← 弗拉维奥·约瑟夫斯

犹太战记

§1.22-1.31

全七卷内容概要与安条克时期叙述的开端

作者概述了其将在七卷书中详述罗马军纪、地理风貌、耶路撒冷围城战与圣殿结构仪礼以及城陷经过的写作规划,随后以安条克·厄庇法涅斯时期的内讧开启全书的正文叙述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

ἔνθα δὴ καὶ τὰ περὶ τῆς Ῥωμαίων ἐν πολέμοις εὐταξίας καὶ τὴν ἄσκησιν τῶν ταγμάτων, τῆς τε Γαλιλαίας ἑκατέρας τὰ διαστήματα καὶ τὴν φύσιν καὶ τοὺς τῆς Ἰουδαίας ὅρους, ἔτι τε τῆς χώρας τὴν ἰδιότητα, λίμνας τε καὶ πηγὰς τὰς ἐν αὐτῇ, καὶ τὰ περὶ ἑκάστην πόλιν τῶν ἁλισκομένων πάθη μετὰ ἀκριβείας, ὡς εἶδον ἢ ἔπαθον, δίειμι. οὐδὲ γὰρ τῶν ἐμαυτοῦ τι συμφορῶν ἀποκρύψομαι μέλλων γε πρὸς εἰδότας ἐρεῖν.

在此处,我亦将如实且精确地详述罗马人在战时的严密纪律与军团训练,两个加利利的距离范围与自然地形,犹太的边界,进而该地的风土特质、其中的湖泊与泉水,以及每一座被攻陷之城所遭遇的惨剧,皆如我亲眼所见或亲身所历。因为在知晓内情的人们面前陈述,我绝不会隐瞒任何有关我自身的灾难。

§1.23

Ἔπειθʼ ὡς ἤδη καμνόντων Ἰουδαίοις τῶν πραγμάτων1 θνήσκει μὲν Νέρων, Οὐεσπασιανὸς δὲ ἐπὶ Ἱεροσολύμων ὡρμημένος ὑπὸ τῆς ἡγεμονίας ἀνθέλκεται· τά τε γενόμενα περὶ ταύτης αὐτῷ σημεῖα καὶ τὰς ἐπὶ Ῥώμης μεταβολάς, καὶ ὡς αὐτὸς ὑπὸ τῶν στρατιωτῶν ἄκων αὐτοκράτωρ ἀποδείκνυται, καὶ ἀποχωρήσαντος ἐπὶ διοικήσει τῶν ὅλων εἰς τὴν Αἴγυπτον ἐστασιάσθη τὰ τῶν Ἰουδαίων, ὅπως τε ἐπανέστησαν αὐτοῖς οἱ τύραννοι, καὶ τὰς τούτων πρὸς ἀλλήλους διαφοράς.

随后,我将叙述在犹太人的局势已陷入困境之际尼禄如何身死,进军耶路撒冷的韦斯伯芗如何因受命执掌帝国而被召回;关于此统治权向他显现的预兆,以及罗马本土发生的变乱;以及他本人如何违背意愿被士兵推戴为皇帝;在他前往埃及统理全帝国事务之后,犹太人的局势如何因内讧而动荡,僭主们如何起来作乱,以及他们彼此之间的倾轧争斗。

