- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.292-1.302
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希律攻取约帕,自马萨达解救出亲族并进逼耶路撒冷,但受贿的西罗借军粮匮乏企图撤兵。希律亲筹给养化解危机,并在耶利哥击破安提柯的阻截,随后将罗马军妥善安置于各地过冬。
προύκειτο μὲν οὖν τὸ ἀναγκαιότατον ἀγώνισμα Μασάδα καὶ τὸ ῥύσασθαι πρῶτον τοὺς οἰκείους ἐκ τῆς πολιορκίας, γίνεται δʼ ἐμπόδιον Ἰόππη· ταύτην γὰρ ἐχρῆν πολεμίαν οὖσαν ἐξελεῖν πρότερον, ὡς μὴ χωροῦντος ἐπὶ Ἱεροσολύμων κατὰ νώτου τι τοῖς ἐχθροῖς ἔρυμα καταλείποιτο. συνῆπτεν δὲ καὶ Σίλων ἀσμένως τῆς ἀπαναστάσεως πρόφασιν εὑρών, ᾧ προσέκειντο Ἰουδαῖοι διώκοντες. ἐπὶ τούτους Ἡρώδης ἐκδραμὼν μετʼ ὀλίγου στίφους τρέπεται ταχέως καὶ Σίλωνα διασώζει κακῶς ἀμυνόμενον.
因此,最紧迫的要务便是马萨达,首要之图乃是将亲族从围困中解救出来;然而约帕却成了障碍。因为必须预先攻取这座敌对的城市,免得在向耶路撒冷进军时在背后给敌人留下任何堡垒。西罗正受到追击的犹太人苦苦相逼,遂欣然借此为撤军的借口前来会合。希律率领一支小分队向犹太人发起突击,迅速将其击溃,救出了正陷于苦战中的西罗。
Ἔπειτα Ἰόππην ἑλὼν πρὸς τὴν Μασάδα ῥυσόμενος τοὺς οἰκείους ἠπείγετο. καὶ τῶν ἐπιχωρίων οὓς μὲν πατρῴα φιλία προσῆγεν, οὓς δὲ τὸ αὐτοῦ κλέος, οὓς δὲ τῆς ἐξ ἀμφοῖν εὐεργεσίας ἀμοιβή, πλείστους γε μὴν ἐλπὶς ὡς ἐκ βασιλέως βεβαίου, δυσκίνητός τε ἤδη δύναμις ἤθροιστο.
随后攻陷约帕后,希律便急赴马萨达去营救亲属。此时已聚集起一支难以撼动的庞大军队:当地居民中,有的因世代友谊而来归附,有的慕其英名而至,有的为酬报父子两代的恩德,而绝大多数人则是期盼能依附于一位稳固的君王。
προϊόντα δʼ Ἀντίγονος ἐνήδρευεν τὰ ἐπιτήδεια τῶν παρόδων προλοχίζων, ἐν οἷς οὐδὲν ἢ μικρὰ τοὺς πολεμίους ἔβλαπτεν. Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν ῥᾳδίως καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα· συνῆπτε δʼ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες.
在希律进军之际,安提柯在通道要隘预先设伏实施伏击,但对敌军几乎毫无损伤。希律轻易接出了马萨达的亲族,并攻取了勒撒要塞,随即进军耶路撒冷;西罗麾下的部队以及城中许多慑服于其军威的居民皆前来与他汇合。
Στρατοπεδευσαμένους δὲ κατὰ τὸ πρὸς δύσιν κλίμα τοῦ ἄστεος οἱ ταύτῃ φύλακες ἐτόξευόν τε καὶ ἐξηκόντιζον αὐτούς, ἄλλοι δὲ κατὰ στῖφος ἐκθέοντες ἀπεπειρῶντο τῶν προτεταγμένων. Ἡρώδης δὲ τὸ μὲν πρῶτον κηρύσσειν περὶ τὸ τεῖχος ἐκέλευεν ὡς ἐπʼ ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοὺς φανεροὺς ἐχθροὺς ἀμυνούμενος, δώσων δὲ καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν.
当他们在城西侧扎营时,该处的守兵向他们投掷标枪、施放弓箭,另有人成群冲出袭扰前哨。希律起初命人绕城宣谕,声明自己乃是为了民众的福祉和城市的存续而来,即便对公开的宿敌亦不加报复,且将赦免最顽固的敌对者。
ἐπεὶ δὲ ἀντιπαρηγοροῦντες οἱ περὶ τὸν Ἀντίγονον οὔτε κατακούειν τῶν κηρυγμάτων εἴων τινὰς οὔτε μεταβάλλεσθαι, τὸ λοιπὸν ἀμύνεσθαι τοὺς ἀπὸ τοῦ τείχους ἐπέτρεπεν τοῖς σφετέροις· οἱ δὲ ταχέως ἅπαντας ἀπὸ τῶν πύργων ἐτρέψαντο τοῖς βέλεσιν.
然而,由于安提柯的党羽大声抗辩,不准任何人倾听宣告,亦不准倒戈,希律最终准许部下反击城墙上的守敌;他们用箭矢迅速将所有人从城楼上逐退。
Ἔνθα δὴ καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν· ἐπισκευασάμενος1 γὰρ πολλοὺς τῶν στρατιωτῶν σπάνιν ἐπιτηδείων ἀναβοᾶν καὶ χρήματα εἰς τροφὰς ἀπαιτεῖν ἀπάγειν τε σφᾶς χειμεριοῦντας εἰς τοὺς ἰδίους τόπους, ἐπειδὴ τὰ περὶ τὴν πόλιν ἦν ἔρημα πάντα τῶν περὶ Ἀντίγονον προανεσκευασμένων,2 ἐκίνει τε τὸ στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο.
