← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.338-1.348

希律浴场脱险与围攻耶路撒冷的开始

希律在迦拿全歼敌军,并在浴场脱险后进军围攻耶路撒冷;他在围城期间前往萨玛利亚完婚,随后与索西乌斯的罗马大军会合,正式展开攻城战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.338

κἀπειδὴ περιῆν τῶν ἔξωθεν, τὰς οἰκήσεις σπαράττων εἷλκεν τοὺς ἔνδοθεν. καὶ τοῖς μὲν πολλοῖς ἐπικατασείων τοὺς ὀρόφους ἀθρόους ἀνῄρει, τοὺς ὑποφεύγοντας δὲ τῶν ἐρειπίων οἱ στρατιῶται ξιφήρεις ἀνεδέχοντο, καὶ τοσοῦτον ἐσωρεύθη νεκρῶν πλῆθος, ὥστε τὰς ὁδοὺς ἀποφραγῆναι τοῖς κρατοῦσιν.

希律既已制伏屋外之敌,便拆毁房屋,将藏于内部的人拖出。他将屋顶掀塌压在众人身上,将其大批歼灭;而士兵们则拔剑拦截从废墟中逃窜之人;堆积的尸体如此之多,以至于胜者的道路都被阻断。

§1.339

ταύτην τὴν πληγὴν οὐκ ἤνεγκαν οἱ πολέμιοι· τὸ γοῦν ἐπισυλλεγόμενον αὐτῶν πλῆθος ὡς ἐθεάσατο τοὺς ἀνὰ τὴν κώμην διεφθαρμένους, εἰς φυγὴν διεσκεδάσθη, κἂν εὐθέως τῇ νίκῃ τεθαρρηκὼς Ἡρώδης ἐπὶ Ἱεροσολύμων ἤλασεν, εἰ μὴ χειμῶνι διεκωλύθη σφοδροτάτῳ.1 τοῦτʼ ἐμπόδιον ἐκείνῳ τε παντελοῦς κατορθώματος καὶ ἥττης Ἀντιγόνῳ κατέστη βουλευομένῳ καταλιπεῖν ἤδη τὴν πόλιν.

敌军承受不住这一打击;他们聚集起来的大批人众一见到村庄各处被杀之人的惨状,便四散奔逃。若非受到极严酷的冬日暴风雪所阻,希律本已借胜利之威直捣耶路撒冷。这场风雪成了希律获得全胜的阻碍,也成了已决意弃城的安提柯免于彻底战败的屏障。

§1.340

Ἡρώδης δὲ πρὸς ἑσπέραν [ἤδη] τοὺς φίλους κεκμηκότας ἐπὶ θεραπείᾳ τοῦ σώματος διαφεὶς καὶ αὐτὸς ὡς ἦν ἔτι θερμὸς ἐκ τῶν ὅπλων λουσόμενος ᾔει στρατιωτικώτερον· εἷς γοῦν αὐτῷ παῖς εἵπετο. καὶ πρὶν εἰς τὸ βαλανεῖον εἰσελθεῖν ἐναντίον αὐτοῦ τις ἐκτρέχει τῶν πολεμίων ξιφήρης, ἔπειτα δεύτερος καὶ τρίτος, ἑξῆς δὲ πλείους.

薄暮时分,希律让疲惫的朋友们各自散去休整身体,自己亦尚带着战斗的余热,颇具军人风范地前往沐浴;跟从他的仅有一名仆从。然而在进入浴室之前,一名佩剑的敌兵迎面冲出,紧接着是第二名、第三名,随后又有数人相继而出。

§1.341

οὗτοι καταπεφεύγεσαν μὲν ἐκ τῆς παρατάξεως εἰς τὸ βαλανεῖον ὡπλισμένοι, τέως δʼ ὑποπεπτηχότες καὶ διαλανθάνοντες ὡς ἐθεάσαντο τὸν βασιλέα, λυθέντες ὑπʼ ἐκπλήξεως αὐτὸν μὲν παρέτρεχον γυμνὸν ὄντα τρέμοντες, ἐπὶ δὲ τὰς ἐξόδους ἐχώρουν. τῶν μὲν οὖν ἄλλων οὐδεὶς παρῆν κατὰ τύχην ὁ συλληψόμενος τοὺς ἄνδρας, Ἡρώδῃ δʼ ἀπέχρη τὸ μηδὲν παθεῖν, ὥστε διαφεύγουσιν πάντες.

