- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.303-1.313
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律攻占加利利的塞佛里斯并在阿尔贝拉击溃敌军,随后采用将兵士置于木箱缒下绝壁的奇策,清剿了盘踞在险峻洞穴中的匪贼。
Καὶ Ῥωμαῖοι μὲν ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων,1 Ἡρώδης δʼ οὐκ ἠρέμει, ἀλλὰ τὴν μὲν Ἰδουμαίαν δισχιλίοις πεζοῖς καὶ τετρακοσίοις ἱππεῦσιν διαλαμβάνει πέμψας τὸν ἀδελφὸν Ἰώσηπον, ὡς μή τι νεωτερισθείη πρὸς Ἀντίγονον αὐτὸς δὲ τὴν μητέρα καὶ ὅσους ἐκ Μασάδας οἰκείους ἐξήγαγεν μεταγαγὼν εἰς Σαμάρειαν καὶ καταστησάμενος ἀσφαλῶς ᾔει τὰ λοιπὰ τῆς Γαλιλαίας καταστρεψόμενος καὶ τὰς Ἀντιγόνου φρουρὰς ἐξελάσων.
罗马士兵放下武器,在充裕的给养中安逸度日,希律却未曾懈怠:他派遣兄弟约瑟率步兵两千、骑兵四百扼守以土买,以免有人倒向安提柯而生变乱;他自己则将母亲以及从马萨达救出的所有亲眷迁至萨玛利亚安置妥当后,便率军平定加利利的其余地方,驱逐安提柯的守军。
Πρὸς δὲ τὴν Σέπφωριν ἐν νιφετῷ σφοδροτάτῳ διανύσας ἀκονιτὶ παραλαμβάνει τὴν πόλιν πρὸ τῆς ἐφόδου τῶν φυλάκων ἐκφυγόντων. ἔνθα τοὺς ἑπομένους ὑπὸ τοῦ χειμῶνος κακωθέντας ἀναλαβών, πολλὴ δʼ ἦν ἀφθονία τῶν ἐπιτηδείων, ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις ὥρμητο λῃστάς, οἳ πολλὴν τῆς χώρας κατατρέχοντες οὐκ ἐλάττω κακὰ πολέμου διετίθεσαν τοὺς ἐπιχωρίους.
希律冒着暴风雪疾行至塞佛里斯,因守兵在遭到攻击前便已逃遁,他未动一兵一卒便接管了该城。他在城中让备受严冬折磨的随行将士休整——此处物资极其充裕——随后便挥师进击藏匿在洞穴中的匪徒;这些匪徒四处蹂躏乡野,给当地百姓带来的灾难不下于战争。
προπέμψας δὲ πεζῶν τρία τέλη καὶ μίαν ἴλην ἱππέων πρὸς Ἄρβηλα κώμην αὐτὸς μετὰ τεσσαράκοντα ἡμέρας ἐπῆλθεν μετὰ τῆς λοιπῆς δυνάμεως. οὐ μὴν πρὸς τὴν ἔφοδον ἔδεισαν οἱ πολέμιοι, μετὰ δὲ τῶν ὅπλων ἀπήντων ἐμπειρίαν μὲν πολεμικὴν ἔχοντες, τὸ δὲ θράσος λῃστρικόν.
他先派遣三个步兵大队和一队骑兵进逼阿尔贝拉村,四十天后亲自率领其余主力部队赶至。然而敌人见大军压境毫无惧色,手持武器迎战,既有老练的战阵经验,又有亡命之徒的悍勇。
συμβαλόντες γοῦν τῷ σφετέρῳ δεξιῷ τὸ εὐώνυμον κέρας τῶν Ἡρώδου τρέπονται. περιελθὼν δὲ ταχέως Ἡρώδης ἐκ τοῦ καθʼ ἑαυτὸν δεξιοῦ προσεβοήθει καὶ τὸ μὲν οἰκεῖον ἐπέστρεφεν ἐκ τῆς φυγῆς, τοῖς δὲ διώκουσιν ἐμπίπτων ἀνέκοπτεν τὴν ὁρμὴν μέχρι τὰς κατὰ στόμα προσβολὰς μὴ φέροντες ἐξέκλιναν.
