← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.326-1.337

希律平定加利利并在迦拿击溃帕普斯

希律获悉安提柯势力的扩大及胞弟约瑟战死的消息后,率领罗马援军平定加利利,并在屋舍坍塌的奇迹中幸免于难,随后在迦拿将安提柯麾下帕普斯的军队彻底击溃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.326

τὰ δὲ τῆς Γαλιλαίας μετὰ τὴν Ἀντιγόνου νίκην ἐνεωτερίσθη εἰς τοσοῦτον, ὥστε τοὺς τὰ Ἡρώδου φρονοῦντας τῶν δυνατῶν προαγαγόντες εἰς τὴν λίμνην κατέδυσαν οἱ προσέχοντες Ἀντιγόνῳ.1 μετεβάλλετο δὲ πολλὰ καὶ τῆς Ἰδουμαίας, ἔνθα Μαχαιρᾶς ἀνετείχιζέν τι τῶν ἐρυμάτων, Γιτθὰ καλεῖται.

安提柯获胜之后,加利利的局势陷入了极大的动乱,以至于依附安提柯的人将希律党派中的权贵押往湖边溺毙。以土买的许多地区亦发生叛变,马凯拉斯当时正在那里重修一座名为吉塔的堡垒。

§1.327

τούτων δὲ οὔπω πέπυστο Ἡρώδης· μετὰ γὰρ τὴν Σαμοσάτων ἅλωσιν Ἀντώνιος μὲν καταστήσας ἐπὶ τῆς Συρίας Σόσσιον καὶ προστάξας Ἡρώδῃ βοηθεῖν ἐπʼ Ἀντίγονον αὐτὸς εἰς Αἴγυπτον ἀνεχώρησεν, Σόσσιος δὲ δύο μὲν τάγματα προαπέστειλεν εἰς Ἰουδαίαν Ἡρώδῃ συμμαχῶν, αὐτὸς δὲ μετὰ τῆς λοιπῆς δυνάμεως ἠκολούθει σχεδόν.

希律此时对此尚一无所知;因为在萨摩萨塔攻陷之后,安东尼任命索西乌斯总督叙利亚,并命其支援希律对抗安提柯,自己则退往埃及;索西乌斯先行派遣两个军团前往犹太支援希律,自己则率领其余部队紧随其后。

§1.328

Ὄντι δʼ Ἡρώδῃ κατὰ τὴν πρὸς Ἀντιόχειαν Δάφνην ὄνειροι σαφεῖς τὸν τἀδελφοῦ θάνατον προσημαίνουσιν, καὶ μετὰ ταραχῆς ἐκθορόντι τῆς κοίτης εἰσῄεσαν ἄγγελοι τῆς συμφορᾶς. ὁ δὲ ὀλίγον μὲν προσοιμώξας τῷ πάθει, τὸ πλεῖον δὲ τοῦ πένθους ὑπερθέμενος ἐπὶ τοὺς ἐχθροὺς ἠπείγετο ποιούμενος τὴν πορείαν ὑπὲρ δύναμιν.

当希律身在安提阿附近的达芙妮时,清晰的梦境预示了其弟的死讯,正当他惊恐地跃下床榻之际,报告这一灾祸的信使便已进门。他仅对这一不幸稍作悲痛,便将大部分哀悼推延,超越寻常体力极限地疾驰进军,奔向敌人。

§1.329

καὶ διανύσας ἐπὶ τὸν Λίβανον ὀκτακοσίους μὲν τῶν περὶ τὸ ὄρος προσλαμβάνει συμμάχους, Ῥωμαίων δὲ ἓν τάγμα ταύτῃ συνῆψεν. μεθʼ ὧν οὐ περιμείνας ἡμέραν εἰς τὴν Γαλιλαίαν ἐνέβαλεν τούς τε πολεμίους ὑπαντιάσαντας εἰς ὃ καταλελοίπεσαν χωρίον τρέπεται.

抵达黎巴嫩山后,他吸收了山地周围的八百名同盟军,而一个罗马军团在此处与〔他〕会合。他率领这些人未等天亮便侵入加利利,将迎击的敌人击溃,逼退至他们原先留下的堡垒中。

§1.330

καὶ προσέβαλλεν μὲν συνεχῶς τῷ φρουρίῳ, πρὶν δὲ ἑλεῖν χειμῶνι βιασθεὶς χαλεπωτάτῳ ταῖς πλησίον ἐνστρατοπεδεύεται κώμαις. ἐπεὶ δʼ αὐτῷ μετʼ ὀλίγας ἡμέρας καὶ τὸ δεύτερον παρὰ Ἀντωνίου τάγμα συνέμιξεν, δείσαντες τὴν ἰσχὺν οἱ πολέμιοι διὰ νυκτὸς ἐξέλιπον τὸ ἔρυμα.