这些人身披甲胄自战场逃入浴室,在此蛰伏隐藏已久;但当他们见到这位君王时,因过度惊骇而乱了阵脚,颤抖着从手无寸铁的希律身旁疾掠而过,奔向出口。当时恰好没有其他人在场来擒拿这些人,而希律只要自身未受伤害便已心满意足,因此他们全都得以脱逃。

§1.342

Τῇ δʼ ὑστεραίᾳ Πάππον μὲν τὸν Ἀντιγόνου στρατηγὸν καρατομήσας, ἀνῄρητο δʼ ἐπὶ τῆς παρατάξεως, πέμπει τὴν κεφαλὴν Φερώρᾳ τἀδελφῷ ποινὴν τοῦ φονευθέντος αὐτῶν ἀδελφοῦ· καὶ γὰρ οὗτος ἦν ὁ τὸν Ἰώσηπον ἀνελών.

翌日,希律斩下安提柯麾下将领帕普斯的头颅——他已在战阵中被击杀——并将首级送给弟弟费罗拉斯,作为对杀害他们胞弟之仇的惩罚;因为正是帕普斯杀害了约瑟。

§1.343

λωφήσαντος δὲ τοῦ χειμῶνος ἤλαυνεν ἐπὶ Ἱεροσολύμων καὶ μέχρι τοῦ τείχους ἀγαγὼν τὴν δύναμιν, συνήγετο δʼ αὐτῷ τρίτον ἔτος ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀπεδέδεικτο,2 πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται· ταύτῃ γὰρ ἦν ἐπίμαχον, καθʼ ὃ καὶ πρὶν εἷλεν Πομπήιος τὴν πόλιν.

待严冬平息,希律进军耶路撒冷,将兵力推进至城墙下——自他在罗马被册封为王以来,第三年行将届满——他在圣殿前方扎营;因为这一侧易于攻打,此前庞培亦是在此攻克该城的。

§1.344

διελὼν δὲ εἰς ἔργα τὴν στρατιὰν καὶ τεμὼν τὰ προάστεια τρία μὲν ἐγείρειν χώματα καὶ πύργους ἐποικοδομεῖν αὐτοῖς κελεύει, καταλιπὼν δὲ τοὺς ἀνυτικωτάτους τῶν ἑταίρων ἐπὶ τῶν ἔργων αὐτὸς εἰς Σαμάρειαν ᾔει τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου μετιὼν θυγατέρα καθωμολογημένην ὡς ἔφαμεν αὐτῷ καὶ πάρεργον ποιούμενος τῆς πολιορκίας τὸν γάμον· ἤδη γὰρ ὑπερηφάνει τοὺς πολεμίους.

他将大军分派至各项攻城工程,伐尽郊区树木,下令筑起三座土垒,并在其上建造攻城塔。他留下同袍中最干练者督造工程,自己则前往萨玛利亚,迎娶亚里斯多布之子亚历山大的女儿——正如我们所说,她此前已与他订婚——并将这桩婚事视作攻城期间的余事;因为他早已轻蔑敌人。

§1.345

Γήμας δὲ ὑπέστρεψεν ἐπὶ Ἱεροσολύμων μετὰ μείζονος δυνάμεως· συνῆπτε δʼ αὐτῷ καὶ Σόσσιος μετὰ πλείστης στρατιᾶς ἱππέων τε καὶ πεζῶν, ἣν προεκπέμψας διὰ τῆς μεσογείου τὴν πορείαν αὐτὸς διὰ Φοινίκης ἐποιήσατο.3

完婚之后,希律率领更为庞大的军力返回耶路撒冷;索西乌斯亦率领极其庞大的步骑大军与他会合,索西乌斯让该军由内陆先行开拔,自己则取道腓尼基行军。

§1.346

συναθροισθείσης δὲ τῆς ὅλης δυνάμεως εἰς ἕνδεκα μὲν τέλη πεζῶν, ἱππεῖς δὲ ἑξακισχιλίους δίχα τῶν ἀπὸ Συρίας συμμάχων, οἳ μέρος οὐκ ὀλίγον ἦσαν, καταστρατοπεδεύονται τοῦ βορείου τείχους πλησίον, αὐτὸς μὲν πεποιθὼς τοῖς τῆς συγκλήτου δόγμασιν, διʼ ὧν βασιλεὺς ἀπεδέδεικτο, Σόσσιος δὲ Ἀντωνίῳ τῷ πέμψαντι τὴν ὑπʼ αὐτῷ στρατιὰν Ἡρώδῃ σύμμαχον.

