处尚未被震塌,他们便已在对面筑起另一道防壁。总之,他们决心坚守到底,无论在体力上还是谋略上都不知疲倦。
ἀμέλει τηλικαύτης δυνάμεως περικαθεζομένης πέντε μησὶν διήνεγκαν τὴν πολιορκίαν, ἕως τῶν Ἡρώδου τινὲς ἐπιλέκτων ἐπιβῆναι τοῦ τείχους θαρσήσαντες εἰσπίπτουσιν εἰς τὴν πόλιν, ἐφʼ οἷς ἑκατοντάρχαι Σοσσίου. πρῶτα δὲ τὰ περὶ τὸ ἱερὸν ἡλίσκετο, καὶ τῆς δυνάμεως ἐπεισχυθείσης πανταχοῦ φόνος ἦν μυρίος, τῶν μὲν Ῥωμαίων τῇ τριβῇ τῆς πολιορκίας διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ2 μηδὲν ὑπολιπέσθαι σπουδάζοντος ἀντίπαλον.
事实上,在如此庞大的兵力合围下,他们坚守围城达五个月之久,直到希律麾下的部分精选勇士毅然登上城墙破城而入,索西乌斯的百夫长们亦随之杀入。圣殿周围的区域首先陷落,大军涌入之后,各处血流成河,死伤无算;这是因为罗马军因围城拖延已久而暴怒,而聚集在希律身旁的犹太军团亦急于斩草除根,不留任何敌手。
ἐσφάττοντο δὲ παμπληθεῖς ἔν τε τοῖς στενωποῖς καὶ κατὰ τὰς οἰκίας συνωθούμενοι καὶ τῷ ναῷ προσφεύγοντες· ἦν τε οὔτε νηπίων οὔτε γήρως ἔλεος οὔτε ἀσθενείας γυναικῶν, ἀλλὰ καίτοι περιπέμποντος τοῦ βασιλέως καὶ φείδεσθαι παρακαλοῦντος οὐδεὶς ἐκράτησεν τῆς δεξιᾶς, ἀλλʼ ὥσπερ μεμηνότες πᾶσαν ἡλικίαν ἐπεξῄεσαν.
民众在大街小巷、被逼退入房屋中以及逃向圣殿时遭到大批屠戮;对婴孩没有怜悯,对衰老没有体恤,对妇人的柔弱亦无动于衷。尽管国王派人四处传令恳求手下留情,却没有一人能收住手中的屠刀,反而如同发狂一般杀戮所有年龄段的人。
ἔνθα καὶ Ἀντίγονος μήτε τῆς πάλαι μήτε τῆς τότε τύχης ἔννοιαν λαβὼν κάτεισιν μὲν ἀπὸ τῆς βάρεως, προσπίπτει δὲ τοῖς Σοσσίου ποσίν. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν ἐπεγέλασέν τε ἀκρατῶς καὶ Ἀντιγόνην ἐκάλεσεν· οὐ μὴν ὡς γυναῖκά γε καὶ φρουρᾶς ἐλεύθερον ἀφῆκεν, ἀλλʼ ὁ μὲν δεθεὶς ἐφυλάττετο.
就在此时,安提柯既未顾及昔日的尊荣,亦未体认当前的处境,从堡垒上走下,俯伏在索西乌斯脚前。索西乌斯目睹他的这般巨变不仅毫无怜悯,反而狂笑不止,称他为安提戈涅;然而他并未真将他当作妇人而免除监禁,而是将他捆绑严加看守。
Πρόνοια δʼ ἦν Ἡρώδῃ κρατοῦντι τῶν πολεμίων τότε κρατῆσαι καὶ τῶν ἀλλοφύλων συμμάχων· ὥρμητο γὰρ τὸ ξενικὸν πλῆθος ἐπὶ θέαν τοῦ τε ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων. ὁ δὲ βασιλεὺς τοὺς μὲν παρακαλῶν τοῖς δʼ ἀπειλούμενος ἔστιν δʼ οὓς3 καὶ τοῖς ὅπλοις ἀνέστειλεν, ἥττης χαλεπωτέραν τὴν νίκην ὑπολαμβάνων, εἴ τι τῶν ἀθεάτων παρʼ αὐτῶν ὀφθείη.