§1.25

Καὶ ὡς ἄρας ἀπὸ τῆς Αἰγύπτου Τίτος δεύτερον εἰς τὴν χώραν ἐνέβαλεν, ὅπως τε τὰς δυνάμεις καὶ ὅπου συνήγαγε καὶ ὁπόσας, καὶ ὅπως ἐκ τῆς στάσεως ἡ πόλις διέκειτο παρόντος αὐτοῦ, προσβολάς τε ὅσας ἐποιήσατο καὶ ὁπόσα χώματα, περιβόλους τε τῶν τριῶν τειχῶν καὶ τὰ μέτρα τούτων, τήν τε τῆς πόλεως ὀχυρότητα καὶ τοῦ ἱεροῦ καὶ τοῦ ναοῦ τὴν διάθεσιν, ἔτι δὲ τούτων καὶ τοῦ βωμοῦ τὰ μέτρα πάντα μετʼ ἀκριβείας, ἔθη τε ἑορτῶν ἔνια καὶ τὰς ἑπτὰ ἁγνείας καὶ τὰς τῶν ἱερέων λειτουργίας, ἔτι δὲ τὰς ἐσθῆτας τῶν ἱερέων καὶ τοῦ ἀρχιερέως, καὶ οἷον ἦν τοῦ ναοῦ τὸ ἅγιον, οὐδὲν οὔτε ἀποκρυπτόμενος οὔτε προστιθεὶς τοῖς πεφωραμένοις.

接着叙述提图斯如何从埃及开拔,第二次攻入该地;他如何、在何处、集结了何等规模的兵力;当他临境时,该城因内讧而陷入何种惨状;他发动了多少次攻势,筑起了多少土垒;三重城墙的周长与其尺寸,城池的坚固程度以及圣所与圣殿的布局;此外,还将精确记录这些建筑以及祭坛的所有尺寸,节期的若干习俗,七种洁净之礼与祭司们的职责仪式,进而祭司们与大祭司的圣袍,以及圣殿的至圣所原貌如何,对于已被揭示的真相绝无掩饰亦无夸大。

§1.27

Ἔπειτα διέξειμι τήν τε τῶν τυράννων πρὸς τοὺς ὁμοφύλους ὠμότητα καὶ τὴν Ῥωμαίων φειδὼ πρὸς τοὺς ἀλλοφύλους, καὶ ὁσάκις Τίτος σῶσαι τὴν πόλιν καὶ τὸν ναὸν ἐπιθυμῶν ἐπὶ δεξιὰς τοὺς στασιάζοντας προυκαλέσατο, διακρινῶ δὲ τὰ πάθη τοῦ δήμου καὶ τὰς συμφορὰς ὅσα τε ὑπὸ τοῦ πολέμου καὶ ὅσα ὑπὸ τῆς στάσεως καὶ ὅσα ὑπὸ τοῦ λιμοῦ κακωθέντες ἑάλωσαν.

随后,我将详述僭主们对待同胞的残暴行径与罗马人对待异邦人的宽容仁厚,以及提图斯因企图保全该城与圣殿,曾多少次向叛乱分子发出订立和约的呼吁;我亦将辨析平民所受的苦难与厄运,即他们遭受战争、内乱以及饥荒的何等摧折而最终被俘。

§1.28

παραλείψω δὲ οὐδὲ τὰς τῶν αὐτομόλων ἀτυχίας οὐδὲ τὰς τῶν αἰχμαλώτων κολάσεις, ὅπως τε ὁ ναὸς ἄκοντος ἐνεπρήσθη Καίσαρος καὶ ὅσα τῶν ἱερῶν κειμηλίων ἐκ τοῦ πυρὸς ἡρπάγη τήν τε τῆς ὅλης πόλεως ἅλωσιν καὶ τὰ πρὸ ταύτης σημεῖα καὶ τέρατα καὶ τὴν αἰχμαλωσίαν τῶν τυράννων τῶν τε ἀνδραποδισθέντων τὸ πλῆθος καὶ εἰς ἣν ἕκαστοι τύχην διενεμήθησαν· καὶ ὡς Ῥωμαῖοι μὲν ἐπεξῆλθον τὰ λείψανα τοῦ πολέμου καὶ τὰ ἐρύματα τῶν χωρίων καθεῖλον, Τίτος δὲ πᾶσαν ἐπελθὼν τὴν χώραν κατεστήσατο, τήν τε ὑποστροφὴν αὐτοῦ τὴν εἰς Ἰταλίαν καὶ τὸν θρίαμβον.

