- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.314-1.325
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律平定了加利利的叛乱并化解了马凯拉斯引发的乱局,随后驰援萨摩萨塔建立战功;然而在其离军期间,其弟约瑟擅自出兵遭伏击阵亡。
Χειροῦται μὲν οὕτως τὰ σπήλαια καὶ τοὺς ἐν αὐτοῖς Ἡρώδης· καταλιπὼν δὲ τοῦ στρατοῦ μοῖραν ὅσην ἀποχρήσειν ὑπελάμβανεν πρὸς τὰς ἐπαναστάσεις καὶ Θολεμαῖον ἐπʼ αὐτῆς ἐπὶ Σαμαρείας ὑπέστρεφεν, ὁπλίτας μὲν τρισχιλίους ἱππεῖς δʼ ἄγων ἑξακοσίους ἐπʼ Ἀντίγονον.
希律以此种方式制服了各洞穴及其中的人;他留下自认足以应付叛乱的一部分军队,并任命托勒密为其统帅,随后率领三千重装步兵与六百骑兵返回萨玛利亚,进逼安提柯。
ἔνθα πρὸς τὴν ἀποχώρησιν αὐτοῦ λαβόντες ἄδειαν οἷς ἔθος ἦν θορυβεῖν τὴν Γαλιλαίαν1 κτείνουσιν μὲν Θολεμαῖον τὸν στρατηγὸν ἀδοκήτως προσπεσόντες, ἐπόρθουν δὲ τὴν χώραν ποιούμενοι τὰς ἀναφυγὰς εἰς τὰ ἕλη καὶ τὰ δυσερεύνητα τῶν χωρίων.
当时,那些惯于扰乱加利利的人趁希律撤离而无所顾忌,出其不意地袭击并杀害了将领托勒密,并在退入沼泽和难寻之地藏匿的同时大肆蹂躏乡野。
πυθόμενος δὲ Ἡρώδης τὴν ἐπανάστασιν διὰ τάχους ἐπεβοήθει καὶ πολὺ μὲν αὐτῶν πλῆθος διαφθείρει, τὰ φρούρια δὲ πάντα πολιορκίαις ἐξελὼν ἐπιτίμιον τῆς μεταβολῆς εἰσεπράξατο παρὰ τῶν πόλεων ἑκατὸν τάλαντα.
希律获悉叛乱的消息后,迅速赶来驰援,歼灭了他们中的大批人;通过围城攻克了所有要塞后,他向诸城课以一百塔兰屯的罚金,以惩戒其变节。
Ἤδη δὲ Πάρθων μὲν ἐξεληλαμένων, ἀνῃρημένου δὲ Πακόρου Βεντίδιος ἐπιστείλαντος Ἀντωνίου πέμπει συμμάχους Ἡρώδῃ κατʼ Ἀντιγόνου χιλίους ἱππεῖς καὶ δύο τάγματα. τούτων δὲ τὸν στρατηγὸν Μαχαιρᾶν Ἀντίγονος ἱκέτευσεν διʼ ἐπιστολῶν ἑαυτῷ βοηθὸν ἀφικέσθαι πολλά τε περὶ τῆς Ἡρώδου βίας ἀποδυρόμενος καὶ χρήματα δώσειν ὑπισχνούμενος.
此时帕提亚人已被驱逐,帕科罗斯亦被击杀,文提狄乌斯奉安东尼之命,派遣一千骑兵和两个军团支援希律以对抗安提柯。安提柯则致信恳求这支军队的统帅马凯拉斯前来相助,极力申诉希律的强暴,并许诺给予钱财。
ὁ δέ, οὐ γὰρ κατεφρόνει τοῦ πέμψαντος ἄλλως τε καὶ πλείονʼ Ἡρώδου διδόντος, εἰς μὲν τὴν προδοσίαν οὐχ ὑπήκουσεν, ὑποκρινόμενος δὲ φιλίαν κατάσκοπος ᾔει τῶν Ἀντιγόνου πραγμάτων Ἡρώδῃ μὴ πεισθεὶς ἀποτρέποντι.