希律既已战胜了敌人,此时又要费心制伏那些异族盟友;因为客军人众纷纷奔去窥视圣殿以及内殿中的圣物。国王或劝告、或威吓,有时甚至动用武器加以阻拦,因为他认为,倘若这些不得窥视之圣物被外人所见,这种胜利将比失败更为惨痛。
διεκώλυσεν δὲ ἤδη καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, πολλὰ διατεινόμενος πρὸς Σόσσιον, εἰ χρημάτων τε καὶ ἀνδρῶν τὴν πόλιν Ῥωμαῖοι κενώσαντες καταλείψουσιν αὐτὸν ἐρημίας βασιλέα, καὶ ὡς ἐπὶ τοσούτων πολιτῶν φόνῳ βραχὺ καὶ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἀντάλλαγμα κρίνοι.4
随后他又制止了全城各处的抢掠,极力向索西乌斯抗辩:若是罗马人洗劫了城中的钱财与人口,难道是要留下他做一个空无一人的荒原之王吗?他更表明,以如此众多公民的被杀为代价,纵使换取整个天下的统治权,在他看来也得不偿失。
τοῦ δὲ ἀντὶ τῆς πολιορκίας τὰς ἁρπαγὰς δικαίως τοῖς στρατιώταις ἐπιτρέπειν φαμένου, αὐτὸς ἔφη διανεμεῖν ἐκ τῶν ἰδίων χρημάτων τοὺς μισθοὺς ἑκάστοις. οὕτως τε τὴν λοιπὴν ἐξωνησάμενος πατρίδα τὰς ὑποσχέσεις ἐπλήρωσεν· λαμπρῶς μὲν γὰρ ἕκαστον στρατιώτην, ἀναλόγως δὲ τοὺς ἡγεμόνας, βασιλικώτατα δὲ αὐτὸν ἐδωρήσατο Σόσσιον, ὡς μηδένα χρημάτων ἀπελθεῖν δεόμενον.
当索西乌斯声称允许士兵劫掠作为围城酬劳是合情合理时,希律表示将以一己之私财分发给每人赏金。他以此方式赎买了劫后余生的祖国,并践行了自己的诺言:他极其优厚地赏赐了每一名士兵,按比例酬赏了众将领,更以最显帝王风范的厚礼赠予索西乌斯本人,以至于无一人在离开时仍有金钱之需。
Σόσσιος δὲ χρυσοῦν ἀναθεὶς τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱεροσολύμων ἄγων δεσμώτην Ἀντίγονον Ἀντωνίῳ. τοῦτον μὲν οὖν φιλοψυχήσαντα μέχρις ἐσχάτου διὰ ψυχρᾶς ἐλπίδος ἄξιος τῆς ἀγεννείας πέλεκυς ἐκδέχεται.
索西乌斯将一顶金冠献于上帝之后,便押解着沦为阶下囚的安提柯离开耶路撒冷前往安东尼处。此人抱持虚妄的希望苟且偷生直至最后一刻,最终迎来的正是配得上他这种卑劣行径的行刑之斧。
βασιλεὺς δὲ Ἡρώδης διακρίνας τὸ κατὰ τὴν πόλιν πλῆθος τοὺς μὲν τὰ αὐτοῦ φρονήσαντας εὐνουστέρους ταῖς τιμαῖς καθίστατο, τοὺς δʼ Ἀντιγονείους ἀνῄρει. καὶ κατὰ σπάνιν ἤδη χρημάτων ὅσον εἶχεν κόσμον κατανομιστεύσας Ἀντωνίῳ καὶ τοῖς περὶ αὐτὸν ἀνέπεμψεν.