正是在此时,西罗亦暴露了他受贿的行径。他唆使许多士兵大呼缺乏粮饷,索要给养之资,并要求带他们到各自的地区过冬——因安提柯的部众早已将城郊一带劫掠一空——随后他便拔营试图撤走。
Ἡρώδης δʼ ἐντυγχάνων τοῖς τε ὑπὸ τὸν Σίλωνα ἡγεμόσιν καὶ κατὰ πλῆθος τοῖς στρατιώταις ἐδεῖτο μὴ καταλιπεῖν αὐτὸν ὑπό τε Καίσαρος καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προπεμφθέντα· λύσειν γὰρ αὐθημερὸν αὐτῶν τὰς ἀπορίας.
希律遂前去面见西罗麾下的军官并召集大批士兵,恳求他们切莫抛弃他这位由恺撒、安东尼及元老院所遣派之人,并许诺当日便会解决他们的困厄。
καὶ μετὰ τὴν δέησιν [εὐθέως] ὁρμήσας αὐτὸς εἰς τὴν χώραν τοσαύτην αὐτοῖς ἐπιτηδείων ἀφθονίαν ἐκόμισεν, ὡς πάσας ἀποκόψαι τὰς Σίλωνος προφάσεις, εἴς τε τὰς ἑξῆς ἡμέρας μὴ διαλιπεῖν τὴν χορηγίαν προνοούμενος ἐπέστελλεν τοῖς περὶ Σαμάρειαν, ᾠκείωτο δʼ ἡ πόλις αὐτῷ, σῖτον καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα κατάγειν εἰς Ἱεριχοῦντα.
在陈情之后,他亲自奔赴近郊,运回了极为充裕的给养,彻底断绝了西罗的一切借口;为了确保日后粮道不绝,他吩咐已归顺于他的萨玛利亚周围居民将谷物、酒、油与牲畜运往耶利哥。
ταῦτʼ ἀκούσας Ἀντίγονος διέπεμψεν περὶ τὴν χώραν εἴργειν καὶ λοχᾶν τοὺς σιτηγοὺς κελεύων. οἱ δʼ ὑπήκουον, καὶ πολὺ πλῆθος ὁπλιτῶν ὑπὲρ τὴν Ἱεριχοῦντα συνηθροίσθη· διεκαθέζοντο δὲ ἐπὶ τῶν ὀρῶν παραφυλάσσοντες τοὺς τὰ ἐπιτήδεια ἐκκομίζοντας.
安提柯闻讯,遂遣人传令四境,命各处阻截伏击运粮队。部众领命,遂有大批重装步兵集结于耶利哥上方的高地,驻扎在群山之中,监视截击运送物资的人马。
οὐ μὴν Ἡρώδης ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων πέντε δὲ Ἰουδαίων ἦσαν ἔχουσαι καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων, ἐπὶ τὴν Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν καταλελειμμένην εὑρίσκει, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς.
希律亦未曾懈怠,他率领十个步兵队——其中罗马军五个,犹太军五个,兼有杂牌雇佣兵,外加少量骑兵——进抵耶利哥。他发现全城已空无一人,但有五百人携同妇孺占据了高地要隘。
αὐτοὺς μὲν οὖν ἀπολύει λαβών, Ῥωμαῖοι δʼ εἰσπεσόντες τὸ λοιπὸν ἄστυ διήρπασαν πλήρεις καταλαμβάνοντες τὰς οἰκίας παντοίων κειμηλίων. Ἱεριχοῦντος μὲν οὖν φρουρὰν ὁ βασιλεὺς καταλιπὼν ὑπέστρεψεν καὶ χειμεριοῦσαν τὴν Ῥωμαίων στρατιὰν εἰς τὰς προσκεχωρηκυίας διαφῆκεν Ἰδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν. ἐπέτυχεν δὲ καὶ Ἀντίγονος παρὰ τῆς Σίλωνος δωροδοκίας ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον.3
希律擒获这些人后便将他们释放,而罗马士兵则冲入城内其余地方大肆劫掠,见各家宅邸皆堆满了各类珍宝。国王在耶利哥留下一支守军后便班师折返,并将罗马军队分派到已归降的以土买、加利利和萨玛利亚各区去过冬。安提柯亦借助收买西罗之策,得以在吕大接纳了一支罗马部队进驻,藉此讨好安东尼。
- 1.297ἐπισκευασάμενος
动词 ἐπισκευάζω 的中动态分词,此处作使役/唆使解(“唆使/指使[士兵]……”)。其后的不定式(ἀναβοᾶν、ἀπαιτεῖν)以 πολλοὺς τῶν στρατιωτῶν 为逻辑主语,该宾格短语亦充当此分词的直接宾语。
- 1.297τῶν περὶ Ἀντίγονον προανεσκευασμένων
属格独立结构。动词 προανασκευάζω(预先劫掠/荡平)的完成时分词在此处作主动意义理解,以 τῶν περὶ Ἀντίγονον 为施事(“安提柯之党羽已预先劫掠一空”),用以补充说明前句 τὰ περὶ τὴν πόλιν ἦν ἔρημα πάντα 的原因。
- 1.302ἐπέτυχεν δὲ καὶ Ἀντίγονος παρὰ τῆς Σίλωνος δωροδοκίας ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον
全句核心结构为 ἐπέτυχεν Ἀντίγονος ... ὑποδέξασθαι(“安提柯得以接纳……”)。介词短语 παρὰ τῆς Σίλωνος δωροδοκίας 表原因或手段(“通过对西罗的贿赂”)。句末的分词 θεραπεύων Ἀντώνιον 与主语 Ἀντίγονος 一致,表其意图或借口(“以此巴结/取悦安东尼”)。