马凯拉斯因不敢蔑视派遣他前来的长官,加之希律给的财物更为丰厚,故而并未应允背叛;但他假装友善,执意前去刺探安提柯的虚实,并未听从极力劝阻他的希律。
προαισθόμενος δʼ αὐτοῦ τὴν διάνοιαν Ἀντίγονος τήν τε πόλιν ἀπέκλεισεν καὶ ἀπὸ τῶν τειχῶν ὡς πολέμιον ἠμύνατο, μέχρις αἰδούμενος Μαχαιρᾶς εἰς Ἀμμαοῦντα πρὸς Ἡρώδην ἀναχωρεῖ καὶ πρὸς τὴν διαμαρτίαν θυμούμενος ὅσοις ἐπετύγχανεν Ἰουδαίοις ἀνῄρει, μηδεμίαν τῶν Ἡρωδείων φειδὼ ποιούμενος, ἀλλʼ ὡς Ἀντιγονείοις χρώμενος ἅπασιν.
安提柯预先察觉了他的意图,便关闭城门,将其视同敌人自城墙上击退;马凯拉斯受此羞辱,不得不退至艾茂斯的希律处,又因筹谋落空而恼羞成怒,竟将沿途遇见的犹太人斩尽杀绝,对希律一派之人亦毫无怜悯,一律视同安提柯派对待。
Ἐφʼ οἷς χαλεπήνας Ἡρώδης ὥρμησεν μὲν ἀμύνασθαι Μαχαιρᾶν ὡς πολέμιον, κρατήσας δὲ τῆς ὀργῆς ἤλαυνεν πρὸς Ἀντώνιον κατηγορήσων τῆς Μαχαιρᾶ παρανομίας. ὁ δʼ ἐν διαλογισμῷ τῶν ἡμαρτημένων γενόμενος ταχέως μεταδιώκει τε τὸν βασιλέα καὶ πολλὰ δεηθεὶς ἑαυτῷ διαλλάττει.
希律为此极为震怒,本欲将马凯拉斯视同敌人进行报复,但克制住怒火,疾驰前往安东尼处,打算控告马凯拉斯的不法之行。然而马凯拉斯反思了自己的过错,迅速策马追赶国王,百般恳求之下终于与他和解。
οὐ μὴν Ἡρώδης ἐπαύσατο τῆς πρὸς Ἀντώνιον ὁρμῆς· ἀκηκοὼς δʼ αὐτὸν μετὰ πολλῆς δυνάμεως προσπολεμοῦντα Σαμοσάτοις, πόλις δʼ ἐστὶν Εὐφράτου πλησίον καρτερά, θᾶττον ἠπείγετο τὸν καιρὸν ἐπιτήδειον ὁρῶν πρός τε ἐπίδειξιν ἀνδρείας καὶ τοῦ μᾶλλον ἀρέσασθαι τὸν Ἀντώνιον.2
即便如此,希律仍未停下前往安东尼处的步伐;当得知安东尼正率大军围攻幼发拉底河附近的重镇萨摩萨塔时,他见此乃彰显英勇、博取安东尼更大赏识的绝佳良机,行军更为急迫。
γίνεται γοῦν ἐπελθὼν τέλος αὐτοῖς τῆς πολιορκίας, πολλοὺς μὲν τῶν βαρβάρων ἀποκτείνας, πολλὴν δὲ ἀποτεμόμενος λείαν, ὥστε τὸν μὲν Ἀντώνιον θαυμάζοντα καὶ πάλαι τῆς ἀρετῆς αὐτὸν τότε μᾶλλον οὕτως ἔχειν καὶ προσθεῖναι πολὺ ταῖς τε ἄλλαις τιμαῖς αὐτοῦ καὶ ταῖς εἰς τὴν βασιλείαν ἐλπίσιν, Ἀντίοχον δὲ τὸν βασιλέα ἀναγκασθῆναι παραδοῦναι τὰ Σαμόσατα.
他赶到后,围城战果然迎来了终局;他斩杀了许多蛮族,缴获了大量战利品,以至于安东尼——本就对其英勇赞赏已久——此时对其更为倚重,大大增加了对他的其他荣宠以及对其王位的期许,而安条克国王亦被迫交出了萨摩萨塔。
Κἀν τούτῳ θραύεται τὰ κατὰ τὴν Ἰουδαίαν Ἡρώδου πράγματα. κατελελοίπει μὲν γὰρ Ἰώσηπον τὸν ἀδελφὸν ἐπὶ τῶν ὅλων παραγγείλας μηδὲν μέχρι τῆς ὑποστροφῆς αὐτοῦ παρακινεῖν πρὸς Ἀντίγονον· οὐ γὰρ δὴ βέβαιον εἶναι Μαχαιρᾶν σύμμαχον3 ἐξ ὧν ἔδρασεν. ὁ δὲ ὡς ἤκουσεν ὄντα πορρωτάτω τὸν ἀδελφόν, ἀμελήσας τῶν παραγγελμάτων ἐπὶ Ἱεριχοῦντος ἐχώρει μετὰ πέντε σπειρῶν, ἃς συνέπεμψεν Μαχαιρᾶς· ᾔει δὲ τὸν σῖτον ἁρπάσων ἐν ἀκμῇ τοῦ θέρους.