希律王对城内的民众进行了甄别,以殊荣让倾向于自己的人更加归心,而将安提柯的党羽尽数处死。在面临钱财匮乏之际,他将所拥有的全部金银首饰熔铸成货币,送交安东尼及其左右侍从。
οὐ μὴν εἰς ἅπαν ἐξωνήσατο τὸ μηδὲν παθεῖν· ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσιν τῆς ἐπιθυμίας, Κλεοπάτρα δὲ διεξελθοῦσα τὴν γενεὰν τὴν ἑαυτῆς ὡς μηδένα τῶν ἀφʼ αἵματος ὑπολείπεσθαι, τὸ λοιπὸν ἐπὶ τοὺς ἔξωθεν ἐφόνα, καὶ τοὺς ἐν τέλει Σύρων διαβάλλουσα πρὸς τὸν Ἀντώνιον ἀναιρεῖν ἔπειθεν ὡς ἂν τῶν κτήσεων ἑκάστου ῥᾳδίως γινομένη δεσπότις,5 ἔτι δὲ ἐκτείνουσα τὴν πλεονεξίαν ἐπὶ Ἰουδαίους καὶ Ἄραβας ὑπειργάζετο τοὺς ἑκατέρων βασιλεῖς Ἡρώδην καὶ Μάλχον ἀναιρεθῆναι.
然而,他并未借此买来彻底的平安无虞;因为安东尼已被对克利奥帕特拉的痴恋所腐蚀,在一切事上都屈从于她的欲望。而克利奥帕特拉在肃清自己的同族、致使无一血亲幸存之后,又进而对外部之人萌生杀意;她在安东尼面前诬告叙利亚的显贵重臣,劝说安东尼将其杀害,以便自己能轻易占有各人的产业;不仅如此,她还将贪婪的魔爪伸向犹太人和阿拉伯人,暗中策划将两国的君王希律与马尔库斯置于死地。
- 1.350ἐπὶ προύπτῳ τῷ θανεῖν
介词 ἐπί 与定指不定式 τῷ θανεῖν 及其处于表语位置的形容词 προύπτῳ 搭配,构成表示面临的条件或情境的惯用结构(“面对显而易见的死亡”)。
- 1.351τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ
中性单数形容词 Ἰουδαϊκόν 作集合名词使用,意指“希律麾下的犹太部队”,与前面的 τῶν μὲν Ῥωμαίων(罗马士兵)形成鲜明对照。
- 1.354ἔστιν δʼ οὓς
惯用语 ἔστιν οἵ(“有些人”)的阳性宾格复数形式,用作动词 ἀνέστειλεν 的直接宾语,与前面的 τοὺς μέν 以及 τοῖς δέ 相呼应,表现对不同群体所采取的不同举措。
- 1.355εἰ χρημάτων τε καὶ ἀνδρῶν τὴν πόλιν Ῥωμαῖοι κενώσαντες καταλείψουσιν αὐτὸν ἐρημίας βασιλέα, καὶ ὡς ἐπὶ τοσούτων πολιτῶν φόνῳ βραχὺ καὶ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἀντάλλαγμα κρίνοι
分词 διατεινόμενος(激烈抗辩)所引导的间接引语中出现了句法转换(破格构式):前半句由连接词 εἰ 引导未来直陈式 καταλείψουσιν(表达急迫的抗议与间接疑问,“是否要将他留下……”),后半句经 καί 连缀后转变为 ὡς 引导的间接引语祈愿式 κρίνοι(“且声称他认为……”)。
- 1.360ὡς ἂν τῶν κτήσεων ἑκάστου ῥᾳδίως γινομένη δεσπότις
连词 ὡς ἄν 与分词 γινομένη 连用,表达预期的目的或主观动机(“以便她能轻易成为各人财产的主人”)。