两军交锋,敌军以其右翼击溃了希律的左翼。但希律迅速从自己镇守的右翼迂回驰援,不仅制止了己方部队的溃退,还猛扑向追击之敌,遏制住其冲势,直至敌军经受不住正面的冲击而败退散走。
Ὁ δὲ ἕως Ἰορδάνου κτείνων εἵπετο καὶ πολὺ μὲν αὐτῶν μέρος διέφθειρεν, οἱ λοιποὶ δʼ ὑπὲρ τὸν ποταμὸν ἐσκεδάσθησαν, ὥστε τὴν Γαλιλαίαν ἐκκεκαθάρθαι φόβων, πλὴν καθόσον οἱ τοῖς σπηλαίοις ἐμφωλεύοντες ὑπελείποντο·2 κἀπὶ τούτοις ἔδει διατριβῆς.
希律一路追杀直至约旦河,歼灭了敌军大部;余众则溃散至河对岸,使加利利除去了恐惧之患,唯独剩下那些潜匿在洞穴中的残匪;对付这些人尚需假以时日。
διὸ δὴ πρῶτον τοῖς στρατιώταις τὰς ἐκ τῶν πεπονημένων ἐπικαρπίας ἀπεδίδου διανέμων ἑκάστῳ δραχμὰς ἑκατὸν πεντήκοντα ἀργυρίου καὶ τοῖς ἡγεμόσιν πολυπλασίονα διέπεμψεν εἰς οὓς ἐχειμέριζον σταθμούς. Φερώρᾳ δὲ τῷ νεωτάτῳ τῶν ἀδελφῶν ἐπέστελλεν τῆς τε ἀγορᾶς αὐτοῖς ποιεῖσθαι πρόνοιαν καὶ τειχίζειν Ἀλεξάνδρειον. κἀκεῖνος ἀμφοτέρων ἐπεμελήθη.
因此,希律首先酬劳士兵们的辛劳,分发给每人一百五十银德拉克马,赏赐给将领的数额则数倍于此,随后将他们遣往各自过冬的营地。他嘱咐最小的弟弟费罗拉斯为部队筹措军粮,并修筑亚历山大要塞;费罗拉斯将这两件事俱皆办妥。
Ἐν δὲ τούτῳ περὶ μὲν Ἀθήνας διῆγεν Ἀντώνιος, Βεντίδιος δὲ ἐπὶ τὸν πρὸς Πάρθους πόλεμον Σίλωνά τε καὶ Ἡρώδην μετεπέμπετο καταστήσασθαι πρότερον ἐπιστέλλων τὰ περὶ Ἰουδαίαν. Ἡρώδης δὲ ἀσμένως Σίλωνα πρὸς Βεντίδιον ἀπολύσας αὐτὸς ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις ἐστράτευσεν.
此时,安东尼正滞留在雅典一带,文提狄乌斯为了对帕提亚的战事而征召西罗与希律,并传令命他们先平定犹太之局。希律欣然放西罗前往文提狄乌斯处,自己则率军讨伐洞穴中的残部。
τὰ δὲ σπήλαια ταῦτα πρὸς ἀποκρήμνοις ὄρεσιν ἦν οὐδαμόθεν προσιτά, πλαγίας δὲ ἀνόδους μόνον ἔχοντα στενοτάτας. ἡ δὲ κατὰ μέτωπον αὐτῶν πέτρα κατέτεινεν εἰς βαθυτάτας φάραγγας ὄρθιος ἐπιρρέπουσα ταῖς χαράδραις, ὥστε τὸν βασιλέα μέχρι πολλοῦ μὲν ἀπορεῖν πρὸς τὸ ἀμήχανον τοῦ τόπου, τελευταῖον δʼ ἐπινοίᾳ χρήσασθαι σφαλερωτάτῃ.