他接连不断地攻打该堡垒,但在攻克之前因遭受极严酷的冬日暴风雪所迫,只得在附近的村庄扎营。数日之后,来自安东尼处的第二个军团亦与他会合,敌军畏惧其兵威,趁夜弃守要塞。

§1.331

Καὶ τὸ λοιπὸν διὰ Ἱεριχοῦντος ᾔει σπεύδων ᾗ τάχιστα τοὺς τἀδελφοῦ φονεῖς μετελθεῖν· ἔνθα καὶ δαιμόνιόν τι αὐτῷ συμβαίνει τέρας, ἐξ οὗ παρʼ ἐλπίδα σωθεὶς ἀνδρὸς θεοφιλεστάτου δόξαν ἀπηνέγκατο· πολλοὶ μὲν γὰρ αὐτῷ τῶν ἐν τέλει συνειστιάθησαν κατʼ ἐκείνην τὴν ἑσπέραν, διαλυθέντος δὲ τοῦ συμποσίου μετὰ τὸ πάντας ἐξελθεῖν ὁ οἶκος εὐθέως συνέπεσεν.

此后,他穿过耶利哥进军,力图以最快速度诛讨杀弟仇人;在此地他亦遭遇了一桩神异的前兆,因从中出人意料地生还,他赢得了深受神眷之人的声誉:因当晚许多权贵与他一同聚宴,而当宴会散席、众人皆离开之后,房屋随即坍塌。

§1.332

τοῦτο καὶ κινδύνων καὶ σωτηρίας κοινὸν ἐπὶ τῷ μέλλοντι πολέμῳ κρίνας εἶναι σημεῖον ὑπὸ τὴν ἕω διεκίνει τὴν στρατιάν. καὶ τῶν ἐναντίων εἰς ἑξακισχιλίους ἀπὸ τῶν ὀρῶν κατατρέχοντες ἀπεπειρῶντο τῶν προτεταγμένων, κατὰ χεῖρα μὲν συμπλέκεσθαι τοῖς Ῥωμαίοις οὐ σφόδρα θαρροῦντες, πόρρωθεν δὲ χερμάσιν καὶ παλτοῖς ἔβαλλον, ὥστε συχνοὺς κατατιτρώσκειν. ἐν ᾧ καὶ αὐτὸς Ἡρώδης παρελαύνων παλτῷ κατὰ τὴν πλευρὰν ἀκοντίζεται.

希律认定这是预示未来战事中兼有危险与得救的共同兆头,遂在破晓时分调动大军。敌军约六千人从山上奔袭而下,向先头部队发起冲击,他们不太敢与罗马军进行白兵肉搏,只在远处投掷石块与标枪,致使多人负伤;在此期间,希律本人策马经过时亦被标枪刺中肋部。

§1.333

Βουλόμενος δὲ Ἀντίγονος μὴ μόνον τόλμῃ τῶν σφετέρων ἀλλὰ καὶ πλήθει περιεῖναι δοκεῖν, Πάππον τινὰ τῶν ἑταίρων μετὰ στρατιᾶς ἐπὶ Σαμάρειαν περιπέμπει.

安提柯希望不仅在部众的胆略上、而且在数量上亦显得占有优势,便派遣一名随从帕普斯率军前往萨玛利亚。

§1.334

τούτῳ μὲν οὖν ἦν Μαχαιρᾶς ἀγώνισμα,2 Ἡρώδης δὲ τὴν πολεμίαν καταδραμὼν πέντε μὲν πολίχνας καταστρέφεται, δισχιλίους δὲ τῶν ἐν αὐταῖς διαφθείρει καὶ τὰς οἰκίας ἐμπρήσας ὑπέστρεψεν ἐπὶ τὸ στρατόπεδον· ηὔλιστο δὲ περὶ τὴν καλουμένην Κανᾶ κώμην.