在此期间,希律在犹太的事业却遭受了重创。原来他曾留下弟弟约瑟总揽大权,并吩咐他在自己归来之前切勿对安提柯采取任何轻举妄动;因从其作为来看,马凯拉斯绝非可靠的盟友。然而约瑟得知兄长身在极远之处,便漠视了这些指令,率领马凯拉斯分派给他的五个大队开往耶利哥;他此行是打算在盛夏之时抢收麦粮。
ἐπιθεμένων δὲ ἐν τοῖς ὄρεσιν καὶ ταῖς δυσχωρίαις τῶν ἐναντίων αὐτός τε θνήσκει μάλα γενναῖος ἐν τῇ μάχῃ φανείς, καὶ τὸ Ῥωμαϊκὸν πᾶν διαφθείρεται· νεοσύλλεκτοι γὰρ ἦσαν ἐκ τῆς Συρίας αἱ σπεῖραι, καὶ οὐδὲν αὐταῖς ἐνεκέκρατο τῶν πάλαι στρατιωτῶν καλουμένων ἐπαμύνειν τοῖς ἀπείροις πολέμου δυνάμενον.
当敌军在山林险阻之中发动伏击时,约瑟在战斗中表现得极为英勇,终因力战而亡,罗马士兵亦全军覆没;因为这些大队是从叙利亚新近征募的新兵,其中并未掺入任何能够庇护缺乏战阵经验者的所谓老兵。
Ἀντιγόνῳ δὲ οὐκ ἀπέχρησεν ἡ νίκη, προῆλθεν δὲ εἰς τοσοῦτον ὀργῆς, ὥστε καὶ νεκρὸν αἰκίσασθαι τὸν Ἰώσηπον· κρατήσας γοῦν τῶν σωμάτων ἀποτέμνει τὴν κεφαλὴν αὐτοῦ, καίτοι πεντήκοντα τάλαντα λύτρον αὐτῆς Φερώρα τἀδελφοῦ διδόντος.
安提柯对此胜利犹嫌不足,竟愤怒到了对约瑟的遗体进行摧残的地步:他控制了阵亡者的尸体后,将约瑟的头颅砍下,尽管其弟费罗拉斯曾愿出五十塔兰屯作为赎金赎回其首级。
- 1.315οἷς ἔθος ἦν θορυβεῖν τὴν Γαλιλαίαν
关系代名词 οἷς 包含了先行词(相当于 οὗτοι οἷς...),使整个关系从句充当主句动词 κτείνουσιν 与 ἐπόρθουν 的主语(“那些惯于扰乱加利利的人”)。在语境中指前文被镇压的洞穴匪徒及叛乱分子的残党。
- 1.321πρός τε ἐπίδειξιν ἀνδρείας καὶ τοῦ μᾶλλον ἀρέσασθαι τὸν Ἀντώνιον
表示目的的介词 πρός(支配宾格)并列连接了宾格名词 ἐπίδειξιν 与带属格定冠词的不定式 τοῦ ... ἀρέσασθαι。后半句的属格不定式或是脱离了介词的格支配而独立充当表示目的的属格,或是通过 τε...καί 将介词宾格补足语与目的属格不定式在语义上强行并列的句法破格(anacoluthon)。
- 1.323οὐ γὰρ δὴ βέβαιον εἶναι Μαχαιρᾶν σύμμαχον
在由 γάρ 引导的原因从句中,使用了“宾格加不定式”结构(主语 Μαχαιρᾶν,表语不定式 εἶναι)而非直陈式限定动词。这表明前文指示动词 παραγγείλας(“吩咐……”)所统领的间接引语(oratio obliqua)延续到了原因从句中,将马凯拉斯不可靠作为希律内心的考量理由而非叙述者的客观断言呈现出来。