这些洞穴位于悬崖峭壁之上,四面皆不可攀登,仅有极其狭窄的迂回险径通达。洞穴正面的岩壁陡立下垂,直落极深的峡谷,俯临涧壑,以致国王长久面对此绝境束手无策,最后才采用了一条极其凶险的奇谋。
τοὺς γοῦν ἀλκίμους καθιμῶν ἐν λάρναξιν ἐνίει τοῖς στομίοις, οἱ δὲ ἀπέσφαττόν τε αὐτοὺς σὺν γενεαῖς καὶ πῦρ ἐνίεσαν τοῖς ἀμυνομένοις. βουληθεὶς δὲ ἐξ αὐτῶν καὶ περισῶσαί τινας Ἡρώδης ἐκήρυξεν ἀναχωρεῖν πρὸς αὐτόν. τῶν δὲ ἐθελουσίως μὲν οὐδεὶς προσέθετο, καὶ τῶν βιαζομένων δὲ πολλοὶ τῆς αἰχμαλωσίας προείλοντο θάνατον.
他将勇士装入木箱之中,以绳索缒至各洞穴口;勇士们屠杀洞中之人及其家眷,并向反抗者投掷火把。希律本欲从他们中挽救一些性命,遂命人宣告允许他们前来归降。然而无一人自愿降顺,被强行擒获者亦多宁死而不为俘。
ἔνθα καὶ τῶν γηραιῶν τις ἑπτὰ παίδων πατὴρ μετὰ τῆς μητρὸς δεομένους τοὺς παῖδας ἐπιτρέψαι σφίσιν ἐξελθεῖν ἐπὶ δεξιᾷ κτείνει3 τρόπῳ τοιῷδε· καθʼ ἕνα προϊέναι κελεύσας αὐτὸς ἵστατο ἐπὶ τὸ στόμιον καὶ τὸν ἀεὶ προϊόντα τῶν υἱῶν ἀπέσφαττεν. ἐξ ἀπόπτου δὲ Ἡρώδης ἐπιβλέπων τῷ τε πάθει συνείχετο καὶ τῷ πρεσβύτῃ δεξιὰν ὤρεγεν φείσασθαι τῶν τέκνων παρακαλῶν.
当时有一名七个孩子的父亲,一位老者,其子女同母亲一道恳求他准许他们出洞受降以保全性命,他却以这般手段将其杀害:他命孩子们逐一走出,自己立于洞口,每走出一子便将其斩杀。希律在远处望见,心痛万分,向老者伸出右手,恳求他饶过自己的骨肉。
ὁ δὲ πρὸς οὐδὲν ἐνδοὺς τῶν λεγομένων ἀλλὰ καὶ προσονειδίσας τὸν Ἡρώδην εἰς ταπεινότητα ἐπὶ τοῖς παισὶν ἀναιρεῖ καὶ τὴν γυναῖκα καὶ καταβαλὼν κατὰ τοῦ κρημνοῦ τοὺς νεκροὺς τελευταῖον ἑαυτὸν ἔρριψεν.
老者对这番话毫不妥协,反倒辱骂希律出身卑贱,杀死众子后又将妻子杀害,将尸首尽数抛入悬崖,最后自己亦纵身跳下深渊。
- 1.303ἀνειμένοι τῶν ὅπλων
ἀνειμένοι 为 ἀνίημι(放松、解除)的被动态分词,带分离属格 τῶν ὅπλων,意为“从兵器中解脱出来”或“放下武器”,表示士兵们免除作战戒备、处于休整状态。
- 1.307πλὴν καθόσον οἱ τοῖς σπηλαίοις ἐμφωλεύοντες ὑπελείποντο
具有介词/连词功能的 πλὴν 后接由关系副词 καθόσον(在……限度内)引导的从句,构成“除了潜伏于洞穴中的人残留以外”这一表限定和例外的结构,对前面的结果从句 ὥστε τὴν Γαλιλαίαν ἐκκεκαθάρθαι φόβων 作出保留补充。
- 1.312μετὰ τῆς μητρὸς δεομένους τοὺς παῖδας ἐπιτρέψαι σφίσιν ἐξελθεῖν ἐπὶ δεξιᾷ κτείνει
句子主干为 τῶν γηραιῶν τις... κτείνει τοὺς παῖδας(一位老者杀死了孩子们)。介词短语 μετὰ τῆς μητρὸς 在语义上修饰与孩子们一同哀求的母亲(或指同母亲一道被杀),成语 ἐπὶ δεξιᾷ 意为“在获得安全保证/信义保证之下”。分词 δεομένους 引出不定式补足语 ἐπιτρέψαι,其下再接 σφίσιν ἐξελθεῖν,生动刻画了面对求生哀求反遭屠戮的惨烈情境。