因此对帕普斯而言,马凯拉斯便成了对手;而希律则突袭敌方领地,攻陷了五座小城镇,歼灭了其中的两千人,并在纵火焚毁房屋后返回军营;他当时扎营在名为迦拿的村庄一带。

§1.335

Προσεγίνετο δʼ αὐτῷ καθʼ ἡμέραν πολὺ πλῆθος Ἰουδαίων ἔκ τε αὐτῆς Ἱεριχοῦντος καὶ ἐκ τῆς ἄλλης χώρας, οἱ μὲν διὰ μῖσος τὸ πρὸς Ἀντίγονον, οἱ δὲ ἐπὶ τοῖς αὐτοῦ κατορθώμασιν κεκινημένοι· τούς γε μὴν πολλοὺς ἐνῆγεν ἐπιθυμία μεταβολῆς ἄλογος. καὶ ὁ μὲν ἠπείγετο συμβαλεῖν, οἱ δὲ περὶ Πάππον οὔτε πρὸς τὸ πλῆθος οὔτε πρὸς τὴν ὁρμὴν ὑποδείσαντες αὐτοῦ προθύμως ἀντεπεξῆλθον.

每日皆有大量犹太人前来归附他,既有来自耶利哥本身的,亦有来自其他地区的,有些人是出于对安提柯的仇恨,有些人则是受希律的功绩所感召;然而驱使大多数人的,乃是盲目的思变之心。希律急于交战,而帕普斯的手下亦不惧怕希律的兵力与气势,踊跃迎击。

§1.336

γενομένης δὲ τῆς παρατάξεως τὰ μὲν ἄλλα μέρη πρὸς ὀλίγον ἀντέσχεν, Ἡρώδης δὲ κατὰ μνήμην τοῦ φονευθέντος ἀδελφοῦ παραβαλλόμενος, ὡς ἂν τίσαιτο τοὺς αἰτίους τοῦ φόνου,3 ταχέως τῶν καθʼ ἑαυτὸν ἐκράτει καὶ μετʼ ἐκείνους ἐπὶ τὸ συνεστὸς ἀεὶ τρεπόμενος ἅπαντας διώκει.

战阵既成,敌军其他部分仅抵挡了片刻,而希律因追忆遇害的胞弟而奋不顾身,务求惩戮杀弟祸首,迅速击溃了当面之敌,继而不断转向依然聚结抵抗的部队,将所有人全数击溃。

§1.337

φόνος δʼ ἦν πολύς, τῶν μὲν εἰς τὴν κώμην συνεξωθουμένων ἐξ ἧς ὥρμηντο, τοῦ δὲ προσκειμένου τοῖς ὑστάτοις καὶ κτείνοντος ἀπείρους. συνεισπίπτει δὲ τοῖς πολεμίοις εἴσω, καὶ πᾶσα μὲν ὁπλιτῶν οἰκία νένακτο, τὰ τέγη δʼ ἦν ὕπερθεν ἀμυνομένων κατάπλεα.

杀戮极为惨烈,敌军一部被逼退入其原先出动的村庄,而希律则紧咬其后队,斩杀无数。他与敌军一同冲入村内,每间房屋都塞满了重装步兵,屋顶之上亦站满了防守之人。

语法注3 条
  1. 1.326ὥστε τοὺς τὰ Ἡρώδου φρονοῦντας τῶν δυνατῶν προαγαγόντες εἰς τὴν λίμνην κατέδυσαν οἱ προσέχοντες Ἀντιγόνῳ

    在由引导结果的 ὥστε 所带出的从句中,主语 οἱ προσέχοντες Ἀντιγόνῳ 被置于限定动词 κατέδυσαν 之后,而宾语(τοὺς τὰ Ἡρώδου φρονοῦντας τῶν δυνατῶν)及与之连用的分词(προαγαγόντες)被前置。分词 προαγαγόντες 在性、数、格(阳性复数主格)上与后置的主语保持一致。

  2. 1.334τούτῳ μὲν οὖν ἦν Μαχαιρᾶς ἀγώνισμα

    与格代词 τούτῳ 指代前文提及的帕普斯,谓语名词 ἀγώνισμα 意为“对手、交战对象”。整句意为“对帕普斯而言,马凯拉斯成了与之匹敌的对手”。鉴于紧接在安提柯派遣帕普斯出兵的叙述之后,将 τούτῳ 视为帕普斯最为自然顺畅。

  3. 1.336ὡς ἂν τίσαιτο τοὺς αἰτίους τοῦ φόνου

    由 ὡς ἄν 引导并带有无定过去时祈愿语气(τίσαιτο)的目的从句。由于主句的主要动作(παραβαλλόμενος, ἐκράτει)处于过去时态,因而使用祈愿语气;语气小词 ἄν 突出了主观意图与争取实现的意味(“以便能够惩处”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.326-1.337