我绝不会遗漏叛逃者遭遇的不幸,亦不会略过俘虏所受的刑罚;圣殿如何在违背凯撒本意的情况下被焚毁,多少神圣珍宝被从烈火中抢救而出;全城的攻陷,陷落之前的征兆与异象,僭主们的被俘,沦为奴隶的民众数量以及各人被分派到何种命运;以及罗马人如何彻底肃清战后残余势力并夷平各处据点的要塞,提图斯在巡视全地后如何安定秩序,他如何启程返回意大利并举行凯旋式。

§1.30

Ταῦτα πάντα περιλαβὼν ἐν ἑπτὰ βιβλίοις καὶ μηδεμίαν τοῖς ἐπισταμένοις τὰ πράγματα καὶ παρατυχοῦσι τῷ πολέμῳ καταλιπὼν ἢ μέμψεως ἀφορμὴν ἢ κατηγορίας, τοῖς γε τὴν ἀλήθειαν ἀγαπῶσιν, ἀλλὰ μὴ πρὸς ἡδονὴν ἀνέγραψα.2 ποιήσομαι δὲ ταύτην τῆς ἐξηγήσεως ἀρχήν, ἣν καὶ τῶν κεφαλαίων ἐποιησάμην.

我将这一切统摄于七卷之中,未给那些通晓事理且亲历战争的人留下任何责难或指控的借口,为了那些热爱真实之人、而非为了逢迎取悦而撰写成书。

§1.31

Στάσεως τοῖς δυνατοῖς Ἰουδαίων ἐμπεσούσης καθʼ ὃν καιρὸν Ἀντίοχος ὁ κληθεὶς Ἐπιφανὴς διεφέρετο περὶ ὅλης Συρίας πρὸς Πτολεμαῖον τὸν ἕκτον, ἡ φιλοτιμία δʼ ἦν αὐτοῖς περὶ δυναστείας ἑκάστου τῶν ἐν ἀξιώματι μὴ φέροντος τοῖς ὁμοίοις ὑποτετάχθαι, Ὀνίας μὲν εἷς τῶν ἀρχιερέων ἐπικρατήσας ἐξέβαλε τῆς πόλεως τοὺς Τωβία υἱούς.3

我将从我列于提纲之首的同一原点,开启我的正文详述: 当时,正值被称为厄庇法涅斯的安条克与托勒密六世争夺整个叙利亚之际,犹太权贵之中爆发了内讧;他们的野心在于争夺最高权力,位尊显要之人各不甘心臣服于同侪,于是大祭司之一的奥尼亚斯占得上风,将多比雅的诸子逐出了城外。

语法注3 条
  1. 1.23ἤδη καμνόντων Ἰουδαίοις τῶν πραγμάτων

    短语 καμνόντων ... τῶν πραγμάτων 构成属格绝对结构(意为“事态陷入疲敝困顿之时”),其中的 Ἰουδαίοις 作受害与格(dativus incommodi),修饰该结构内部,意为“犹太人的局势已陷入困境”。

  2. 1.30τοῖς γε τὴν ἀλήθειαν ἀγαπῶσιν, ἀλλὰ μὴ πρὸς ἡδονὴν ἀνέγραψα

    与格短语 τοῖς γε τὴν ἀλήθειαν ἀγαπῶσιν 直接依附于主要动词 ἀνέγραψα(“为热爱真实之人而撰写”)。随后的 ἀλλὰ μὴ πρὸς ἡδονήν 为介词短语充当副词用法(“而非为了迎合取悦”),修饰撰写的动机与方式。

  3. 1.31τοὺς Τωβία υἱούς

    Τωβία 是闪米特语源固有名词多比雅(Tobias)的属格形式,采用了希腊语第一变格阳性属格词尾 -α(希腊化时期处理此类固有名词的常见变格)。整句作宾格直接宾语,意为“多比雅的诸子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.22-1.31