全军集结完毕,计有步兵十一个军团、骑兵六千,此外尚有占相当比例的叙利亚盟军。他们在北面城墙附近扎营:希律本人依托的是册封他为王的元老院法令,而索西乌斯则依托派遣麾下军队作为希律盟友的安东尼。

§1.347

Τῶν δʼ ἀνὰ τὴν πόλιν Ἰουδαίων τὸ πλῆθος ποικίλως ἐτετάρακτο· καὶ γὰρ περὶ τὸν ναὸν ἀθροιζόμενον τὸ ἀσθενέστερον ἐδαιμονία καὶ πολλὰ θειωδέστερον πρὸς τοὺς καιροὺς ἐλογοποίει, καὶ τῶν τολμηροτέρων κατὰ στῖφος ἦσαν λῃστεῖαι πολύτροποι, μάλιστα τὰ περὶ τὴν πόλιν ἁρπαζόντων ἐπιτήδεια καὶ μήτε ἵπποις μήτε ἀνδράσιν ὑπολειπομένων τροφήν.

城内的犹太民众陷入了多样的混乱之中。较脆弱的人群聚集在圣殿周围,陷入癫狂狂热,针对时局编造出许多带有神意的言辞;而较大胆之人则结队进行各种形式的抢掠,尤其是在城郊抢夺物资,无论给战马还是人类都未留下任何粮食。

§1.348

τοῦ γε μὴν μαχίμου τὸ εὐτακτότερον ἐτέτακτο πρὸς ἄμυναν τῆς πολιορκίας τούς τε χωννύντας εἶργον ἀπὸ τοῦ τείχους καὶ τοῖς ὀργάνοις ἀντιμηχανώμενον ἀεί τι κώλυμα καινότερον·4 ἐν οὐδενὶ δʼ οὕτως ὡς ἐν ταῖς μεταλλείαις περιῆσαν τῶν πολεμίων.

然而,战斗人员中较为守纪律的部分则被部署用于防御围城;他们将那些堆筑土垒的人阻挡在城墙之外,并针对攻城器械不断构想出更新颖的阻碍手段。不过,他们最能压倒敌人的,莫过于地道战。

语法注4 条
  1. 1.339κἂν εὐθέως τῇ νίκῃ τεθαρρηκὼς Ἡρώδης ἐπὶ Ἱεροσολύμων ἤλασεν, εἰ μὴ χειμῶνι διεκωλύθη σφοδροτάτῳ

    由 κἂν (καὶ ἄν) 加不定过去时直陈语气 (ἤλασεν) 构成的主句,与由 εἰ μή 加不定过去时直陈语气 (διεκωλύθη) 构成的从句,形成了与过去事实相反的虚拟条件句(过去反事实条件句):“若非受到严冬暴雪所阻,希律本已立即进军”。

  2. 1.343συνήγετο δʼ αὐτῷ τρίτον ἔτος ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀπεδέδεικτο,

    未完成过去时 συνήγετο 具有非人称/被动含义,表示时间“行将届满、正累积完成”。与格 αὐτῷ 表归属或相关对象(“对他而言”),ἐξ οὗ 则是“自……以来”的连词短语。

  3. 1.345ἣν προεκπέμψας διὰ τῆς μεσογείου τὴν πορείαν αὐτὸς διὰ Φοινίκης ἐποιήσατο

    关系代词 ἣν(阴性单数宾格)承前指代先行词 στρατιᾶς,作分词 προεκπέμψας 的宾语。主句由主语 αὐτός(索西乌斯本人)与带有内在宾格的惯用短语 τὴν πορείαν ἐποιήσατο(“进行了行军”)构成。

  4. 1.348τοῖς ὀργάνοις ἀντιμηχανώμενον ἀεί τι κώλυμα καινότερον

    分词 ἀντιμηχανώμενον(中性单数主格)在语法上与前文中同为中性单数集合主语的 τοῦ μαχίμου τὸ εὐτακτότερον(“战斗人员中较为守纪律的部分”)保持一致。与格 τοῖς ὀργάνοις 表示相对抗的对象(“针对攻城器械”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.338-1.348